<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2:13-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2:13-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="13"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι· καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> κατὰ <corr>τυράννου</corr> μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν <corr>δίκην·</corr> τὸ δὲ νῦν ἔχον μὴ διάτριβε. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως· ἀναβιῶναί με ἔασον μόνον. </p></sp><pb n="v.2.p.28"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ποῦ ʼστιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη ἑκών. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἕπου νῦν, δραπέτα· δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,<note xml:lang="mul" type="footnote" n="v.2.p.28.n.1">τὸ δεῖνα Fritzsche: τὸν δεῖνα MSS.</note> ὅπως ἀσφαλῶς — </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ὅτι τί; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δʼ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="14"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος; ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί με δεῖ; </p></sp><pb n="v.2.p.30"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> σὺ δὲ τίς εἶ; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὁ σκυτοτόμος Μίκυλλος. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)">
εἶτα ἄχθῃ βραδύνων; οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον; θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἄκουσον, ὦ βελτίστη Μοιρῶν· οὐ πάνυ με ἡ τοῦ Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι ὅτι <q>πύματον ἐγὼ τὸν Οὖτιν <corr>κατέδομαι·</corr> </q> ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν. ἄλλως τε οὐδʼ ὅμοια τἀμὰ τοῖς τῶν <corr>πλουσίων·</corr> ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, <corr>φασίν·</corr> ὁ μέν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο· οὐ γὰρ οἶδʼ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα· μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς. ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν <corr>Ἅιδην</corr> φέρουσαν ὁδόν· ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω <pb n="v.2.p.32"/> καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων <corr>κἀνταῦθά</corr> σε καταλιπαρῶν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="15"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent) ; merge"> ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυρον ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν, οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος ἦν, κἀπειδὴ μόνον ἡ Ἄτροπος ἔνευσέ μοι, ἄσμενος ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα — κρηπῖδα γάρ τινα ἐν ταῖν χεροῖν εἶχον — ἀναπηδήσας εὐθὺς ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω <corr>ὁρῶν·</corr> οὐδὲν γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει. καὶ νὴ Δίʼ ἤδη καλὰ τὰ παρʼ ὑμῖν πάντα ὁρῶ· τό τε γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ. τεκμαίρομαι δὲ μηδʼ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ <corr>δὲ</corr> μέγιστον, μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδʼ ὑπὸ τῶν δυνατωτέρων ῥαπίζεσθαι. εἰρήνη δὲ πᾶσι καὶ πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα· ἡμεῖς μὲν οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν οἱ πλούσιοι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="16"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων. τί δʼ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἄκουσον, ὦ τιμιωτάτη μοι <corr>θεῶν·</corr> παροικῶν ἄνω τῷ τυράννῳ<note xml:lang="mul" type="footnote" n="v.2.p.32.n.1">τῷ τυράννῳ Fritzshe1 συράννῳ MSS.</note> πάνυ ἀκριβῶς ἑώρων τὰ γιγνόμενα παρʼ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι· τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον, καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν <pb n="v.2.p.34"/> χρυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς κλίνας τὰς ἀργυρόποδας· ἔτι δὲ καὶ ἡ κνῖσα ἡ τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με, ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι κατεφαίνετο καὶ μονονουχὶ πάντων<note xml:lang="mul" type="footnote" n="v.2.p.34.n.1">πάντων Fritzsche: not in MSS.</note> καλλίων καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρόμενος τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων. ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον κατεγέλων οἷον κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="17"><sp><speaker>Μίκυλλος</speaker><p rend="merge">οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλʼ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, — οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον — οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετʼ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους. ἀλλὰ τί οὐκ <corr>ἀπερχόμεθα</corr> ἤδη; καὶ μεταξὺ γὰρ πλέοντες τὰ λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες. </p></sp><pb n="v.2.p.36"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="18"><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οὗτος, ποῖ φέρῃ; πλῆρες ἤδη τὸ σκάφος· αὐτοῦ περίμενε εἰς αὔριον· ἕωθέν σε διαπορθμεύσομεν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν <corr>ἀπολιμπάνων·</corr> ἀμέλει γράψομαί σε παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυος. οἴμοι τῶν <corr>κακῶν·</corr> ἤδη <corr>πλέουσιν·</corr> ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι. καίτοι τί οὐ διανήχομαι κατʼ αὐτούς; οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς· ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)">τί τοῦτο; περίμεινον, ὦ Μίκυλλε· οὐ θέμις οὕτω σε διελθεῖν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="19"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν <corr>αὐτόν·</corr> καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον. ΧΑΡΩΝ ποῦ νῦν καθεδεῖται; μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> καλῶς ὁ Ἑρμῆς ἐνενόησεν. </p></sp><pb n="v.2.p.38"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει· ἡμεῖς δὲ εὐπλοῶμεν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας· πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου· τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ<note xml:lang="mul" type="footnote" n="v.2.p.38.n.1">ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ Harmon: ἢν ἀντλεῖν ἐθέλῃς (θέλῃς) ἕτοιμος καὶ MSS. Fritzsche transposes (ἀντλεῖν, ἢν), Cf. Charon 1.</note> πρόσκωπος εἶναι· μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> Ἔρεττε· καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἦ καὶ ὑποκελεῦσαι δεήσει; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλʼ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες· ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="20"><sp><speaker>Νεκροί</speaker><p rend="align(indent)"> οἴμοι τῶν κτημάτων. — οἴμοι τῶν ἀγρῶν. — ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. — ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. — αἰαῖ τῶν νεογνῶν μοι παιδίων. — τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην; </p></sp><pb n="v.2.p.40"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἄπαγε· οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμ<note xml:lang="mul" type="footnote" n="v.2.p.40.n.1">ἂν οἰμώξαιμι Bekker: οἰμώξομαι, ἀνοιμώξομαι, ἂν οἰμώξωμαι MSS. </note>ι εὐπλοῶν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν <corr>καττυμάτων·</corr> οἴμοι τῶν κρηπίδων τῶν <corr>παλαιῶν·</corr> ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἱκανῶς τεθρήνηται· σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>