<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2:32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2:32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="32"><sp><speaker>Ἡρακλῆς</speaker><p rend="align(indent)"> ἐγὼ δέ, ὦ πάτερ, εἰ καὶ μέτοικός εἰμι, οὐκ ὀκνήσω ὅμως τὰ δοκοῦντά μοι εἰπεῖν· ὁπόταν γὰρ ἤδη συνελθόντες διαλέγωνται, τηνικαῦτα, ἢν μὲν ὁ Τιμοκλῆς ὑπέρσχῃ, ἐάσωμεν προχωρεῖν τὴν συνουσίαν ὑπὲρ ἡμῶν, ἢν δέ τι ἑτεροῖον ἀποβαίνῃ, τότε ἤδη τὴν στοὰν αὐτὴν ἔγωγε, εἰ δοκεῖ, διασείσας ἐμβαλῶ τῷ Δάμιδι, ὡς μὴ κατάρατος ὢν ὑβρίζῃ ἐς ἡμᾶς. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> Ἡράκλεις, ὦ Ἡράκλεις, ἄγροικον τοῦτο εἴρηκας καὶ δεινῶς Βοιώτιον, συναπολέσαι ἑνὶ πονηρῷ τοσούτους χρηστούς,<note xml:lang="mul" type="footnote" n="v.2.p.136.n.1">χρηστούε, K. Schwartz: not in MSS.</note> καὶ προσέτι τὴν στοὰν αὐτῷ Μαραθῶνι καὶ Μιλτιάδῃ καὶ Κυνεγείρῳ. καὶ πῶς ἂν τούτων συνεμπεσόντων οἱ ῥήτορες ἔτι ῥητορεύοιεν, τὴν μεγίστην εἰς τοὺς λόγους ὑπόθεσιν ἀφῃρημένοι; ἄλλως τε ζῶντι μέν σοι δυνατὸν ἴσως ἦν τι πρᾶξαι τοιοῦτον, ἀφʼ οὗ δὲ θεὸς γεγένησαι, μεμάθηκας, οἶμαι, ὡς αἱ Μοῖραι μόναι τὰ τοιαῦτα δύνανται, ἡμεῖς δὲ αὐτῶν ἄμοιροί ἐσμεν. </p></sp><sp><speaker>Ἡρακλῆς</speaker><p rend="align(indent)"> οὐκοῦν καὶ ὁπότε τὸν λέοντα ἢ τὴν ὕδραν ἐφόνευον, αἱ Μοῖραι διʼ ἐμοῦ ἐκεῖνα ἔπραττον; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> καὶ μάλα. </p></sp><pb n="v.2.p.138"/><sp><speaker>Ἡρακλῆς</speaker><p rend="align(indent)"> καὶ νῦν ἤν τις ὑβρίζῃ εἰς ἐμὲ ἢ περισυλῶν μου τὸν νεὼν ἢ ἀνατρέπων τὸ ἄγαλμα, ἢν μὴ ταῖς Μοίραις πάλαι δεδογμένον ᾖ, οὐκ ἐπιτρίψω αὐτόν; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐδαμῶς. </p></sp><sp><speaker>Ἡρακλῆς</speaker><p rend="align(indent)"> οὐκοῦν ἄκουσον, ὦ Ζεῦ, μετὰ παρρησίας· ἐγὼ γάρ, ὡς ὁ κωμικὸς ἔφη, <quote rend="blockquote">ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων·</quote> εἰ τοιαῦτά ἐστι τὰ ὑμέτερα, μακρὰ χαίρειν φράσας ταῖς ἐνταῦθα τιμαῖς καὶ κνίσῃ καὶ ἱερείων αἵματι κάτειμι εἰς τὸν Ἅιδην, ὅπου με γυμνὸν τὸ τόξον ἔχοντα κἂν τὰ εἴδωλα φοβήσεται τῶν ὑπʼ ἐμοῦ πεφονευμένων θηρίων. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> εὖ γε, οἴκοθεν ὁ μάρτυς, <corr>φασίν·</corr> <corr>ἀπέσωσάς</corr> γʼ ἂν οὖν τῷ Δάμιδι ταῦτα εἰπεῖν ὑποβαλών.<note xml:lang="mul" type="footnote" n="v.2.p.138.n.1">ὑποβαλών Κ. Schwartz: ὑποβάλλων MSS.</note></p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>