<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="1"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀλλὰ σέ, κάκιστε ἀλεκτρυών, ὁ Ζεὺς αὐτὸς ἐπιτρίψειε φθονερὸν οὕτω καὶ ὀξύφωνον ὄντα, <corr>ὅς</corr> με πλουτοῦντα καὶ ἡδίστῳ ὀνείρῳ συνόντα καὶ θαυμαστὴν εὐδαιμονίαν εὐδαιμονοῦντα διάτορόν τι καὶ γεγωνὸς ἀναβοήσας ἐπήγειρας, ὡς μηδὲ νύκτωρ γοῦν τὴν πολὺ σοῦ μιαρωτέραν πενίαν διαφύγοιμι. καίτοι εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε ἡσυχίᾳ πολλῇ ἔτι οὔσῃ καὶ τῷ κρύει μηδέπω με τὸ ὄρθριον ὥσπερ εἴωθεν ἀποπηγνύντι — γνώμων γὰρ οὗτος ἀψευδέστατός μοι προσελαυνούσης ἡμέρας — οὐδέπω μέσαι νύκτες εἰσίν, ὁ δὲ ἄϋπνος οὗτος ὥσπερ τὸ χρυσοῦν ἐκεῖνο κώδιον φυλάττων ἀφʼ ἑσπέρας εὐθὺς ἤδη κέκραγεν, ἀλλʼ οὔτι χαίρων γε· ἀμυνοῦμαι γὰρ ἀμέλει σε, ἢν μόνον ἡμέρα γένηται, συντρίβων τῇ βακτηρίᾳ· νῦν δέ μοι πράγματα παρέξεις μεταπηδῶν ἐν τῷ σκότῳ. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> Μίκυλλε δέσποτα, ᾤμην τι χαριεῖσθαί σοι φθάνων τῆς νυκτὸς ὁπόσον δυναίμην, ὡς ἔχοις ὀρθρευόμενος προανύειν τὰ πολλὰ τῶν ἔργων· εἰ<note xml:lang="mul" type="footnote" n="v.2.p.172.n.1">εἰ Harmon: ἢ (or ἠ) γ; ἢν (and ἐργάσῃ) β.</note> γοῦν πρὶν ἀνατεῖλαι ἥλιον μίαν κρηπῖδα <pb n="v.2.p.174"/> ἐξεργάσαιο, πρὸ ὁδοῦ ἔσῃ τοῦτο ἐς τὰ ἄλφιτα πεπονηκώς. εἰ δέ σοι καθεύδειν ἥδιον, ἐγὼ μὲν ἡσυχάσομαί σοι καὶ πολὺ ἀφωνότερος ἔσομαι τῶν ἰχθύων, σὺ δὲ ὅρα ὅπως μὴ ὄναρ πλουτῶν λιμώττῃς ἀνεγρόμενος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="2"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὦ Ζεῦ τεράστιε καὶ Ἡράκλεις ἀλεξίκακε, τί τὸ κακὸν τοῦτό ἐστιν; ἀνθρωπίνως ἐλάλησεν ὁ ἀλεκτρυών. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> εἶτά σοι τέρας εἶναι δοκεῖ τὸ τοιοῦτον, εἰ ὁμόφωνος ὑμῖν εἰμι; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> πῶς γὰρ οὐ τέρας; ἀλλʼ ἀποτρέποιτε, ὦ θεοί, τὸ δεινὸν ἀφʼ ἡμῶν. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> σύ μοι δοκεῖς, ὦ Μίκυλλε, κομιδῇ ἀπαίδευτος εἶναι μηδὲ ἀνεγνωκέναι τὰ Ὁμήρου ποιήματα, ἐν οἷς καὶ ὁ τοῦ Ἀχιλλέως ἵππος ὁ Ξάνθος μακρὰ χαίρειν φράσας τῷ χρεμετίζειν ἕστηκεν ἐν μέσῳ τῷ πολέμῳ διαλεγόμενος, ἔπη ὅλα ῥαψῳδῶν, οὐχ ὥσπερ ἐγὼ νῦν ἄνευ τῶν μέτρων. ἀλλὰ καὶ ἐμαντεύετο ἐκεῖνος καὶ τὰ μέλλοντα προεθέσπιζε καὶ οὐδέν τι παράδοξον ἐδόκει ποιεῖν, οὐδὲ ὁ ἀκούων ἐπεκαλεῖτο ὥσπερ σὺ τὸν ἀλεξίκακον, ἀποτρόπαιον ἡγούμενος τὸ ἄκουσμα. καίτοι τί ἂν ἐποίησας, εἴ σοι ἡ τῆς Ἀργοῦς τρόπις ἐλάλησεν ὥσπερ ποτέ, ἢ<note xml:lang="mul" type="footnote" n="v.2.p.174.n.1">ἤ Fritzsche: not in MSS.</note> ἡ φηγὸς ἐν Δωδώνῃ αὐτόφωνος ἐμαντεύσατο, ἢ εἰ βύρσας εἶδες ἑρπούσας καὶ βοῶν κρέα μυκώμενα ἡμίοπτα<note xml:lang="mul" type="footnote" n="v.2.p.174.n.2">ἡμίοπτα Cobet: ἡμίοπτα καὶ ἑφθά γ; ἡμίεφθα β.</note> περιπεπαρμένα τοῖς ὀβελοῖς; ἐγὼ δὲ Ἑρμοῦ <pb n="v.2.p.176"/> πάρεδρος ὢν λαλιστάτου καὶ λογιωτάτου θεῶν ἁπάντων καὶ τὰ ἄλλα ὁμοδίαιτος ὑμῖν καὶ σύντροφος οὐ χαλεπῶς ἔμελλον ἐκμαθήσεσθαι τὴν ἀνθρωπίνην φωνήν. εἰ δὲ ἐχεμυθήσειν ὑπόσχοιό μοι, οὐκ ἂν ὀκνήσαιμί σοι τὴν ἀληθεστέραν αἰτίαν εἰπεῖν τῆς πρὸς ὑμᾶς ὁμοφωνίας καὶ ὅθεν ὑπάρχει μοι οὕτω λαλεῖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="3"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀλλὰ μὴ ὄνειρος καὶ ταῦτά ἐστιν, ἀλεκτρυὼν οὕτω πρὸς ἐμὲ διαλεγόμενος; εἰπὲ δʼ οὖν πρὸς τοῦ Ἑρμοῦ, ὦ βέλτιστε, ὅ τι καὶ ἄλλο σοι τῆς φωνῆς αἴτιον. ὡς δὲ σιωπήσομαι καὶ πρὸς οὐδένα ἐρῶ, τι σε χρὴ δεδιέναι; τίς γὰρ ἂν πιστεύσειέ μοι, εἴ τι διηγοίμην ὡς ἀλεκτρυόνος αὐτὸ εἰπόντος ἀκηκοώς; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἄκουε τοίνυν παραδοξότατόν σοι εὖ οἶδʼ ὅτι λόγον, ὦ Μίκυλλε· οὑτοσὶ γὰρ ὁ νῦν σοι ἀλεκτρυὼν φαινόμενος οὐ πρὸ πολλοῦ ἄνθρωπος ἦν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἤκουσά τι καὶ πάλαι τοιοῦτον ἀμέλει περὶ ὑμῶν ὡς Ἀλεκτρυών τις νεανίσκος φίλος γένοιτο τῷ Ἄρει καὶ συμπίνοι τῷ θεῷ καὶ συγκωμάζοι καὶ κοινωνοίη τῶν <corr>ἐρωτικῶν·</corr> εἴποτε γοῦν ἀπίοι παρὰ τὴν Ἀφροδίτην μοιχεύσων ὁ Ἄρης, ἐπάγεσθαι καὶ τὸν Ἀλεκτρυόνα, καὶ ἐπειδήπερ τὸν Ἥλιον μάλιστα ὑφεωρᾶτο, μὴ κατιδὼν ἐξείποι πρὸς τὸν Ἥφαιστον, ἔξω πρὸς ταῖς θύραις ἀπολείπειν ἀεὶ τὸν νεανίσκον μηνύσοντα ὁπότε ἀνίσχοι ὁ Ἥλιος. εἶτά ποτε κατακοιμηθῆναι τὸν Ἀλεκτρυόνα καὶ προδοῦναι τὴν φρουρὰν <corr>ἄκοντα,</corr> τὸν δὲ Ἥλιον <pb n="v.2.p.178"/> λαθόντα ἐπιστῆναι τῇ Ἀφροδίτῃ καὶ τῷ Ἄρει ἀφρόντιδι ἀναπαυομένῳ διὰ τὸ πιστεύειν τὸν Ἀλεκτρυόνα μηνῦσαι ἄν, εἴ τις ἐπίοι· καὶ οὕτω τὸν Ἥφαιστον παρʼ Ἡλίου μαθόντα συλλαβεῖν αὐτοὺς περιβαλόντα καὶ σαγηνεύσαντα τοῖς δεσμοῖς ἃ πάλαι μεμηχάνητο ἐπʼ αὐτούς· ἀφεθέντα δὲ ὡς ἀφείθη τὸν Ἄρη ἀγανακτῆσαι κατὰ τοῦ Ἀλεκτρυόνος καὶ μεταβαλεῖν αὐτὸν εἰς τουτὶ τὸ ὄρνεον αὐτοῖς ὅπλοις, ὡς ἔτι τοῦ κράνους τὸν λόφον ἔχειν ἐπὶ τῇ κεφαλῇ. διὰ τοῦτο ὑμᾶς ἀπολογουμένους τῷ Ἄρει ὅτʼ οὐδὲν ὄφελος, ἐπειδὰν αἴσθησθε ἀνελευσόμενον τὸν ἥλιον, πρὸ πολλοῦ βοᾶν ἐπισημαινομένους τὴν ἀνατολὴν αὐτοῦ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="4"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> φασὶ μὲν καὶ ταῦτα, ὦ Μίκυλλε, τὸ δὲ ἐμὸν ἑτεροῖόν τι ἐγένετο, καὶ πάνυ ἔναγχος εἰς ἀλεκτρυόνα σοι μεταβέβηκα. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> πῶς; ἐθέλω γὰρ τοῦτο μάλιστα <corr>εἰδέναι.</corr> </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἀκούεις τινὰ Πυθαγόραν Μνησαρχίδην Σάμιον;<note xml:lang="mul" type="footnote" n="v.2.p.178.n.1">Μνησαρχίδην Σάμιον Text β: Οἰσθα ἄρα τὸν Πυθαγόραν; γ.</note> </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> τὸν σοφιστὴν λέγεις, τὸν ἀλαζόνα, ὃς ἐνομοθέτει μήτε κρεῶν γεύεσθαι μήτε κυάμους ἐσθίειν, ἥδιστον ἐμοὶ γοῦν ὄψον ἐκτράπεζον ἀποφαίνων, ἔτι δὲ πείθων τοὺς ἀνθρώπους ὡς πρὸ τοῦ <pb n="v.2.p.180"/> Πυθαγόρου Εὔφορβος γένοιτο;<note xml:lang="mul" type="footnote" n="v.2.p.180.n.1">Τext β : ἔτι δὲ πείθων τοὺς ἀνθρώπους ἐς πέντε ἔτη μὴ διαλέγεσθαι; ΑΛΕΚ. Ἴσθι δῆτα κἀκεῖνο, ὡς πρὸ τοῦ Πυθαγόρου Εὔφορβος γένοιτο: γ. The γ reading is, think, due to someoneʼs desire to make a pun on Πυθαγόρας (Πειθαγόρας) to match that on Eὔφορβος.</note> γόητά φασι καὶ τερατουργὸν ἄνθρωπον, ὦ ἀλεκτρυών. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἐκεῖνος αὐτὸς <corr>ἐγώ</corr> σοί εἰμι ὁ Πυθαγόρας. ὥστε παῦʼ, ὦγαθέ, λοιδορούμενός μοι, καὶ ταῦτα οὐκ εἰδὼς οἷός τις ἦν τὸν τρόπον. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> τοῦτʼ αὖ μακρῷ ἐκείνου τερατωδέστερον, ἀλεκτρυὼν φιλόσοφος. εἰπὲ δὲ ὅμως, ὦ Μνησάρχου παῖ, ὅπως ἡμῖν ἀντὶ μὲν ἀνθρώπου ὄρνις, ἀντὶ δὲ Σαμίου Ταναγραῖος ἀναπέφηνας· οὐ πιθανὰ γὰρ ταῦτα οὐδὲ πάνυ πιστεῦσαι ῥᾴδια, ἐπεὶ καὶ δύʼ ἤδη μοι τετηρηκέναι δοκῶ πάνυ ἀλλότρια ἐν σοὶ τοῦ Πυθαγόρου. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> τὰ ποῖα; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἓν μὲν ὅτι λάλος εἶ καὶ κρακτικός, ὁ δὲ σιωπᾶν ἐς πέντε ὅλα ἔτη, οἶμαι, παρῄνει, ἕτερον δὲ καὶ παντελῶς <corr>παράνομον·</corr> οὐ γὰρ ἔχων ὅ τι σοι παραβάλοιμι εἰ μὴ<note xml:lang="mul" type="footnote" n="v.2.p.180.n.2">εἰ μὴ Harmon not in MSS. Fritzsche reads οὐ γὰρ <add>ἄλλο</add> ἔχων ὅτι σοι παραβάλοιμι <add>ἢ</add>.</note> κυάμους χθὲς ἧκον ὡς οἶσθα,<note xml:lang="mul" type="footnote" n="v.2.p.180.n.3">ἦκον ὡς οἶσθα Fritzsche : ἦκον ὡς οἰσθα ἔχων β; ὡς οἶσθα ἔχων ἦκσν γ.</note> καὶ σὺ οὐδὲ μελλήσας ἀνέλεξας αὐτούς· ὥστε ἢ ἐψεῦσθαί σοι ἀνάγκη καὶ ἄλλῳ εἶναι ἢ Πυθαγόρᾳ ὄντι παρανενομηκέναι καὶ τὸ ἴσον ἠσεβηκέναι κυάμους φαγόντα ὡς ἂν εἰ τὴν κεφαλὴν τοῦ πατρὸς ἐδηδόκεις.  </p></sp></div><pb n="v.2.p.182"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="5"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οὐ γὰρ οἶσθα, ὦ Μίκυλλε, ἥτις αἰτία τούτων οὐδὲ τὰ πρόσφορα ἑκάστῳ βίῳ. ἐγὼ δὲ τότε μὲν οὐκ ἤσθιον τῶν κυάμων, ἐφιλοσόφουν γάρ· νῦν δὲ φάγοιμʼ ἄν, ὀρνιθικὴ γὰρ καὶ οὐκ ἀπόρρητος ἡμῖν ἡ τροφή. πλὴν ἀλλʼ εἴ σοι φίλον, ἄκουε ὅπως ἐκ Πυθαγόρου τοῦτο νῦν εἰμι καὶ ἐν οἵοις βίοις πρότερον ἐβιότευσα καὶ ἅτινα τῆς μεταβολῆς ἑκάστης ἀπολέλαυκα. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> λέγοις ἄν· ὡς ἔμοιγε ὑπερήδιστον ἂν τὸ ἄκουσμα γένοιτο, ὥστε εἴ τις αἵρεσιν προθείη, πότερα μᾶλλον ἐθέλω σοῦ ἀκούειν τὰ τοιαῦτα διεξιόντος ἢ τὸν πανευδαίμονα ὄνειρον ἐκεῖνον αὖθις ὁρᾶν τὸν μικρὸν ἔμπροσθεν, οὐκ οἶδα ὁπότερον ἂν <corr>ἑλοίμην·</corr> οὕτως ἀδελφὰ ἡγοῦμαι τὰ σὰ τοῖς ἡδίστοις φανεῖσι καὶ ἐν ἴσῃ ὑμᾶς τιμῇ ἄγω, σέ τε καὶ τὸ πολυτίμητον ἐνύπνιον. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἔτι γὰρ σὺ ἀναπεμπάζῃ τὸν ὄνειρον ὅστις ποτὲ ὁ φανείς σοι ἦν καί τινα ἰνδάλματα μάταια διαφυλάττεις, κενὴν καὶ ὡς ὁ ποιητικὸς λόγος φησὶν ἀμενηνήν τινα εὐδαιμονίαν τῇ μνήμῃ μεταδιώκων; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="6"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀλλʼ οὐδʼ ἐπιλήσομαί ποτε, ὦ ἀλεκτρυών, εὖ ἴσθι, τῆς ὄψεως ἐκείνης· οὕτω μοι πολὺ τὸ μέλι ἐν τοῖς ὀφθαλμοῖς ὁ ὄνειρος καταλιπὼν ᾤχετο, ὡς μόγις ἀνοίγειν τὰ βλέφαρα ὑπʼ αὐτοῦ εἰς ὕπνον αὖθις κατασπώμενα. οἷον γοῦν ἐν τοῖς ὠσὶ τὰ πτερὰ ἐργάζεται στρεφόμενα, τοιοῦτον γάργαλον παρείχετό μοι τὰ ὁρώμενα.  </p></sp><pb n="v.2.p.184"/><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> Ἡράκλεις, δεινόν τινα φὴς τὸν ὄνειρον,<note xml:lang="mul" type="footnote" n="v.2.p.184.n.1">δεινόν τινα φὴς τὸν ὄνειρον Reifferscheid : δεινόν τινα φὴς τὸν ἔρωτα τοῦ ἐνυπνίου (or τὸν ἔρωτα φὴς τοῦ ἐνυπνίου) MSS.</note> εἴ γε πτηνὸς ὤν, ὥς φασιν, καὶ ὅρον ἔχων τῆς πτήσεως τὸν ὕπνον ὑπὲρ τὰ ἐσκαμμένα ἤδη πηδᾷ καὶ ἐνδιατρίβει ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς μελιχρὸς οὕτως καὶ ἐναργὴς φαινόμενος· ἐθέλω γοῦν ἀκοῦσαι <corr>οἷός</corr> τίς ἐστιν οὕτω σοι τριπόθητος ὤν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἕτοιμος <corr>λέγειν·</corr> ἡδὺ γοῦν τὸ μεμνῆσθαι καὶ διεξιέναι τι περὶ αὐτοῦ. σὺ δὲ πηνίκα, ὦ Πυθαγόρα, διηγήσῃ τὰ περὶ τῶν μεταβολῶν; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἐπειδὰν σύ, ὦ Μίκυλλε, παύσῃ ὀνειρώττων καὶ ἀποψήσῃ ἀπὸ τῶν βλεφάρων τὸ μέλι· νῦν δὲ πρότερος εἰπέ, ὡς μάθω εἴτε διὰ τῶν ἐλεφαντίνων πυλῶν εἴτε διὰ τῶν κερατίνων σοι ὁ ὄνειρος ἧκε πετόμενος. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐδὲ διʼ ἑτέρας τούτων, ὦ Πυθαγόρα. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> καὶ μὴν Ὅμηρος δύο ταύτας μόνας λέγει. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἔα χαίρειν τὸν λῆρον ἐκεῖνον ποιητὴν οὐδὲν εἰδότα ὀνείρων πέρι. οἱ πένητες ἴσως ὄνειροι διὰ τῶν τοιούτων ἐξίασιν, οἵους ἐκεῖνος ἑώρα οὐδὲ πάνυ σαφῶς τυφλὸς αὐτὸς ὤν, ἐμοὶ δὲ διὰ χρυσῶν τινων πυλῶν ὁ ἥδιστος ἀφίκετο, χρυσοῦς καὶ <pb n="v.2.p.186"/> αὐτὸς καὶ χρυσᾶ <corr>πάντα</corr> περιβεβλημένος καὶ πολὺ ἐπαγόμενος χρυσίον. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> παῦε, ὦ Μίδα βέλτιστε, <corr>χρυσολογῶν·</corr> ἀτεχνῶς γὰρ ἐκ τῆς ἐκείνου σοι εὐχῆς τὸ ἐνύπνιον καὶ μέταλλα ὅλα χρύσεια κεκοιμῆσθαί μοι δοκεῖς. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="7"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> πολύ, ὦ Πυθαγόρα, χρυσίον εἶδον, πολύ, πῶς οἴει καλὸν ἢ οἵαν τὴν αὐγὴν ἀπαστράπτον; τί ποτε ὁ Πίνδαρός φησι περὶ αὐτοῦ ἐπαινῶν — ἀνάμνησον γάρ με, εἴπερ οἶσθα — ὁπότε ὕδωρ ἄριστον εἰπὼν εἶτα τὸ χρυσίον θαυμάζει, εὖ ποιῶν, ἐν ἀρχῇ εὐθὺς τοῦ καλλίστου τῶν ᾀσμάτων ἁπάντων; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> μῶν ἐκεῖνο ζητεῖς, <quote rend="blockquote"><l>ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ </l><l>ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου; </l></quote></p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> νὴ Δία αὐτὸ τοῦτο· ὥσπερ γὰρ τοὐμὸν ἐνύπνιον ἰδὼν ὁ Πίνδαρος οὕτως ἐπαινεῖ τὸ χρυσίον. ὡς δὲ ἤδη μάθῃς οἷόν τι ἦν, ἄκουσον, ὦ σοφώτατε ἀλεκτρυών. ὅτι μὲν οὐκ οἰκόσιτος ἦν χθές, οἶσθα· Εὐκράτης γάρ με ὁ πλούσιος ἐντυχὼν ἐν ἀγορᾷ λουσάμενον ἥκειν ἐκέλευε τὴν ὥραν ἐπὶ τὸ δεῖπνον.  </p></sp></div><pb n="v.2.p.188"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="8"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οἶδα πάνυ τοῦτο πεινήσας παρʼ ὅλην τὴν ἡμέραν, ἄχρι μοι βαθείας ἤδη ἑσπέρας ἧκες ὑποβεβρεγμένος τοὺς πέντε κυάμους ἐκείνους κομίζων, οὐ πάνυ δαψιλὲς τὸ δεῖπνον ἀλεκτρυόνι ἀθλητῇ ποτε γενομένῳ καὶ Ὀλύμπια οὐκ ἀφανῶς ἀγωνισαμένῳ. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἐπεὶ δὲ δειπνήσας ἐπανῆλθον, ἐκάθευδον εὐθὺς τοὺς κυάμους σοι παραβαλών, εἶτά μοι κατὰ τὸν Ὅμηρον <q> ἀμβροσίην διὰ νύκτα θεῖὸς</q> τις ὡς ἀληθῶς ὄνειρος ἐπιστὰς <gap reason="lost" rend=" . . ."/> </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> τὰ παρὰ τῷ Εὐκράτει πρότερον, ὦ Μίκυλλε, διήγησαι, καὶ τὸ δεῖπνον οἷον ἐγένετο καὶ τὰ ἐν τῷ συμποσίῳ πάντα· κωλύει γὰρ οὐδὲν αὖθίς σε δειπνεῖν ὥσπερ ὄνειρόν τινα τοῦ δείπνου ἐκείνου ἀναπλάττοντα καὶ ἀναμαρυκώμενον τῇ μνήμῃ τὰ βεβρωμένα. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="9"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὤιμην ἐνοχλήσειν καὶ ταῦτα διηγούμενος· ἐπεὶ δὲ σὺ προθυμῇ, καὶ δὴ λέγω. οὐ πρότερον, ὦ Πυθαγόρα, παρὰ πλουσίῳ τινὶ δειπνήσας ἐν ἅπαντι τῷ βίῳ, τύχῃ τινὶ ἀγαθῇ ἐντυγχάνω χθὲς τῷ Εὐκράτει, καὶ ἐγὼ μὲν προσειπὼν αὐτὸν ὥσπερ εἰώθειν δεσπότην ἀπηλλαττόμην, ὡς μὴ καταισχύναιμι αὐτὸν ἐν πενιχρῷ τῷ τρίβωνι συμπαρομαρτῶν, ὁ δέ, <q> Μίκυλλε,</q> φησί, <q> θυγατρὸς τήμερον ἑστιῶ γενέθλια καὶ παρεκάλεσα τῶν φίλων μάλα πολλούς· ἐπεὶ δέ τινά φασιν αὐτῶν μαλακῶς ἔχοντα οὐχ οἷόν τε εἶναι συνδειπνεῖν μεθʼ ἡμῶν, σὺ ἀντʼ ἐκείνου ἧκε λουσάμενος, ἢν μὴ <pb n="v.2.p.190"/> ὅ γε κληθεὶς αὐτὸς εἴπῃ ἀφίξεσθαι, ὡς νῦν γε ἀμφίβολός ἐστιν.</q> τοῦτο ἀκούσας ἐγὼ προσκυνήσας ἀπῄειν εὐχόμενος ἅπασι θεοῖς <corr>ἠπίαλόν</corr> <corr>τινα</corr> ἢ πλευρῖτιν ἢ ποδάγραν ἐπιπέμψαι τῷ μαλακιζομένῳ ἐκείνῳ οὗ ἔφεδρος ἐγὼ καὶ ἀντίδειπνος καὶ διάδοχος <corr>ἐκεκλήμην·</corr> καὶ τὸ ἄχρι τοῦ λουτροῦ αἰῶνα μήκιστον ἐτιθέμην, συνεχὲς ἐπισκοπῶν ὁποσάπουν τὸ στοιχεῖον εἴη καὶ πηνίκα ἤδη λοῦσθαι<note xml:lang="mul" type="footnote" n="v.2.p.190.n.1">λοῦσθαι Cobet: λελοῦσθαι MSS.</note> δέοι.</p><p rend="align(indent)"> κἀπειδή ποτε ὁ καιρὸς ἀφίκετο, πρὸς τάχος ἐμαυτὸν ἀπορρύψας ἄπειμι κοσμίως μάλα ἐσχηματισμένος, ἀναστρέψας τὸ τριβώνιον ὡς ἐπὶ τοῦ καθαρωτέρου γένοιτο ἡ ἀναβολή· </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="10"><sp><speaker>Μίκυλλος</speaker><p rend="merge">καταλαμβάνω τε πρὸς ταῖς θύραις ἄλλους τε πολλοὺς καὶ δὴ κἀκεῖνον φοράδην ὑπὸ τεττάρων κεκομισμένον, ᾧ με ὑποδειπνεῖν ἔδει, τὸν νοσεῖν λεγόμενον, καὶ ἐδήλου δὲ πονήρως ἔχων· ὑπέστενε γοῦν καὶ ὑπέβηττε καὶ ἐχρέμπτετο μύχιόν τι καὶ δυσπρόσοδον, ὠχρὸς ὅλος ὢν καὶ διῳδηκώς, ἀμφὶ τὰ ἑξήκοντα ἔτη <corr>σχεδόν·</corr> ἐλέγετο δὲ φιλόσοφός τις εἶναι τῶν πρὸς τὰ μειράκια φλυαρούντων. ὁ γοῦν πώγων μάλα τραγικὸς ἦν ἐς ὑπερβολὴν κουριῶν. καὶ αἰτιωμένου γε Ἀρχιβίου τοῦ ἰατροῦ διότι οὕτως ἔχων ἀφίκετο, <q>τὰ καθήκοντα,</q> ἔφη, <q>οὐ χρὴ προδιδόναι, καὶ ταῦτα φιλόσοφον ἄνδρα, κἂν μυρίαι νόσοι ἐμποδὼν ἱστῶνται· ἡγήσεται γὰρ Εὐκράτης ὑπερεωρᾶσθαι πρὸς ἡμῶν.</q> <q>οὐ μὲν οὖν,</q> εἶπον ἐγώ, <q> ἀλλʼ ἐπαινέσεταί σε, ἢν οἴκοι παρὰ σαυτῷ μᾶλλον ἀποθανεῖν ἐθέλῃς ἤπερ ἐν τῷ συμποσίῳ, συναναχρεμψάμενος τὴν ψυχὴν μετὰ τοῦ φλέγματος</q> ἐκεῖνος μὲν οὖν ὑπὸ <pb n="v.2.p.192"/> μεγαλοφροσύνης οὐ προσεποιεῖτο ἀκηκοέναι τοῦ σκώμματος· ἐφίσταται δὲ μετὰ μικρὸν ὁ Εὐκράτης λελουμένος καὶ ἰδὼν τὸν Θεσμόπολιν — τοῦτο γὰρ ὁ φιλόσοφος ἐκαλεῖτο — <q> διδάσκαλε,</q> φησίν, <q>εὖ μὲν ἐποίησας αὐτὸς ἥκων παρʼ ἡμᾶς, οὐ μεῖον δʼ <corr>ἄν</corr> τί σοι ἐγένετο, καὶ ἀπόντι γὰρ ἅπαντα ἑξῆς ἀπέσταλτο ἄν·</q> καὶ ἅμα λέγων εἰσῄει χειραγωγῶν τὸν Θεσμόπολιν ἐπερειδόμενον καὶ τοῖς οἰκέταις. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="11"><sp><speaker>Μίκυλλος</speaker><p rend="merge">ἐγὼ μὲν οὖν ἀπιέναι παρεσκευαζόμην, ὁ δὲ ἐπιστραφεὶς καὶ ἐπὶ πολὺ ἐνδοιάσας, ἐπεί με πάνυ σκυθρωπὸν εἶδε, <q> πάριθι,</q> ἔφη, <q>καὶ σύ, ὦ Μίκυλλε, καὶ συνδείπνει μεθʼ <corr>ἡμῶν·</corr> τὸν υἱὸν γὰρ ἐγὼ κελεύσω ἐν τῇ γυναικωνίτιδι μετὰ τῆς μητρὸς ἑστιᾶσθαι, ὡς σὺ χώραν ἔχῃς.</q> εἰσῄειν οὖν μάτην λύκος χανὼν παρὰ μικρόν, αἰσχυνόμενος ὅτι ἐδόκουν ἐξεληλακέναι τοῦ συμποσίου τὸ παιδίον τοῦ Εὐκράτους.</p><p rend="align(indent)">κἀπειδὴ κατακλίνεσθαι καιρὸς ἦν, πρῶτον μὲν ἀράμενοι ἀνέθεσαν τὸν Θεσμόπολιν οὐκ ἀπραγμόνως μὰ Δία πέντε οἶμαι νεανίσκοι εὐμεγέθεις, ὑπαυχένια περιβύσαντες αὐτῷ πάντοθεν, ὡς διαμένοι ἐν τῷ σχήματι καὶ ἐπὶ πολὺ καρτερεῖν δύναιτο. εἶτα μηδενὸς ἀνεχομένου πλησίον κατακεῖσθαι αὐτοῦ ἐμὲ ὑποκατακλίνουσι φέροντες, ὡς ὁμοτράπεζοι εἴημεν. τοὐντεῦθεν ἐδειπνοῦμεν, ὦ Πυθαγόρα, πολύοψόν τι καὶ ποικίλον δεῖπνον ἐπὶ χρυσοῦ πολλοῦ καὶ ἀργύρου· καὶ ἐκπώματα ἦν <pb n="v.2.p.194"/> χρυσᾶ καὶ διάκονοι ὡραῖοι καὶ μουσουργοὶ καὶ γελωτοποιοὶ μεταξύ, καὶ ὅλως ἡδίστη τις ἦν ἡ διατριβή, πλὴν ἀλλʼ ἕν με ἐλύπει οὐ μετρίως, ὁ Θεσμόπολις ἐνοχλῶν καὶ ἀρετήν τινα πρός με διεξιὼν καὶ διδάσκων ὡς αἱ δύο ἀποφάσεις μίαν κατάφασιν ἀποτελοῦσι καὶ ὡς εἰ ἡμέρα ἐστί, νὺξ οὐκ ἔστιν, ἐνίοτε δὲ καὶ κέρατα ἔφασκεν εἶναί μοι· καὶ τοιαῦτα πολλὰ οὐδὲν δεομένῳ προσφιλοσοφῶν συνῄρει καὶ ὑπετέμνετο τὴν εὐφροσύνην, οὐκ ἐῶν ἀκούειν τῶν κιθαριζόντων ἢ ᾀδόντων. τοῦτο μέν σοι, ὦ ἀλεκτρυών, τὸ δεῖπνον. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οὐχ ἥδιστον, ὦ Μίκυλλε, καὶ μάλιστα ἐπεὶ συνεκληρώθης τῷ λήρῳ ἐκείνῳ γέροντι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="12"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἄκουε δὲ ἤδη καὶ τὸ <corr>ἐνύπνιον·</corr> ᾤμην γὰρ τὸν Εὐκράτην αὐτὸν ἄπαιδα ὄντα οὐκ οἶδʼ ὅπως ἀποθνήσκειν, εἶτα προσκαλέσαντά με καὶ διαθήκας θέμενον ἐν αἷς ὁ κληρονόμος ἦν <corr>ἁπάντων</corr> ἐγώ, μικρὸν ἐπισχόντα <corr>ἀποθανεῖν·</corr> ἐμαυτὸν δὲ παρελθόντα ἐς τὴν οὐσίαν τὸ μὲν χρυσίον καὶ τὸ ἀργύριον ἐξαντλεῖν σκάφαις τισὶ μεγάλαις ἀέναόν τε καὶ πολὺ ἐπιρρέον, τὰ δʼ ἄλλα, τὴν ἐσθῆτα καὶ τραπέζας καὶ ἐκπώματα καὶ διακόνους, πάντα ἐμὰ ὡς τὸ εἰκὸς εἶναι. εἶτα ἐξήλαυνον ἐπὶ λευκοῦ ζεύγους, ἐξυπτιάζων, περίβλεπτος ἅπασι τοῖς ὁρῶσι καὶ ἐπίφθονος. καὶ προέθεον πολλοὶ καὶ παρίππευον<note xml:lang="mul" type="footnote" n="v.2.p.194.n.1">παρίππευον Mehler: προίππευον MSS.</note> καὶ εἵποντο πλείους. ἐγὼ δὲ τὴν ἐσθῆτα τὴν ἐκείνου ἔχων καὶ δακτυλίους βαρεῖς <pb n="v.2.p.196"/> ὅσον ἑκκαίδεκα ἐξημμένος τῶν δακτύλων ἐκέλευον ἑστίασίν τινα λαμπρὰν εὐτρεπισθῆναι ἐς ὑποδοχὴν τῶν <corr>φίλων·</corr> οἱ δέ, ὡς ἐν ὀνείρῳ εἰκός, ἤδη παρῆσαν καὶ τὸ δεῖπνον εἰσεκομίζετο καὶ ὁ πότος συνεκροτεῖτο. ἐν τούτῳ ὄντα με καὶ φιλοτησίας προπίνοντα ἐν χρυσαῖς φιάλαις ἑκάστῳ τῶν παρόντων, ἤδη τοῦ πλακοῦντος ἐσκομιζομένου ἀναβοήσας ἀκαίρως συνετάραξας μὲν ἡμῖν τὸ συμπόσιον, ἀνέτρεψας δὲ τὰς τραπέζας, τὸν δὲ πλοῦτον ἐκεῖνον ὑπηνέμιον φέρεσθαι παρεσκεύασας. ἆρά σοι ἀλόγως ἀγανακτῆσαι κατὰ σοῦ δοκῶ; ὡς τριέσπερον ἂν ἡδέως ἐπεῖδον τὸν ὄνειρόν μοι γενόμενον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="13"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οὕτω φιλόχρυσος εἶ καὶ φιλόπλουτος, ὦ Μίκυλλε, καὶ μόνον τοῦτο ἐξ ἅπαντος θαυμάζεις καὶ ἡγῇ εὔδαιμον εἶναι, πολὺ κεκτῆσθαι χρυσίον; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐκ ἐγὼ μόνος, ὦ Πυθαγόρα, τοῦτο, ἀλλὰ καὶ σὺ αὐτός, ὁπότε Εὔφορβος ἦσθα, χρυσὸν καὶ ἄργυρον ἐξημμένος τῶν βοστρύχων ᾔεις πολεμήσων τοῖς Ἀχαιοῖς, καὶ ἐν τῷ πολέμῳ, ἔνθα σιδηροφορεῖν ἄμεινον ἦν, σὺ δὲ καὶ τότε ἠξίους χρυσῷ ἀναδεδεμένος τοὺς πλοκάμους διακινδυνεύσειν. καί μοι δοκεῖ ὁ Ὅμηρος διὰ τοῦτο Χαρίτεσσιν ὁμοίας εἰπεῖν σου τὰς κόμας, ὅτι <q> χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.</q> μακρῷ γὰρ ἀμείνους δηλαδὴ καὶ ἐρασμιώτεραι ἐφαίνοντο συναναπεπλεγμέναι τῷ χρυσίῳ καὶ συναπολάμπουσαι μετʼ αὐτοῦ. καίτοι τὰ μὲν σά, ὦ χρυσοκόμη, μέτρια, εἰ Πάνθου υἱὸς ὢν ἐτίμας τὸ χρυσίον· ὁ δὲ πάντων θεῶν πατὴρ <pb n="v.2.p.198"/> καὶ ἄνδρων, ὁ Κρόνου καὶ Ῥέας, ὁπότε ἠράσθη τῆς Ἀργολικῆς ἐκείνης μείρακος, οὐκ ἔχων εἰς ὅ τι ἐρασμιώτερον αὑτὸν μεταβάλοι οὐδὲ ὅπως<note xml:lang="mul" type="footnote" n="v.2.p.198.n.1">ὅπως ἂν ἄλλως? </note> ἂν διαφθείρειε τοῦ Ἀκρισίου τὴν φρουράν — ἀκούεις δήπου ὡς χρυσίον ἐγένετο καὶ ῥυεὶς διὰ τοῦ τέγους συνῆν τῇ ἀγαπωμένῃ. ὥστε τί ἄν σοι τὸ ἐπὶ τούτῳ ἔτι λέγοιμι, ὅσας μὲν χρείας παρέχεται ὁ χρυσός, ὡς δὲ οἷς ἂν παρῇ, καλούς τε αὐτοὺς καὶ σοφοὺς καὶ ἰσχυροὺς ἀπεργάζεται τιμὴν καὶ δόξαν προσάπτων, καὶ ἐξ ἀφανῶν καὶ ἀδόξων ἐνίοτε περιβλέπτους καὶ ἀοιδίμους ἐν βραχεῖ τίθησι; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="14"><sp><speaker>Μίκυλλος</speaker><p rend="merge">τὸν γείτονα γοῦν μοι τὸν ὁμότεχνον οἶσθα τὸν Σίμωνα, οὐ πρὸ πολλοῦ δειπνήσαντα παρʼ ἐμοί, ὅτε τὸ ἔτνος ἥψουν τοῖς Κρονίοις δύο τόμους τοῦ ἀλλᾶντος ἐμβαλών. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οἶδα· τὸν σιμόν, τὸν βραχύν, ὃς τὸ κεραμεοῦν τρύβλιον ὑφελόμενος ᾤχετο ὑπὸ μάλης ἔχων μετὰ τὸ δεῖπνον, ὃ μόνον ἡμῖν <corr>ὑπῆρχεν·</corr> εἶδον γὰρ αὐτός, ὦ Μίκυλλε. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐκοῦν ἐκεῖνος αὐτὸ κλέψας εἶτα ἀπωμόσατο<note xml:lang="mul" type="footnote" n="v.2.p.198.n.2">ἀπωμόσατο de Jong : ἐπωμόσατο MSS.</note> θεοὺς τοσούτους; ἀλλὰ τί οὐκ ἐβόας καὶ ἐμήνυες τότε, ὦ ἀλεκτρυών, ληϊζομένους ἡμᾶς ὁρῶν; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἐκόκκυζον, ὃ μόνον μοι τότε δυνατὸν ἦν. τί δʼ οὖν ὁ Σίμων; ἐῴκεις γάρ τι περὶ αὐτοῦ ἐρεῖν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀνεψιὸς ἦν αὐτῷ πλούσιος ἐς ὑπερβολήν, Δριμύλος τοὔνομα. οὗτος ζῶν μὲν οὐδὲ ὀβολὸν <pb n="v.2.p.200"/> ἔδωκε τῷ Σίμωνι — πῶς γάρ, ὃς οὐδὲ αὐτὸς ἥπτετο τῶν χρημάτων; ἐπεὶ δὲ ἀπέθανε πρῴην, ἅπαντα ἐκεῖνα κατὰ τοὺς νόμους Σίμωνός ἐστι, καὶ νῦν ἐκεῖνος ὁ τὰ ῥάκια τὰ πιναρά, ὁ τὸ τρύβλιον περιλείχων, ἄσμενος ἐξελαύνει ἁλουργῆ καὶ ὑσγινοβαφῆ ἀμπεχόμενος, οἰκέτας καὶ ζεύγη καὶ χρυσᾶ ἐκπώματα καὶ ἐλεφαντόποδας τραπέζας ἔχων, ὑφʼ ἁπάντων προσκυνούμενος, οὐδὲ προσβλέπων ἔτι ἡμᾶς· ἔναγχος γοῦν ἐγὼ μὲν ἰδὼν προσιόντα, <q> χαῖρε,</q> ἔφην, <q>ὦ Σίμων,</q> ὁ δὲ ἀγανακτήσας, <q> εἴπατε,</q> ἔφη, <q>τῷ πτωχῷ τούτῳ μὴ κατασμικρύνειν μου τοὔνομα· οὐ γὰρ Σίμων, ἀλλὰ Σιμωνίδης ὀνομάζομαι.</q> τὸ δὲ μέγιστον, ἤδη καὶ ἐρῶσιν αὐτοῦ αἱ γυναῖκες, ὁ δὲ θρύπτεται πρὸς αὐτὰς καὶ ὑπερορᾷ καὶ τὰς μὲν προσίεται καὶ ἵλεώς ἐστιν, αἱ δὲ ἀπειλοῦσιν ἀναρτήσειν αὑτὰς ἀμελούμεναι. ὁρᾷς ὅσων ἀγαθῶν ὁ χρυσὸς αἴτιος, εἴ γε καὶ μεταποιεῖ τοὺς ἀμορφοτέρους καὶ ἐρασμίους ἀπεργάζεται ὥσπερ ὁ ποιητικὸς ἐκεῖνος κεστός. ἀκούεις δὲ καὶ τῶν ποιητῶν <corr>λεγόντων·</corr> <quote rend="blockquote"><l/><l>ὦ χρυσέ, δεξίωμα κάλλιστον</l></quote> καὶ χρυσὸς γάρ ἐστιν ὃς βροτῶν ἔχει κράτη. ἀλλὰ τί μεταξὺ ἐγέλασας, ὦ ἀλεκτρυών; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="15"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ὅτι ὑπʼ ἀγνοίας, ὦ Μίκυλλε, καὶ σὺ τὰ ὅμοια τοῖς πολλοῖς ἐξηπάτησαι περὶ τῶν <corr>πλουσίων·</corr> οἱ δʼ εὖ ἴσθι πολὺ ὑμῶν ἀθλιώτερον τὸν βίον βιοῦσι· <pb n="v.2.p.202"/> λέγω δέ σοι καὶ πένης καὶ πλούσιος πολλάκις γενόμενος καὶ ἅπαντος βίου πεπειραμένος· μετὰ μικρὸν δὲ καὶ αὐτὸς εἴσῃ ἕκαστα. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> νὴ Δία, καιρὸς γοῦν ἤδη καὶ σὲ εἰπεῖν ὅπως ἠλλάγης καὶ ἃ σύνοισθα τῷ βίῳ ἑκάστῳ. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἄκουε τοσοῦτόν γε προειδώς, μηδένα με σοῦ εὐδαιμονέστερον βιοῦντα ἑωρακέναι. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἐμοῦ, ὦ ἀλεκτρυών; οὕτω σοὶ γένοιτο· προάγῃ γάρ με λοιδορεῖσθαί σοι. ἀλλὰ εἰπὲ ἀπὸ Εὐφόρβου ἀρξάμενος ὅπως ἐς Πυθαγόραν μετεβλήθης, εἶτα ἑξῆς ἄχρι τοῦ ἀλεκτρυόνος· εἰκὸς γάρ σε ποικίλα καὶ ἰδεῖν καὶ παθεῖν ἐν πολυειδέσι τοῖς βίοις. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="16"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ὡς μὲν ἐξ Ἀπόλλωνος τὸ πρῶτον ἡ ψυχή μοι καταπταμένη ἐς τὴν γῆν ἐνέδυ ἐς ἀνθρώπου σῶμα ἥντινα τὴν καταδίκην ἐκτελοῦσα, μακρὸν ἂν εἴη λέγειν, ἄλλως τε οὐδὲ ὅσιον οὔτε ἐμοὶ εἰπεῖν οὔτε σοὶ ἀκούειν τὰ τοιαῦτα. ἐπεὶ δὲ Εὔφορβος ἐγενόμην <gap reason="lost" rend=" . . . "/> </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἐγὼ δὲ πρό γε τούτου, ὦ θαυμάσιε, τίς ἦν; τοῦτό μοι πρότερον εἰπέ, εἰ κἀγώ ποτε ἠλλάγην ὥσπερ σύ. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> καὶ μάλα.  </p></sp><pb n="v.2.p.204"/><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> τίς οὖν ἦν, εἴ τι ἔχεις εἰπεῖν; ἐθέλω γὰρ τοῦτο εἰδέναι. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> σύ; μύρμηξ Ἰνδικὸς τῶν τὸ χρυσίον ἀνορυττόντων. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> εἶτα ὤκνουν ὁ κακοδαίμων κἂν ὀλίγα τῶν ψηγμάτων ἥκειν ἐς τόνδε τὸν βίον ἐξ ἐκείνου ἐπισιτισάμενος; ἀλλὰ <corr>καὶ</corr> τί μετὰ τοῦτο ἔσομαι, εἰπέ· εἰκὸς γὰρ εἰδέναι σε. εἰ γάρ τι ἀγαθὸν εἴη, ἀπάγξομαι ἤδη ἀναστὰς ἀπὸ τοῦ παττάλου ἐφʼ οὗ σὺ ἕστηκας. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="17"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οὐκ ἂν μάθοις τοῦτο οὐδεμιᾷ μηχανῇ. πλὴν ἀλλὰ ἐπείπερ Εὔφορβος ἐγενόμην — ἐπάνειμι γὰρ ἐπʼ ἐκεῖνα — ἐμαχόμην ἐν Ἰλίῳ καὶ ἀποθανὼν ὑπὸ Μενελάου χρόνῳ ὕστερον ἐς Πυθαγόραν ἧκον. τέως δὲ περιέμενον ἄοικος ἑστώς, ἄχρι δὴ ὁ Μνήσαρχος ἐξεργάσηταί μοι τὸν οἶκον. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἄσιτος ὤν, ὦ τάν, καὶ ἄποτος; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> καὶ μάλα· οὐδὲ γὰρ ἔδει τούτων ἢ μόνῳ τῷ σώματι. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐκοῦν τὰ ἐν Ἰλίῳ μοι πρότερον εἰπέ. τοιαῦτα ἦν οἷά φησιν Ὅμηρος γενέσθαι αὐτά; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> πόθεν ἐκεῖνος ἠπίστατο, ὦ Μίκυλλε, ὃς γινομένων ἐκείνων κάμηλος ἐν Βάκτροις ἦν; ἐγὼ δὲ <pb n="v.2.p.206"/> <corr>τοσοῦτόν</corr> σοί φημι, ὑπερφυὲς μηδὲν γενέσθαι τότε, μήτε τὸν Αἴαντα οὕτω μέγαν μήτε τὴν Ἑλένην αὐτὴν οὕτω καλὴν ὡς οἴονται. εἶδον γὰρ λευκὴν μέν τινα καὶ ἐπιμήκη τὸν τράχηλον, ὡς εἰκάζειν κύκνου θυγατέρα εἶναι, τἆλλα δὲ πάνυ πρεσβῦτιν, ἡλικιῶτιν σχεδὸν τῆς Ἑκάβης, ἥν γε Θησεὺς πρῶτον ἁρπάσας ἐν Ἀφίδναις εἶχε κατὰ τὸν Ἡρακλέα γενόμενος, ὁ δὲ Ἡρακλῆς πρότερον εἷλε Τροίαν κατὰ τοὺς πατέρας ἡμῶν τοὺς τότε μάλιστα. διηγεῖτο γάρ μοι ὁ Πάνθους ταῦτα, κομιδῇ μειράκιον ὢν ἑωρακέναι λέγων τὸν Ἡρακλέα. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> τί δέ; ὁ Ἀχιλλεὺς τοιοῦτος ἦν, ἄριστος τὰ πάντα, ἢ μῦθος ἄλλως καὶ ταῦτα; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ἐκείνῳ μὲν οὐδὲ συνηνέχθην, ὦ Μίκυλλε, οὐδʼ ἂν ἔχοιμί σοι οὕτως ἀκριβῶς τὰ παρὰ τοῖς Ἀχαιοῖς <corr>λέγειν·</corr> πόθεν γάρ, πολέμιος ὤν; τὸν μέντοι ἑταῖρον αὐτοῦ τὸν Πάτροκλον οὐ χαλεπῶς ἀπέκτεινα διελάσας τῷ δορατίῳ. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> εἶτά σε ὁ Μενέλαος μακρῷ εὐχερέστερον. ἀλλὰ ταῦτα μὲν ἱκανῶς, τὰ Πυθαγόρου δὲ ἤδη λέγε. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="18"><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> τὸ μὲν ὅλον, ὦ Μίκυλλε, σοφιστὴς ἄνθρωπος <corr>ἦν·</corr> χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν· ἄλλως δὲ οὐκ ἀπαίδευτος οὐδὲ ἀμελέτητος τῶν καλλίστων <pb n="v.2.p.208"/> μαθημάτων· ἀπεδήμησα δὲ καὶ εἰς Αἴγυπτον, ὡς συγγενοίμην τοῖς προφήταις ἐπὶ σοφίᾳ, καὶ ἐς τὰ ἄδυτα κατελθὼν ἐξέμαθον τὰς βίβλους τὰς Ὥρου καὶ Ἴσιδος, καὶ αὖθις εἰς Ἰταλίαν ἐκπλεύσας οὕτω διέθηκα τοὺς κατʼ ἐκεῖνα Ἕλληνας, ὥστε θεὸν ἦγόν με. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἤκουσα ταῦτα καὶ ὡς δόξειας ἀναβεβιωκέναι ἀποθανὼν καὶ ὡς χρυσοῦν τὸν μηρὸν ἐπιδείξαιό ποτε αὐτοῖς. ἐκεῖνο δέ μοι εἰπέ, τί σοι ἐπῆλθε νόμον ποιήσασθαι μήτε κρεῶν μήτε κυάμων ἐσθίειν; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> μὴ ἀνάκρινε ταῦτα, ὦ Μίκυλλε. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> διὰ τί, ὦ ἀλεκτρυών; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ὅτι αἰσχύνομαι λέγειν πρὸς σὲ τὴν ἀλήθειαν περὶ αὐτῶν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> καὶ μὴν οὐδὲν ὀκνεῖν χρὴ λέγειν πρὸς ἄνδρα σύνοικον καὶ <corr>φίλον·</corr> δεσπότην γὰρ οὐκ ἂν ἔτι εἴποιμι. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> οὐδὲν ὑγιὲς οὐδὲ σοφὸν ἦν, ἀλλʼ ἑώρων ὅτι εἰ μὲν τὰ συνήθη καὶ ταὐτὰ τοῖς πολλοῖς νομίζοιμι, ἥκιστα ἐπισπάσομαι τοὺς ἀνθρώπους ἐς τὸ θαῦμα, ὅσῳ δʼ ἂν ξενίζοιμι, τοσούτῳ σεμνότερος<note xml:lang="mul" type="footnote" n="v.2.p.208.n.1">σεμνότερος Seager : καινότερος MSS.</note> ᾤμην αὐτοῖς ἔσεσθαι. διὰ τοῦτο καινοποιεῖν εἱλόμην ἀπόρρητον ποιησάμενος τὴν αἰτίαν, ὡς εἰκάζοντες ἄλλος ἄλλως ἅπαντες <pb n="v.2.p.210"/> ἐκπλήττωνται καθάπερ ἐπὶ τοῖς ἀσαφέσι τῶν χρησμῶν. ὁρᾷς; καταγελᾷς μου καὶ σὺ ἐν τῷ μέρει. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐ τοσοῦτον ὅσον Κροτωνιατῶν καὶ Μεταποντίνων καὶ Ταραντίνων καὶ τῶν ἄλλων ἀφώνων σοι ἑπομένων καὶ προσκυνούντων τὰ ἴχνη ἃ σὺ πατῶν ἀπολιμπάνοις.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="19"><sp><speaker>Μίκυλλος</speaker><p rend="merge"> ἀποδυσάμενος δὲ τὸν Πυθαγόραν τίνα μετημφιέσω μετʼ αὐτόν; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> Ἀσπασίαν τὴν ἐκ Μιλήτου <corr>ἑταίραν·</corr> </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> φεῦ τοῦ λόγου, καὶ γυνὴ γὰρ σὺν τοῖς ἄλλοις ὁ Πυθαγόρας ἐγένετο, καὶ ἦν ποτε χρόνος ὅτε καὶ σὺ ᾠοτόκεις, ὦ ἀλεκτρυόνων γενναιότατε, καὶ συνῆσθα Περικλεῖ Ἀσπασία οὖσα καὶ ἐκύεις ἀπʼ αὐτοῦ καὶ ἔρια ἔξαινες καὶ κρόκην κατῆγες καὶ ἐγυναικίζου ἐς τὸ ἑταιρικόν; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> πάντα ταῦτα ἐποίουν οὐ μόνος, ἀλλὰ καὶ Τειρεσίας πρὸ ἐμοῦ καὶ ὁ Ἐλάτου παῖς ὁ Καινεύς, ὥστε ὁπόσα ἂν ἀποσκώψῃς εἰς ἐμὲ, καὶ εἰς ἐκείνους ἀποσκώψας ἔσῃ. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> τί οὖν; πότερος ἡδίων ὁ βίος σοι ἦν, ὅτε ἀνὴρ ἦσθα ἢ ὅτε σε ὁ Περικλῆς ὤπυιεν;  </p></sp><pb n="v.2.p.212"/><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ὁρᾷς οἷον τοῦτο ἠρώτησας, οὐδὲ τῷ Τειρεσίᾳ συνενεγκοῦσαν τὴν ἀπόκρισιν; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἱκανῶς ὁ Εὐριπίδης διέκρινε τὸ τοιοῦτον, εἰπὼν ὡς τρὶς ἂν ἐθέλοι παρʼ ἀσπίδα στῆναι ἢ ἅπαξ τεκεῖν. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> καὶ μὴν ἀναμνήσω σε, ὦ Μίκυλλε, οὐκ εἰς μακρὰν <corr>ὠδίνουσαν·</corr> ἔσῃ γὰρ γυνὴ καὶ σὺ ἐν πολλῇ τῇ περιόδῳ πολλάκις. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐκ ἀπάγξῃ, ὦ ἀλεκτρυών, ἅπαντας οἰόμενος Μιλησίους ἢ Σαμίους εἶναι; σὲ γοῦν φασι καὶ Πυθαγόραν ὄντα τὴν ὥραν λαμπρὸν πολλάκις Ἀσπασίαν γενέσθαι τῷ τυράννῳ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg019.perseus-grc2" n="20"><sp><speaker>Μίκυλλος</speaker><p rend="merge">—τίς δὲ δὴ μετὰ τὴν Ἀσπασίαν ἀνὴρ ἢ γυνὴ αὖθις ἀνεφάνης; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> ὁ κυνικὸς Κράτης. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> Ὢ Διοσκόρω τῆς ἀνομοιότητος, ἐξ ἑταίρας φιλόσοφος. </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> εἶτα βασιλεύς, εἶτα πένης, καὶ μετʼ ὀλίγον σατράπης, εἶτα ἵππος καὶ κολοιὸς καὶ βάτραχος καὶ ἄλλα <corr>μυρία·</corr> μακρὸν ἂν γένοιτο καταριθμήσασθαι ἕκαστα· τὰ τελευταῖα δὲ ἀλεκτρυὼν πολλάκις, ἥσθην γὰρ τῷ τοιούτῳ βίῳ. καὶ παρὰ πολλοῖς <pb n="v.2.p.214"/> ἄλλοις δουλεύσας καὶ πένησι<note xml:lang="mul" type="footnote" n="v.2.p.214.n.1">καὶ πένησι Fritzsche : βασιλεῦσι καὶ πένησι MSS.</note> καὶ πλουσίοις, τὰ τελευταῖα καὶ σοὶ νῦν σύνειμι καταγελῶν ὁσημέραι ποτνιωμένου καὶ οἰμώζοντος ἐπὶ τῇ πενίᾳ καὶ τοὺς πλουσίους θαυμάζοντος ὑπʼ ἀγνοίας τῶν ἐκείνοις προσόντων κακῶν. εἰ γοῦν ᾔδεις τὰς φροντίδας ἃς ἔχουσιν, ἐγέλας ἂν ἐπὶ σαυτῷ πρῶτον οἰηθέντι ὑπερευδαίμονα εἶναι τὸν πλοῦτον. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οὐκοῦν, ὦ Πυθαγόρα — καίτοι τί μάλιστα χαίρεις καλούμενος, ὡς μὴ ἐπιταράττοιμι τὸν λόγον ἄλλοτε ἄλλον καλῶν; </p></sp><sp><speaker>Ἀλεκτρυών</speaker><p rend="align(indent)"> διοίσει μὲν οὐδὲν ἤν τε Εὔφορβον ἢ<note xml:lang="mul" type="footnote" n="v.2.p.214.n.2">ἢ Mehler: ἤν τε MSS.</note> Πυθαγόραν, ἤν τε Ἀσπασίαν καλῇς ἢ Κράτητα· πάντα γὰρ ἐγὼ ταῦτά εἰμι. πλὴν τὸ νῦν ὁρώμενον τοῦτο ἀλεκτρυόνα ὀνομάζων ἄμεινον ἂν ποιοῖς, ὡς μὴ ἀτιμάζοις εὐτελὲς εἶναι δοκοῦν τὸ ὄρνεον, καὶ ταῦτα τοσαύτας ἐν αὑτῷ ψυχὰς ἔχον. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>