<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="9"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι· ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον. ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν. </p></sp><pb n="v.2.p.20"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἕλκετε <corr>αὐτόν·</corr> ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια· ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"><corr>Ἀμέλησον·</corr> ἄλλος τειχιεῖ. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τὸ ποῖον; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας<note xml:lang="mul" type="footnote" n="v.2.p.20.n.1">Πέρσας γ.</note> καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="10"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου. εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> πάλαι ταῦτα <corr>ηὐχόμην·</corr> νυνὶ δὲ ὁρῶ τὸ βέλτιον. </p></sp><pb n="v.2.p.22"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἥξει κἀκεῖνός σοι μετʼ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="11"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τὸ ποῖον; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται· αἱ εἰκόνες<note xml:lang="mul" type="footnote" n="v.2.p.22.n.1">αἱ εἰκόνες Fritzsche: εἰκόνες MSS.</note> δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει<note xml:lang="mul" type="footnote" n="v.2.p.22.n.2">ἀγανακτήσει Κ. Schhwartz: ἀγανακτεῖ MSS.</note> τοῖς δρωμένοις; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα <pb n="v.2.p.24"/> ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι· καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τοιγαροῦν παρʼ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες· τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τοῦτʼ ἄρα πικροῦ τινος <corr>ᾐσθόμην·</corr> τί βουλόμενος δὲ ταῦτα ἔπραξε; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)">πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="12"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, διʼ ὅπερ ἐπόθουν κἂν<note xml:lang="mul" type="footnote" n="v.2.p.24.n.1">πὰν S, Fritzsche: καὶ other MSS.</note> πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τί δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα <pb n="v.2.p.26"/> μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος· εἶτʼ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, <q>σὺ μέντοι,</q> φησίν, <q>ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας·</q> καὶ ταῦθʼ ἅμα λέγων <corr>παρέτιλλέ</corr> τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, <q> εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,</q> ἐπειπὼν ᾤχετο· ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην — </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>