<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2:28-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2:28-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="28"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀληθῆ ἴσως ταῦτα, ὦ ἀλεκτρυών. ἐγὼ δὲ ὃ πέπονθα οὐκ αἰσχύνομαι πρὸς σὲ <corr>εἰπεῖν·</corr> οὐδέπω δύναμαι ἀπομαθεῖν τὴν ἐπιθυμίαν ἣν ἐκ παίδων εἶχον πλούσιος γενέσθαι, ἀλλὰ μὴν καὶ τοὐνύπνιον ἔτι πρὸ τῶν ὀφθαλμῶν ἕστηκεν ἐπιδεικνύμενον τὸ χρυσίον, καὶ μάλιστα ἐπὶ τῷ καταράτῳ Σίμωνι ἀποπνίγομαι τρυφῶντι ἐν ἀγαθοῖς τοσούτοις. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἐγώ σε ἰάσομαι, ὦ Μίκυλλε· καὶ ἐπείπερ ἔτι νύξ ἐστιν, ἐξαναστὰς ἕπου μοι· ἀπάξω γάρ σε παρʼ αὐτὸν ἐκεῖνον τὸν Σίμωνα καὶ εἰς τὰς τῶν ἄλλων πλουσίων <corr>οἰκίας.</corr> ὡς ἴδοις οἷα τὰ παρʼ αὐτοῖς ἐστι. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> πῶς τοῦτο, κεκλεισμένων τῶν θυρῶν; εἰ μὴ καὶ τοιχωρυχεῖν γε σύ με ἀναγκάσεις. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οὐδαμῶς, ἀλλʼ ὁ Ἑρμῆς, οὗπερ ἱερός εἰμι, ἐξαίρετον ἔδωκέ μοι τοῦτο, ἤν τις τὸ οὐραῖον πτερὸν τὸ μήκιστον, ὃ διʼ ἁπαλότητα ἐπικαμπές ἐστι — </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> δύο δʼ ἔστι σοι τοιαῦτα. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> τὸ δεξιὸν τοίνυν ὅτῳ ἂν ἐγὼ ἀποσπάσαι παράσχω καὶ ἔχειν,<note xml:lang="mul" type="footnote" n="v.2.p.228.n.1">ἀποσπάσαι παράχω καὶ ἔχειν Fritzsche: ἀποσπάσαι παράσχω καὶ ἔχῃ β; ἀποσπάσας παράσχω ἔχειν γ.</note> ἐς ὅσον ἂν βούλωμαι ἀνοίγειν τε ὁ τοιοῦτος πᾶσαν θύραν δύναται καὶ ὁρᾶν ἅπαντα οὐχ ὁρώμενος αὐτός.  </p></sp><pb n="v.2.p.230"/><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἐλελήθεις με, ὦ ἀλεκτρυών, καὶ σὺ γόης ὤν. ἐμοὶ δʼ οὖν ἢν τοῦτο ἅπαξ παράσχῃς, ὄψει τὰ Σίμωνος πάντα ἐν βραχεῖ δεῦρο μετενηνεγμένα· μετοίσω γὰρ αὐτὰ παρεισελθών, ὁ δὲ αὖθις περιτρώξεται ἀποτείνων τὰ καττύματα. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οὐ θέμις γενέσθαι τοῦτο· παρήγγειλε γὰρ ὁ Ἑρμῆς, ἤν τι τοιοῦτον ἐργάσηται ὁ ἔχων τὸ πτερόν, ἀναβοήσαντά με καταφωρᾶσαι αὐτόν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀπίθανον λέγεις, κλέπτην τὸν Ἑρμῆν αὐτὸν ὄντα τοῖς ἄλλοις φθονεῖν τοῦ τοιούτου. ἀπίωμεν δʼ ὅμως· ἀφέξομαι γὰρ τοῦ χρυσίου, ἢν δύνωμαι. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἀπότιλον, ὦ Μίκυλλε, πρότερον τὸ πτίλον <gap reason="lost" rend=" . . . "/> τί τοῦτο; ἄμφω ἀπέτιλας. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀσφαλέστερον οὕτως, ὦ ἀλεκτρυών, καὶ σοὶ ἧττον ἂν ἄμορφον τὸ πρᾶγμα εἴη, ὡς μὴ χωλεύοις διὰ θάτερον τῆς οὐρᾶς μέρος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="29"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> εἶεν. ἐπὶ τὸν Σίμωνα πρῶτον ἄπιμεν ἢ παρʼ ἄλλον τινὰ τῶν πλουσίων; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐ μὲν οὖν, ἀλλὰ παρὰ τὸν Σίμωνα, ὃς ἀντὶ δισυλλάβου τετρασύλλαβος ἤδη πλουτήσας εἶναι ἀξιοῖ. καὶ δὴ πάρεσμεν <corr>ἐπὶ</corr> τὰς θύρας. τί οὖν ποιῶ τὸ μετὰ τοῦτο;  </p></sp><pb n="v.2.p.232"/><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἐπίθες τὸ πτερὸν ἐπὶ τὸ κλεῖθρον. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἰδοὺ δή. ὦ Ἡράκλεις, ἀναπέπταται ὥσπερ ὑπὸ κλειδὶ ἡ θύρα. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἡγοῦ ἐς τὸ πρόσθεν. ὁρᾷς αὐτὸν ἀγρυπνοῦντα καὶ λογιζόμενον; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὁρῶ νὴ Δία πρὸς ἀμαυράν γε καὶ διψῶσαν τὴν θρυαλλίδα, καὶ ὠχρὸς δὲ ἐστὶν οὐκ οἶδʼ ὅθεν, ἀλεκτρυών, καὶ κατέσκληκεν ὅλος ἐκτετηκώς, ὑπὸ φροντίδων δηλαδή· οὐ γὰρ νοσεῖν ἄλλως ἐλέγετο. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἄκουσον ἅ <corr>φησιν·</corr> εἴσῃ γὰρ ὅθεν οὕτως ἔχει. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> οὐκοῦν τάλαντα μὲν ἑβδομήκοντα ἐκεῖνα πάνυ ἀσφαλῶς ὑπὸ τῇ κλίνῃ κατορώρυκται καὶ οὐδεὶς ἄλλος οἶδε, τὰ δὲ ἑκκαίδεκα εἶδεν, οἶμαι, Σωσύλος ὁ ἱπποκόμος ὑπὸ τῇ φάτνῃ κατακρύπτοντά με· ὅλος γοῦν περὶ τὸν ἱππῶνά ἐστιν, οὐ πάνυ ἐπιμελὴς ἄλλως οὐδὲ φιλόπονος ὤν. εἰκὸς δὲ ἡρπάσθαι πολλῷ πλείω τούτων, ἢ πόθεν γὰρ ὁ Τίβειος<note xml:lang="mul" type="footnote" n="v.2.p.232.n.1">Τίβειος Harmon: Τίβιος MSS.</note> τάριχος αὑτῷ οὕτω μέγα ὠψωνηκέναι χθὲς ἐλέγετο ἢ τῇ γυναικὶ ἐλλόβιον ἐωνῆσθαι πέντε δραχμῶν ὅλων; τἀμὰ οὗτοι σπαθῶσι τοῦ κακοδαίμονος. ἀλλʼ οὐδὲ τὰ ἐκπώματα ἐν ἀσφαλεῖ μοι ἀπόκειται τοσαῦτα ὄντα· δέδια γοῦν μή τις ὑπορύξας τὸν τοῖχον ὑφέληται αὐτά· πολλοὶ φθονοῦσι καὶ ἐπιβουλεύουσί μοι, καὶ μάλιστα ὁ γείτων Μίκυλλος.  </p></sp><pb n="v.2.p.234"/><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> νὴ Δία· σοὶ γὰρ ὅμοιος ἐγὼ καὶ τὰ τρύβλια ὑπὸ μάλης ἄπειμι ἔχων. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> σιώπησον, Μίκυλλε, μὴ καταφωράσῃ παρόντας ἡμᾶς. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> ἄριστον γοῦν ἄγρυπνον αὐτὸν <corr>φυλάττειν·</corr> ἅπασαν περίειμι διαναστὰς ἐν κύκλῳ τὴν οἰκίαν. τίς οὗτος; ὁρῶ σέ γε, τοιχωρύχε <gap reason="lost" rend=" . . . "/> μὰ Δία, ἐπεὶ κίων γε ὢν τυγχάνεις, εὖ ἔχει. ἀριθμήσω αὖθις ἀνορύξας τὸ χρυσίον, μή τί με πρῴην διέλαθεν. ἰδοὺ πάλιν ἐψόφηκέ τις· ἐπʼ ἐμὲ δηλαδή· πολιορκοῦμαι καὶ ἐπιβουλεύομαι πρὸς ἁπάντων. ποῦ μοι τὸ ξιφίδιον; ἂν λάβω <corr>τινά</corr> <gap reason="lost" rend=" . . . "/> θάπτωμεν αὖθις τὸ χρυσίον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="30"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> τοιαῦτα μέν σοι, ὦ Μίκυλλε, τὰ Σίμωνος. ἀπίωμεν δὲ καὶ παρʼ ἄλλον τινά, ἕως ἔτι ὀλίγον τῆς νυκτὸς λοιπόν ἐστιν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὁ κακοδαίμων, οἷον βιοῖ τὸν βίον. ἐχθροῖς οὕτω πλουτεῖν <corr>γένοιτο.</corr> κατὰ κόρρης δʼ οὖν πατάξας αὐτὸν ἀπελθεῖν βούλομαι. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> τίς ἐπάταξέ με; λῃστεύομαι ὁ δυστυχής. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οἴμωζε καὶ ἀγρύπνει καὶ ὅμοιος γίγνου τὸ χρῶμα τῷ χρυσῷ προστετηκὼς αὐτῷ. ἡμεῖς δὲ παρὰ Γνίφωνα, εἰ δοκεῖ, τὸν δανειστὴν ἴωμεν. οὐ <pb n="v.2.p.236"/> μακρὰν δὲ καὶ οὗτος οἰκεῖ. ἀνέῳγε καὶ αὕτη ἡμῖν ἡ θύρα. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>