<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2:41</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2:41</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="41"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> βαβαί· ἡλίκον, ὦ θεοί, ἀνεβόησε τὸ πλῆθος, ἐπαινοῦντες τὸν <corr>Δᾶμιν·</corr> ὁ δʼ ἡμέτερος ἀπορουμένῳ <pb n="v.2.p.152"/> ἔοικεν· ἰδίει<note xml:lang="mul" type="footnote" n="v.2.p.152.n.1">ἰδίει Κ. Schwartz: δέδιε MSS.</note> γοῦν καὶ ὑποτρέμει καὶ δῆλός ἐστιν ἀπορρίψων τὴν ἀσπίδα, καὶ ἤδη περιβλέπει οἷ παρεκδὺς ἀποδράσεται. </p></sp><sp><speaker>Τιμοκλῆς</speaker><p rend="align(indent)"> οὐδʼ Εὐριπίδης ἄρα σοι δοκεῖ λέγειν τι ὑγιές, ὁπόταν αὐτοὺς ἀναβιβασάμενος τοὺς θεοὺς ἐπὶ τὴν σκηνὴν δεικνύῃ σώζοντας μὲν τοὺς χρηστοὺς τῶν ἡρώων, τοὺς πονηροὺς δὲ καὶ κατὰ σὲ τὴν ἀσέβειαν ἐπιτρίβοντας; </p></sp><sp><speaker>Δάμις</speaker><p rend="align(indent)"> ἀλλʼ, ὦ γενναιότατε φιλοσόφων Τιμόκλεις, εἰ ταῦτα ποιοῦντες οἱ τραγῳδοὶ πεπείκασί σε, ἀνάγκη δυοῖν θάτερον, ἤτοι Πῶλον καὶ Ἀριστόδημον καὶ Σάτυρον ἡγεῖσθαί σε θεοὺς εἶναι τότε ἢ τὰ πρόσωπα τῶν θεῶν αὐτὰ καὶ τοὺς ἐμβάτας καὶ τοὺς ποδήρεις χιτῶνας καὶ χλαμύδας καὶ χειρῖδας καὶ προγαστρίδια καὶ τἆλλα οἷς ἐκεῖνοι σεμνύνουσι τὴν τραγῳδίαν, ὅπερ καὶ <corr>γελοιότατον·</corr> ἐπεὶ καθʼ ἑαυτὸν ὁπόταν ὁ Εὐριπίδης, μηδὲν ἐπειγούσης τῆς χρείας τῶν δραμάτων, τὰ <corr>δοκοῦντά</corr> οἱ λέγῃ, ἀκούσῃ αὐτοῦ τότε παρρησιαζομένου,
<quote rend="blockquote"><l>ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα </l><l>καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις; </l><l>τοῦτον νόμιζε Ζῆνα, τόνδʼ ἡγοῦ θεόν.</l></quote>
 καὶ πάλιν, <quote rend="blockquote">Ζεύς, ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα, πλὴν λόγῳ κλύων.</quote> καὶ τὰ τοιαῦτα. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>