<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2:4-6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2:4-6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="4"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> φασὶ μὲν καὶ ταῦτα, ὦ Μίκυλλε, τὸ δὲ ἐμὸν ἑτεροῖόν τι ἐγένετο, καὶ πάνυ ἔναγχος εἰς ἀλεκτρυόνα σοι μεταβέβηκα. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> πῶς; ἐθέλω γὰρ τοῦτο μάλιστα <corr>εἰδέναι.</corr> </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἀκούεις τινὰ Πυθαγόραν Μνησαρχίδην Σάμιον;<note xml:lang="mul" type="footnote" n="v.2.p.178.n.1">Μνησαρχίδην Σάμιον Text β: Οἰσθα ἄρα τὸν Πυθαγόραν; γ.</note> </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> τὸν σοφιστὴν λέγεις, τὸν ἀλαζόνα, ὃς ἐνομοθέτει μήτε κρεῶν γεύεσθαι μήτε κυάμους ἐσθίειν, ἥδιστον ἐμοὶ γοῦν ὄψον ἐκτράπεζον ἀποφαίνων, ἔτι δὲ πείθων τοὺς ἀνθρώπους ὡς πρὸ τοῦ <pb n="v.2.p.180"/> Πυθαγόρου Εὔφορβος γένοιτο;<note xml:lang="mul" type="footnote" n="v.2.p.180.n.1">Τext β : ἔτι δὲ πείθων τοὺς ἀνθρώπους ἐς πέντε ἔτη μὴ διαλέγεσθαι; ΑΛΕΚ. Ἴσθι δῆτα κἀκεῖνο, ὡς πρὸ τοῦ Πυθαγόρου Εὔφορβος γένοιτο: γ. The γ reading is, think, due to someoneʼs desire to make a pun on Πυθαγόρας (Πειθαγόρας) to match that on Eὔφορβος.</note> γόητά φασι καὶ τερατουργὸν ἄνθρωπον, ὦ ἀλεκτρυών. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἐκεῖνος αὐτὸς <corr>ἐγώ</corr> σοί εἰμι ὁ Πυθαγόρας. ὥστε παῦʼ, ὦγαθέ, λοιδορούμενός μοι, καὶ ταῦτα οὐκ εἰδὼς οἷός τις ἦν τὸν τρόπον. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> τοῦτʼ αὖ μακρῷ ἐκείνου τερατωδέστερον, ἀλεκτρυὼν φιλόσοφος. εἰπὲ δὲ ὅμως, ὦ Μνησάρχου παῖ, ὅπως ἡμῖν ἀντὶ μὲν ἀνθρώπου ὄρνις, ἀντὶ δὲ Σαμίου Ταναγραῖος ἀναπέφηνας· οὐ πιθανὰ γὰρ ταῦτα οὐδὲ πάνυ πιστεῦσαι ῥᾴδια, ἐπεὶ καὶ δύʼ ἤδη μοι τετηρηκέναι δοκῶ πάνυ ἀλλότρια ἐν σοὶ τοῦ Πυθαγόρου. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> τὰ ποῖα; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἓν μὲν ὅτι λάλος εἶ καὶ κρακτικός, ὁ δὲ σιωπᾶν ἐς πέντε ὅλα ἔτη, οἶμαι, παρῄνει, ἕτερον δὲ καὶ παντελῶς <corr>παράνομον·</corr> οὐ γὰρ ἔχων ὅ τι σοι παραβάλοιμι εἰ μὴ<note xml:lang="mul" type="footnote" n="v.2.p.180.n.2">εἰ μὴ Harmon not in MSS. Fritzsche reads οὐ γὰρ <add>ἄλλο</add> ἔχων ὅτι σοι παραβάλοιμι <add>ἢ</add>.</note> κυάμους χθὲς ἧκον ὡς οἶσθα,<note xml:lang="mul" type="footnote" n="v.2.p.180.n.3">ἦκον ὡς οἶσθα Fritzsche : ἦκον ὡς οἰσθα ἔχων β; ὡς οἶσθα ἔχων ἦκσν γ.</note> καὶ σὺ οὐδὲ μελλήσας ἀνέλεξας αὐτούς· ὥστε ἢ ἐψεῦσθαί σοι ἀνάγκη καὶ ἄλλῳ εἶναι ἢ Πυθαγόρᾳ ὄντι παρανενομηκέναι καὶ τὸ ἴσον ἠσεβηκέναι κυάμους φαγόντα ὡς ἂν εἰ τὴν κεφαλὴν τοῦ πατρὸς ἐδηδόκεις.  </p></sp></div><pb n="v.2.p.182"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="5"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οὐ γὰρ οἶσθα, ὦ Μίκυλλε, ἥτις αἰτία τούτων οὐδὲ τὰ πρόσφορα ἑκάστῳ βίῳ. ἐγὼ δὲ τότε μὲν οὐκ ἤσθιον τῶν κυάμων, ἐφιλοσόφουν γάρ· νῦν δὲ φάγοιμʼ ἄν, ὀρνιθικὴ γὰρ καὶ οὐκ ἀπόρρητος ἡμῖν ἡ τροφή. πλὴν ἀλλʼ εἴ σοι φίλον, ἄκουε ὅπως ἐκ Πυθαγόρου τοῦτο νῦν εἰμι καὶ ἐν οἵοις βίοις πρότερον ἐβιότευσα καὶ ἅτινα τῆς μεταβολῆς ἑκάστης ἀπολέλαυκα. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> λέγοις ἄν· ὡς ἔμοιγε ὑπερήδιστον ἂν τὸ ἄκουσμα γένοιτο, ὥστε εἴ τις αἵρεσιν προθείη, πότερα μᾶλλον ἐθέλω σοῦ ἀκούειν τὰ τοιαῦτα διεξιόντος ἢ τὸν πανευδαίμονα ὄνειρον ἐκεῖνον αὖθις ὁρᾶν τὸν μικρὸν ἔμπροσθεν, οὐκ οἶδα ὁπότερον ἂν <corr>ἑλοίμην·</corr> οὕτως ἀδελφὰ ἡγοῦμαι τὰ σὰ τοῖς ἡδίστοις φανεῖσι καὶ ἐν ἴσῃ ὑμᾶς τιμῇ ἄγω, σέ τε καὶ τὸ πολυτίμητον ἐνύπνιον. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἔτι γὰρ σὺ ἀναπεμπάζῃ τὸν ὄνειρον ὅστις ποτὲ ὁ φανείς σοι ἦν καί τινα ἰνδάλματα μάταια διαφυλάττεις, κενὴν καὶ ὡς ὁ ποιητικὸς λόγος φησὶν ἀμενηνήν τινα εὐδαιμονίαν τῇ μνήμῃ μεταδιώκων; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="6"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀλλʼ οὐδʼ ἐπιλήσομαί ποτε, ὦ ἀλεκτρυών, εὖ ἴσθι, τῆς ὄψεως ἐκείνης· οὕτω μοι πολὺ τὸ μέλι ἐν τοῖς ὀφθαλμοῖς ὁ ὄνειρος καταλιπὼν ᾤχετο, ὡς μόγις ἀνοίγειν τὰ βλέφαρα ὑπʼ αὐτοῦ εἰς ὕπνον αὖθις κατασπώμενα. οἷον γοῦν ἐν τοῖς ὠσὶ τὰ πτερὰ ἐργάζεται στρεφόμενα, τοιοῦτον γάργαλον παρείχετό μοι τὰ ὁρώμενα.  </p></sp><pb n="v.2.p.184"/><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> Ἡράκλεις, δεινόν τινα φὴς τὸν ὄνειρον,<note xml:lang="mul" type="footnote" n="v.2.p.184.n.1">δεινόν τινα φὴς τὸν ὄνειρον Reifferscheid : δεινόν τινα φὴς τὸν ἔρωτα τοῦ ἐνυπνίου (or τὸν ἔρωτα φὴς τοῦ ἐνυπνίου) MSS.</note> εἴ γε πτηνὸς ὤν, ὥς φασιν, καὶ ὅρον ἔχων τῆς πτήσεως τὸν ὕπνον ὑπὲρ τὰ ἐσκαμμένα ἤδη πηδᾷ καὶ ἐνδιατρίβει ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς μελιχρὸς οὕτως καὶ ἐναργὴς φαινόμενος· ἐθέλω γοῦν ἀκοῦσαι <corr>οἷός</corr> τίς ἐστιν οὕτω σοι τριπόθητος ὤν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἕτοιμος <corr>λέγειν·</corr> ἡδὺ γοῦν τὸ μεμνῆσθαι καὶ διεξιέναι τι περὶ αὐτοῦ. σὺ δὲ πηνίκα, ὦ Πυθαγόρα, διηγήσῃ τὰ περὶ τῶν μεταβολῶν; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἐπειδὰν σύ, ὦ Μίκυλλε, παύσῃ ὀνειρώττων καὶ ἀποψήσῃ ἀπὸ τῶν βλεφάρων τὸ μέλι· νῦν δὲ πρότερος εἰπέ, ὡς μάθω εἴτε διὰ τῶν ἐλεφαντίνων πυλῶν εἴτε διὰ τῶν κερατίνων σοι ὁ ὄνειρος ἧκε πετόμενος. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐδὲ διʼ ἑτέρας τούτων, ὦ Πυθαγόρα. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> καὶ μὴν Ὅμηρος δύο ταύτας μόνας λέγει. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἔα χαίρειν τὸν λῆρον ἐκεῖνον ποιητὴν οὐδὲν εἰδότα ὀνείρων πέρι. οἱ πένητες ἴσως ὄνειροι διὰ τῶν τοιούτων ἐξίασιν, οἵους ἐκεῖνος ἑώρα οὐδὲ πάνυ σαφῶς τυφλὸς αὐτὸς ὤν, ἐμοὶ δὲ διὰ χρυσῶν τινων πυλῶν ὁ ἥδιστος ἀφίκετο, χρυσοῦς καὶ <pb n="v.2.p.186"/> αὐτὸς καὶ χρυσᾶ <corr>πάντα</corr> περιβεβλημένος καὶ πολὺ ἐπαγόμενος χρυσίον. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> παῦε, ὦ Μίδα βέλτιστε, <corr>χρυσολογῶν·</corr> ἀτεχνῶς γὰρ ἐκ τῆς ἐκείνου σοι εὐχῆς τὸ ἐνύπνιον καὶ μέταλλα ὅλα χρύσεια κεκοιμῆσθαί μοι δοκεῖς. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>