<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2:42</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2:42</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="42"><sp><speaker>Τιμοκλῆς</speaker><p rend="align(indent)"> οὐκοῦν ἅπαντες ἄνθρωποι καὶ τὰ ἔθνη ἐξηπάτηνται θεοὺς νομίζοντες καὶ πανηγυρίζοντες; </p></sp><sp><speaker>Δάμις</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Τιμόκλεις, ὅτι με <corr>ὑπέμνησας</corr> τῶν κατὰ ἔθνη νομιζομένων, ἀφʼ <corr>ὧν</corr> μάλιστα συνίδοι τις ἂν ὡς οὐδὲν βέβαιον<corr>ὁ</corr> περὶ θεῶν λόγος ἔχει· πολλὴ γὰρ ἡ ταραχὴ καὶ ἄλλοι ἄλλα <corr>νομίζουσι,</corr> Σκύθαι μὲν ἀκινάκῃ θύοντες καὶ Θρᾷκες Ζαμόλξιδι, δραπέτῃ ἀνθρώπῳ ἐκ Σάμου ὡς αὐτοὺς ἥκοντι, Φρύγες δὲ Μήνῃ καὶ Αἰθίοπες Ἡμέρᾳ καὶ Κυλλήνιοι Φάλητι καὶ Ἀσσύριοι περιστερᾷ καὶ Πέρσαι πυρὶ καὶ Αἰγύπτιοι ὕδατι. καὶ τοῦτο μὲν ἅπασι κοινὸν τοῖς Αἰγυπτίοις τὸ ὕδωρ, ἰδίᾳ δὲ Μεμφίταις μὲν <corr>ὁ</corr> βοῦς θεός, Πηλουσιώταις δὲ κρόμμυον, καὶ ἄλλοις ἶβις ἢ κροκόδειλος καὶ ἄλλοις κυνοκέφαλος ἢ αἴλουρος ἢ πίθηκος· καὶ ἔτι κατὰ κώμας τοῖς μὲν<corr>ὁ</corr> δεξιὸς ὦμος θεός, τοῖς δὲ κατʼ ἀντιπέρας οἰκοῦσιν ἅτερος· καὶ ἄλλοις κεφαλῆς ἡμίτομον, καὶ ἄλλοις ποτήριον κεραμεοῦν ἢ τρύβλιον. ταῦτα πῶς οὐ γέλως ἐστίν, ὦ καλὲ Τιμόκλεις; </p></sp><sp><speaker>Μῶμος</speaker><p rend="align(indent)"> οὐκ ἔλεγον, ὦ θεοί, ταῦτα <corr>πάντα</corr> ἥξειν εἰς τοὐμφανὲς καὶ ἀκριβῶς ἐξετασθήσεσθαι;  </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ἔλεγες, ὦ Μῶμε, καὶ ἐπετίμας ὀρθῶς, καὶ ἔγωγε πειράσομαι ἐπανορθώσασθαι αὐτά, ἢν τὸν ἐν ποσὶ τοῦτον κίνδυνον διαφύγωμεν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>