<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg020.perseus-grc2:15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg020.perseus-grc2:15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg020.perseus-grc2" n="15"><sp><speaker>Προμηθεύς</speaker><p rend="align(indent) ; merge">ἔτι δέ μοι, ὦ Ἑρμῆ, καὶ τόδε ἐννόησον, εἴ τι σοι δοκεῖ ἀγαθὸν ἀμάρτυρον, οἷον κτῆμα ἢ ποίημα ὃ μηδεὶς ὄψεται μηδὲ ἐπαινέσεται, ὁμοίως ἡδὺ καὶ τερπνὸν ἔσεσθαι τῷ ἔχοντι. πρὸς δὴ τί τοῦτʼ ἔφην; ὅτι μὴ γενομένων τῶν ἀνθρώπων ἀμάρτυρον συνέβαινε τὸ κάλλος εἶναι τῶν ὅλων, καὶ πλοῦτόν τινα πλουτήσειν ἐμέλλομεν οὔτε ὑπʼ ἄλλου τινὸς θαυμασθησόμενον <corr>οὔτε</corr> ἡμῖν αὐτοῖς ὁμοίως <corr>τίμιον·</corr> οὐδὲ γὰρ ἂν εἴχομεν πρὸς ὅ τι ἔλαττον παραθεωρῶμεν αὐτόν, οὐδʼ ἂν συνίεμεν ἡλίκα εὐδαιμονοῦμεν οὐχ ὁρῶντες ἀμοίρους τῶν ἡμετέρων τινάς· οὕτω γὰρ δὴ καὶ <corr>τὸ</corr> μέγα δόξειεν <corr>ἂν</corr> μέγα, εἰ τῷ μικρῷ παραμετροῖτο. ὑμεῖς δέ, τιμᾶν ἐπὶ τῷ πολιτεύματι τούτῳ δέον, ἀνεσταυρώκατέ με καὶ ταύτην μοι τὴν ἀμοιβὴν ἀποδεδώκατε τοῦ βουλεύματος.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>