<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2:21-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2:21-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="21"><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε· καὶ σὺ δός· παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> παίζεις, ὦ Χάρων, ἢ καθʼ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δή<note xml:lang="mul" type="footnote" n="v.2.p.40.n.2">δή Fritzsche: ἦδη MSS.</note> τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. <pb n="v.2.p.42"/> ἀποβαίνετε δʼ ὅμως· ἐγὼ δὲ ἵππους καὶ βοῦς <corr>καὶ</corr> κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι· διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, <corr>παραλαβών·</corr> ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα· τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Προΐωμεν, ὦ οὗτοι· μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="22"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς Μέγιλλος; ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλʼ ἤδη καὶ τὸ τριβώνιον τέως<note xml:lang="mul" type="footnote" n="v.2.p.42.n.1">τέως Cobet: πρότερον τέως MSS.</note> ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως· ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἐνταῦθα λέγω σοι, Μίκυλλε· ἀλλʼ ἅμα, εἰ δοκεῖ, βαδίζωμεν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> εὖ λέγεις· ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι, — ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια — οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> εὖ λέγεις· ἰδοὺ γοῦν<note xml:lang="mul" type="footnote" n="v.2.p.42.n.2">γοῦν Fritzsche: οὖν MSS.</note> προσέρχεται δᾳδουχοῦσά <pb n="v.2.p.44"/> τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ ἄρα που Ἐρινύς ἐστιν; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἔοικεν ἀπό γε τοῦ σχήματος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="23"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις. </p></sp><sp><speaker>Τισιφόνη</speaker><p rend="align(indent)"> καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> πρόσαγε αὐτούς, ὦ Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τίνος ἕνεκα; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς<note xml:lang="mul" type="footnote" n="v.2.p.44.n.1">τυράννου τινὸς Fritzsche: τινος MSS. Cf. 24, end, 25.</note> ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ οὐχὶ πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν τινα ἐβίωσα τὸν τρόπον. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τίς δὲ σύ; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)">Κυνίσκος,  ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> δεῦρʼ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι. σὺ δὲ προσκάλει τοὺς κατηγόρους. </p></sp></div><pb n="v.2.p.46"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="24"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οὐδεὶς προσέρχεται. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> ἀλλʼ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε· ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην; </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθʼ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἰδού σοι γυμνὸς παρέστηκα· ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο; ἴχνη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἐγώ σοι φράσω· πάλαι πονηρὸς διʼ ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατʼ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην. </p></sp><pb n="v.2.p.48"/><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλʼ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="25"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον· πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τίς δὲ ὢν τυγχάνεις; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὁ σκυτοτόμος Μίκυλλος. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος· ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ; πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλʼ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη· πλησίον γὰρ ἁνὴρ<note xml:lang="mul" type="footnote" n="v.2.p.48.n.1">ἁνὴρ Sommerbrodt: ἀνὴρ, ὁ ἀνὴρ MSS.</note> οὑτοσί. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="26"><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει· γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ <pb n="v.2.p.50"/> τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ· ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος<note xml:lang="mul" type="footnote" n="v.2.p.50.n.1">προσεταιρισάμενος Jacobitz: προσεταιρούμενοε, προσεπαιρόμενος MSS.</note> καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατʼ ἀξίαν δύναιο ἂν παρʼ αὐτοῦ λαβεῖν τὴν δίκην· ῥᾷον<note xml:lang="mul" type="footnote" n="v.2.p.50.n.2">ῥᾷον Bentley: ῥᾴδιον MSS.</note> γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν ἀλλὰ<note xml:lang="mul" type="footnote" n="v.2.p.50.n.3">ἀλλὰ Bekker: not in MSS.</note> καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, <corr>ὅς</corr> γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα ὅτι μὴ ἄλλως <corr>κενή</corr> τίς ἐστι κατʼ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπʼ αὐτοῦ πεφονευμένους· μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις. </p></sp></div><pb n="v.2.p.52"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="27"><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δʼ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> τίνας τούτους λέγεις; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν <corr>κλίνην·</corr> μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων.<note xml:lang="mul" type="footnote" n="v.2.p.52.n.1">παρέστων Cobet: παρέστω MSS.</note> εὖ γε ἐποίησαν ὑπακούσαντες. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ· <corr>προτέρα</corr> δὲ σὺ ἡ Κλίνη λέγε. </p></sp><sp><speaker>Κλίνη</speaker><p rend="align(indent)"> πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι· τοιαῦτα ἦν ἃ ἐπʼ ἐμοῦ διεπράττετο. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει. </p></sp><pb n="v.2.p.54"/><sp><speaker>Λύχνος</speaker><p rend="align(indent)"> ἐγὼ τὰ μεθʼ ἡμέραν μὲν οὐκ εἶδον· οὐ γὰρ παρῆν· ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ <corr>λέγειν·</corr> πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι <corr>θέλων·</corr> ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="28"><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"><corr>Ἅλις</corr> ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν οὖν κολασθείη τρόπον; ἆρʼ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> μηδαμῶς· ἀλλʼ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> διὰ τί δή; </p></sp><pb n="v.2.p.56"/><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν. </p></sp><sp><speaker>Ῥαδάμανθυς</speaker><p rend="align(indent)"> εὖ λέγεις· καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>