<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="1"><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"><corr>Εἶεν,</corr><corr>ὦ</corr> Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι <corr>εὐτρεπὲς</corr> καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον· ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπʼ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι <corr>δέον·</corr> κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι <corr>δυνάμενον·</corr> καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρʼ ἄλλῳ οὔσης τῆς αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει ὁ γεννάδας <corr>παρελθών·</corr> μία γὰρ αὐτοῦ καὶ αὕτη <pb n="v.2.p.4"/> τῶν τεχνῶν. ὁ δʼ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="2"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ κἀκεῖνός ἐστιν. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἀλλʼ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλʼ ἐγὼ οἶδα τὴν <corr>αἰτίαν·</corr> παρʼ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δʼ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ <corr>ἄφθονον·</corr> ὥστε ἥδιον παρʼ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρʼ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς <corr>ἀποδιδράσκων·</corr> ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="3"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> μηκέτι χαλέπαινε, ὦ <corr>Χάρων·</corr> πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν. <corr>ἀλλὰ</corr> τί τοῦτο; δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν <pb n="v.2.p.6"/> γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> τί δʼ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν τήμερον ἐγενόμην; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τίς δʼ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> εἶθʼ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="4"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἀπεδίδρασκε, λέγεις; εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλαβόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς <corr>ἀποφυγών·</corr> ἀφʼ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος, παρʼ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν· ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατʼ αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς <pb n="v.2.p.8"/> ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζομένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδʼ ὅπως ὁ τρισκατάρατος ἀπιὼν ᾤχετο. ἐνέδει οὖν νεκρὸς εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς ὀφρῦς, <q> μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ,</q> φησί, <q>χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί· τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα. τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρʼ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς <corr>παραλελόγισταί</corr> σε ἡ Ἄτροπος.</q> ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν, κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς· εἵπετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ· παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="5"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> εὖ λέγεις· ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν <pb n="v.2.p.10"/> καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον· σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει· σὺ δέ, ὦ Ἑρμῆ,<note xml:lang="mul" type="footnote" n="v.2.p.10.n.1">συντίθει· σὺ δέ, ὦ Ἑρμῆ Jacobs: συντίθει, ὦ Ἑρμῆ· σὺ δὲ MSS.</note> τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθʼ ὥραν τετρυγημένοι. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="6"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε· καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες <pb n="v.2.p.12"/> ἥκετε· μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετʼ αὐτῶν Γωβάρην. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πάρεισι. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> διʼ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὑτοιὶ πλησίον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ποῦ δʼ οἱ περὶ τῆς βασιλείας ὑπʼ ἀλλήλων ἀποθανόντες; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Παρεστᾶσιν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ὁ δʼ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἰδού σοι πλησίον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμένους. οἱ δʼ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, ὦ Ἑρμῆ; </p></sp><pb n="v.2.p.14"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα· καὶ γὰρ τεθνᾶσι<note xml:lang="mul" type="footnote" n="v.2.p.14.n.1">καὶ γὰρ τεθνᾶσι Schmieder: γὰρ τεθνᾶσι καὶ MSS.</note> τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν μετʼ αὐτῶν Ἀγαθοκλέα. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="7"><sp><speaker>Κλωθώ</speaker><p rend="merge">ποῦ δʼ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ. τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον; σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας. καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἄρρηκτον ἦν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον. ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> μὰ Δίʼ, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον ἐμβιβασώμεθα· δέδια γὰρ μή σε παραπείσῃ δεόμενος. </p></sp></div><pb n="v.2.p.16"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="8"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> φέρʼ ἴδω τίς ἐστι. </p></sp><sp><speaker>Κυνίσκος<note xml:lang="mul" type="footnote" n="v.2.p.16.n.1">ΚΥΝ. Γ: ΕΡΜ, vulg., ΜΕΓ. Baar. Cf. 3, end.</note></speaker><p rend="align(indent)">Μεγαπένθης ὁ Λακύδου, τύραννος. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> Ἐπίβαινε σύ. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἔασον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον <corr>ἐπίτρεψον·</corr> ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ληρεῖς· ἀλλὰ ἔμβαινε. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ· μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"><corr>Ἄραρεν·</corr> οὐκ ἂν τύχοις. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα· Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται. </p></sp><pb n="v.2.p.18"/><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἐκεῖνος αὐτός· καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἀλλὰ νῦν ἐμὰ ἦν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="9"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι· ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον. ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν. </p></sp><pb n="v.2.p.20"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἕλκετε <corr>αὐτόν·</corr> ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια· ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"><corr>Ἀμέλησον·</corr> ἄλλος τειχιεῖ. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τὸ ποῖον; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας<note xml:lang="mul" type="footnote" n="v.2.p.20.n.1">Πέρσας γ.</note> καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="10"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου. εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> πάλαι ταῦτα <corr>ηὐχόμην·</corr> νυνὶ δὲ ὁρῶ τὸ βέλτιον. </p></sp><pb n="v.2.p.22"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἥξει κἀκεῖνός σοι μετʼ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="11"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τὸ ποῖον; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται· αἱ εἰκόνες<note xml:lang="mul" type="footnote" n="v.2.p.22.n.1">αἱ εἰκόνες Fritzsche: εἰκόνες MSS.</note> δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει<note xml:lang="mul" type="footnote" n="v.2.p.22.n.2">ἀγανακτήσει Κ. Schhwartz: ἀγανακτεῖ MSS.</note> τοῖς δρωμένοις; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα <pb n="v.2.p.24"/> ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι· καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τοιγαροῦν παρʼ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες· τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τοῦτʼ ἄρα πικροῦ τινος <corr>ᾐσθόμην·</corr> τί βουλόμενος δὲ ταῦτα ἔπραξε; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)">πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="12"><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, διʼ ὅπερ ἐπόθουν κἂν<note xml:lang="mul" type="footnote" n="v.2.p.24.n.1">πὰν S, Fritzsche: καὶ other MSS.</note> πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> τί δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα <pb n="v.2.p.26"/> μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος· εἶτʼ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, <q>σὺ μέντοι,</q> φησίν, <q>ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας·</q> καὶ ταῦθʼ ἅμα λέγων <corr>παρέτιλλέ</corr> τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, <q> εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,</q> ἐπειπὼν ᾤχετο· ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην — </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="13"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι· καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν; </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> κατὰ <corr>τυράννου</corr> μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν <corr>δίκην·</corr> τὸ δὲ νῦν ἔχον μὴ διάτριβε. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως· ἀναβιῶναί με ἔασον μόνον. </p></sp><pb n="v.2.p.28"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ποῦ ʼστιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη ἑκών. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἕπου νῦν, δραπέτα· δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,<note xml:lang="mul" type="footnote" n="v.2.p.28.n.1">τὸ δεῖνα Fritzsche: τὸν δεῖνα MSS.</note> ὅπως ἀσφαλῶς — </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ὅτι τί; </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δʼ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου. </p></sp><sp><speaker>Μεγαπένθης</speaker><p rend="align(indent)"> τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="14"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος; ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί με δεῖ; </p></sp><pb n="v.2.p.30"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> σὺ δὲ τίς εἶ; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ὁ σκυτοτόμος Μίκυλλος. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)">
εἶτα ἄχθῃ βραδύνων; οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον; θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἄκουσον, ὦ βελτίστη Μοιρῶν· οὐ πάνυ με ἡ τοῦ Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι ὅτι <q>πύματον ἐγὼ τὸν Οὖτιν <corr>κατέδομαι·</corr> </q> ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν. ἄλλως τε οὐδʼ ὅμοια τἀμὰ τοῖς τῶν <corr>πλουσίων·</corr> ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, <corr>φασίν·</corr> ὁ μέν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο· οὐ γὰρ οἶδʼ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα· μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς. ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν <corr>Ἅιδην</corr> φέρουσαν ὁδόν· ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω <pb n="v.2.p.32"/> καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων <corr>κἀνταῦθά</corr> σε καταλιπαρῶν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="15"><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent) ; merge"> ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυρον ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν, οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος ἦν, κἀπειδὴ μόνον ἡ Ἄτροπος ἔνευσέ μοι, ἄσμενος ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα — κρηπῖδα γάρ τινα ἐν ταῖν χεροῖν εἶχον — ἀναπηδήσας εὐθὺς ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω <corr>ὁρῶν·</corr> οὐδὲν γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει. καὶ νὴ Δίʼ ἤδη καλὰ τὰ παρʼ ὑμῖν πάντα ὁρῶ· τό τε γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ. τεκμαίρομαι δὲ μηδʼ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ <corr>δὲ</corr> μέγιστον, μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδʼ ὑπὸ τῶν δυνατωτέρων ῥαπίζεσθαι. εἰρήνη δὲ πᾶσι καὶ πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα· ἡμεῖς μὲν οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν οἱ πλούσιοι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="16"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων. τί δʼ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν; </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἄκουσον, ὦ τιμιωτάτη μοι <corr>θεῶν·</corr> παροικῶν ἄνω τῷ τυράννῳ<note xml:lang="mul" type="footnote" n="v.2.p.32.n.1">τῷ τυράννῳ Fritzshe1 συράννῳ MSS.</note> πάνυ ἀκριβῶς ἑώρων τὰ γιγνόμενα παρʼ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι· τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον, καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν <pb n="v.2.p.34"/> χρυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς κλίνας τὰς ἀργυρόποδας· ἔτι δὲ καὶ ἡ κνῖσα ἡ τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με, ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι κατεφαίνετο καὶ μονονουχὶ πάντων<note xml:lang="mul" type="footnote" n="v.2.p.34.n.1">πάντων Fritzsche: not in MSS.</note> καλλίων καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρόμενος τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων. ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον κατεγέλων οἷον κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="17"><sp><speaker>Μίκυλλος</speaker><p rend="merge">οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλʼ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, — οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον — οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετʼ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους. ἀλλὰ τί οὐκ <corr>ἀπερχόμεθα</corr> ἤδη; καὶ μεταξὺ γὰρ πλέοντες τὰ λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες. </p></sp><pb n="v.2.p.36"/><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="18"><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οὗτος, ποῖ φέρῃ; πλῆρες ἤδη τὸ σκάφος· αὐτοῦ περίμενε εἰς αὔριον· ἕωθέν σε διαπορθμεύσομεν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν <corr>ἀπολιμπάνων·</corr> ἀμέλει γράψομαί σε παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυος. οἴμοι τῶν <corr>κακῶν·</corr> ἤδη <corr>πλέουσιν·</corr> ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι. καίτοι τί οὐ διανήχομαι κατʼ αὐτούς; οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς· ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)">τί τοῦτο; περίμεινον, ὦ Μίκυλλε· οὐ θέμις οὕτω σε διελθεῖν. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="19"><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν <corr>αὐτόν·</corr> καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον. ΧΑΡΩΝ ποῦ νῦν καθεδεῖται; μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου. </p></sp><sp><speaker>Κλωθώ</speaker><p rend="align(indent)"> καλῶς ὁ Ἑρμῆς ἐνενόησεν. </p></sp><pb n="v.2.p.38"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει· ἡμεῖς δὲ εὐπλοῶμεν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας· πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου· τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ<note xml:lang="mul" type="footnote" n="v.2.p.38.n.1">ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ Harmon: ἢν ἀντλεῖν ἐθέλῃς (θέλῃς) ἕτοιμος καὶ MSS. Fritzsche transposes (ἀντλεῖν, ἢν), Cf. Charon 1.</note> πρόσκωπος εἶναι· μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> Ἔρεττε· καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἦ καὶ ὑποκελεῦσαι δεήσει; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλʼ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες· ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg016.perseus-grc2" n="20"><sp><speaker>Νεκροί</speaker><p rend="align(indent)"> οἴμοι τῶν κτημάτων. — οἴμοι τῶν ἀγρῶν. — ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. — ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. — αἰαῖ τῶν νεογνῶν μοι παιδίων. — τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην; </p></sp><pb n="v.2.p.40"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> ἄπαγε· οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμ<note xml:lang="mul" type="footnote" n="v.2.p.40.n.1">ἂν οἰμώξαιμι Bekker: οἰμώξομαι, ἀνοιμώξομαι, ἂν οἰμώξωμαι MSS. </note>ι εὐπλοῶν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον. </p></sp><sp><speaker>Μίκυλλος</speaker><p rend="align(indent)"> οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν <corr>καττυμάτων·</corr> οἴμοι τῶν κρηπίδων τῶν <corr>παλαιῶν·</corr> ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἱκανῶς τεθρήνηται· σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>