<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2:41-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2:41-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="41"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἦν γὰρ ταῦτα, εἴ γε μέμνημαι, τὰ ἐλεγεῖα· <quote rend="blockquote"><l> ἢ οἵη ποτʼ ἄρʼ ἥγʼ Ἀρισταινέτου ἐν μεγάροισι </l><l>δῖα Κλεανθὶς ἄνασσʼ ἐτρέφετʼ ἐνδυκέως, </l><pb n="v.1.p.454"/><l>προὔχουσʼ ἀλλάων πασάων παρθενικάων, </l><l>κρέσσων τῆς Κυθέρης ἠδʼ ἅμα<note xml:lang="mul" type="footnote" n="v.1.p.454.n.1">ἅμα Guyet: αὖ MSS.</note> τῆς Ἑλένης. </l><l>νυμφίε, καὶ σὺ δὲ χαῖρε, κρατερῶν κράτιστε ἐφήβων,<note xml:lang="mul" type="footnote" n="v.1.p.454.n.2">ἐφήβων Hopelessly corrupt: κράτιστε τεῶν συνεφήβων Dindorf.</note> </l><l>κρέσσων Νιρῆος καὶ Θέτιδος <corr>πάϊδος.</corr> </l><l>ἄμμες δʼ αὖθʼ ὑμῖν τοῦτον θαλαμήϊον ὕμνον </l><l>ξυνὸν ἐπʼ ἀμφοτέροις πολλάκις ᾀσόμεθα. </l></quote>  </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="42"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">γέλωτος οὖν ἐπὶ τούτοις, ὡς τὸ εἰκός, γενομένου ἀνελέσθαι ἤδη τὰ παρακείμενα ἔδει, καὶ ἀνείλοντο οἱ περὶ τὸν Ἀρισταίνετον καὶ Εὔκριτον τὴν πρὸ αὑτοῦ ἑκάτερος κἀγὼ τἀμὰ καὶ ὁ Χαιρέας ὅσα ἐκείνῳ ἔκειτο καὶ Ἴων ὁμοίως καὶ ὁ Κλεόδημος. ὁ δὲ Δίφιλος ἠξίου καὶ τὰ τῷ Ζήνωνι δὴ ἀπόντι<note xml:lang="mul" type="footnote" n="v.1.p.454.n.3">ἀπόντι Hartman, Herwerden: ἀπιόντι MSS.</note> παραδοθέντα φέρεσθαι καὶ ἔλεγε μόνῳ <corr>παρατεθῆναί</corr> οἱ αὐτὰ καὶ πρὸς τοὺς διακόνους ἐμάχετο, καὶ ἀντέσπων τῆς ὄρνιθος ἐπειλημμένοι ὥσπερ τὸν Πατρόκλου νεκρὸν ἀνθέλκοντες, καὶ τέλος ἐνικήθη καὶ ἀφῆκε πολὺν γέλωτα παρασχὼν τοῖς συμπόταις, καὶ μάλιστα ἐπεὶ ἠγανάκτει μετὰ τοῦτο ὡς ἂν τὰ μέγιστα ἠδικημένος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="43"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">οἱ δὲ ἀμφὶ τὸν Ἕρμωνα καὶ Ζηνόθεμιν ἅμα κατέκειντο, ὥσπερ εἴρηται, ὁ μὲν ὑπεράνω ὁ Ζηνόθεμις, ὁ δʼ ὑπʼ <corr>αὐτόν·</corr> παρέκειτο δʼ αὐτοῖς τὰ μὲν ἄλλα πάντα ἴσα, καὶ ἀνείλοντο εἰρηνικῶς· ἡ <pb n="v.1.p.456"/> δὲ ὄρνις ἡ πρὸ τοῦ Ἕρμωνος πιμελεστέρα, οὕτως, οἶμαι, τυχόν. ἔδει δὲ καὶ ταύτας ἀναιρεῖσθαι τὴν ἑαυτοῦ ἑκάτερον. ἐν τούτῳ τοίνυν ὁ Ζηνόθεμις — καί μοι, ὦ Φίλων, πάνυ πρόσεχε τὸν νοῦν, ὁμοῦ γάρ ἐσμεν ἤδη τῷ κεφαλαίῳ τῶν πραχθέντων — ὁ δὲ Ζηνόθεμις, φημί, τὴν παρʼ αὑτῷ ἀφεὶς τὴν πρὸ τοῦ Ἕρμωνος ἀνείλετο πιοτέραν, ὡς ἔφην, <corr>οὖσαν·</corr> ὁ δʼ ἀντεπελάβετο καὶ οὐκ εἴα πλεονεκτεῖν. βοὴ τὸ ἐπὶ τούτοις, καὶ συμπεσόντες ἔπαιον ἀλλήλους ταῖς ὄρνισιν αὐταῖς ἐς τὰ πρόσωπα, καὶ τῶν πωγώνων ἐπειλημμένοι ἐπεκαλοῦντο βοηθεῖν, ὁ  μὲν τὸν Κλεόδημον ὁ Ἕρμων, ὁ δὲ Ζηνόθεμις Ἀλκιδάμαντα καὶ Δίφιλον, καὶ συνίσταντο οἱ μὲν ὡς τοῦτον, οἱ δʼ ὡς ἐκεῖνον πλὴν μόνου τοῦ Ἴωνος·</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="44"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἐκεῖνος δὲ μέσον ἑαυτὸν ἐφύλαττεν. οἱ δʼ ἐμάχοντο συμπλακέντες, καὶ ὁ μὲν Ζηνόθεμις σκύφον ἀράμενος ἀπὸ τῆς τραπέζης κείμενον πρὸ τοῦ Ἀρισταινέτου ῥίπτει ἐπὶ τὸν Ἕρμωνα, <quote rend="blockquote">κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἄλλῃ,</quote> διεῖλε δὲ τοῦ νυμφίου τὸ κρανίον ἐς δύο χρηστῷ μάλα καὶ βαθεῖ τῷ τραύματι. βοὴ οὖν παρὰ τῶν γυναικῶν ἐγένετο καὶ κατεπήδησαν ἐς τὸ μεταίχμιον αἱ πολλαί, καὶ μάλιστα ἡ μήτηρ τοῦ μειρακίου, ἐπεὶ τὸ αἷμα εἶδε· καὶ ἡ νύμφη δὲ ἀνεπήδησε φοβηθεῖσα περὶ αὐτοῦ. ἐν τοσούτῳ δὲ ὁ Ἀλκιδάμας ἠρίστευσε τῷ Ζηνοθέμιδι συμμαχῶν, καὶ πατάξας τῇ βακτηρίᾳ τοῦ Κλεοδήμου μὲν τὸ κρανίον, τοῦ Ἕρμωνος δὲ τὴν σιαγόνα ἐπέτριψε καὶ τῶν οἰκετῶν ἐνίους βοηθεῖν αὐτοῖς ἐπιχειροῦντας <corr>κατέτρωσεν·</corr> οὐ μὴν ἀπετράποντο ἐκεῖνοι, <pb n="v.1.p.458"/> ἀλλʼ ὁ μὲν Κλεόδημος ὀρθῷ τῷ δακτύλῳ τὸν ὀφθαλμὸν τοῦ Ζηνοθέμιδος ἐξώρυττε καὶ τὴν ῥῖνα προσφὺς ἀπέτραγεν, ὁ δὲ Ἕρμων τὸν Δίφιλον ἐπὶ ξυμμαχίαν ἥκοντα τοῦ Ζηνοθέμιδος ἀφῆκεν ἐπὶ κεφαλὴν ἀπὸ τοῦ κλιντῆρος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="45"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">ἐτρώθη δὲ καὶ Ἱστιαῖος ὁ γραμματικὸς διαλύειν αὐτοὺς ἐπιχειρῶν, λάξ, οἶμαι, εἰς τοὺς ὀδόντας ὑπὸ τοῦ Κλεοδήμου Δίφιλον εἶναι οἰηθέντος. ἔκειτο γοῦν<note xml:lang="mul" type="footnote" n="v.1.p.458.n.1">γοῦν Harmon: οὖν MSS.</note> ὁ ἄθλιος κατὰ τὸν αὑτοῦ Ὅμηρον <q>αἷμʼ ἐμέων.</q> πλὴν ταραχῆς γε καὶ δακρύων μεστὰ ἦν πάντα. καὶ αἱ μὲν γυναῖκες ἐκώκυον τῷ Χαιρέᾳ περιχυθεῖσαι, <gap reason="lost" rend="..."/><note xml:lang="mul" type="footnote" n="v.1.p.458.n.2">περιχυθεῖσαι Lacuna Gertz: οἱ δὲ ἄλλοι οἰκέται Fritzsche: οἱ δὲ ἄτρωτοι Bekker. </note> οἱ δὲ ἄλλοι κατέπαυον. μέγιστον δὲ ἦν ἁπάντων κακῶν ὁ Ἀλκιδάμας, ἐπεὶ ἅπαξ τὸ καθʼ αὑτὸν ἐτρέψατο, παίων τὸν προστυχόντα· καὶ πολλοὶ ἄν, εὖ ἴσθι, ἔπεσον εἰ μὴ κατέαξε τὴν βακτηρίαν. ἐγὼ δὲ παρὰ τὸν τοῖχον ὀρθὸς ἐφεστὼς ἑώρων ἕκαστα οὐκ ἀναμιγνὺς ἑαυτὸν ὑπὸ τοῦ Ἱστιαίου διδαχθείς, ὡς ἔστιν ἐπισφαλὲς διαλύειν τὰ τοιαῦτα. Λαπίθας οὖν καὶ Κενταύρους εἶπες ἄν, εἰ εἶδες<note xml:lang="mul" type="footnote" n="v.1.p.458.n.3">εἶπες ἄν, εἰ εἶδες Gertz: εἶδες ἄν MSS.</note> τραπέζας ἀνατρεπομένας καὶ αἷμα ἐκκεχυμένον καὶ σκύφους ῥιπτομένους.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="46"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">τέλος δὲ ὁ Ἀλκιδάμας ἀνατρέψας τὸ λυχνίον σκότος μέγα ἐποίησε, καὶ τὸ πρᾶγμα, ὡς τὸ εἰκός, μακρῷ χαλεπώτερον ἐγεγένητο· καὶ γὰρ οὐ ῥᾳδίως εὐπόρησαν φωτὸς ἄλλου, ἀλλὰ πολλὰ ἐπράχθη καὶ δεινὰ ἐν τῷ σκότῳ. καὶ ἐπεὶ παρῆν τις λύχνον <pb n="v.1.p.460"/> ποτὲ κομίζων, κατελήφθη Ἀλκιδάμας μὲν τὴν αὐλητρίδα ἀπογυμνῶν καὶ πρὸς βίαν συνενεχθῆναι αὐτῇ σπουδάζων, Διονυσόδωρος δὲ ἄλλο τι γελοῖον ἐφωράθη πεποιηκώς· σκύφος γὰρ ἐξέπεσεν ἐκ τοῦ κόλπου ἐξαναστάντος αὐτοῦ. εἶτʼ ἀπολογούμενος Ἴωνα ἔφη ἀνελόμενον ἐν τῇ ταραχῇ δοῦναι αὐτῷ, ὅπως μὴ ἀπόλοιτο, καὶ ὁ Ἴων κηδεμονικῶς ἔλεγε τοῦτο πεποιηκέναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="47"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐπὶ τούτοις διελύθη τὸ συμπόσιον τελευτῆσαν ἐκ τῶν δακρύων αὖθις ἐς γέλωτα ἐπὶ τῷ Ἀλκιδάμαντι καὶ Διονυσοδώρῳ καὶ Ἴωνι. καὶ οἵ τε τραυματίαι φοράδην ἐξεκομίζοντο <corr>πονήρως</corr> ἔχοντες, καὶ μάλιστα ὁ πρεσβύτης ὁ Ζηνόθεμις ἀμφοτέραις τῇ μὲν τῆς ῥινός, τῇ δὲ τοῦ ὀφθαλμοῦ ἐπειλημμένος, βοῶν ἀπόλλυσθαι ὑπʼ ἀλγηδόνων, ὥστε καὶ τὸν Ἕρμωνα καίπερ ἐν κακοῖς ὄντα — δύο γὰρ ὀδόντας ἐξεκέκοπτο — ἀντιμαρτύρεσθαι λέγοντα, <q>Μέμνησο μέντοι, ὦ Ζηνόθεμι, ὡς οὐκ ἀδιάφορον ἡγῇ τὸν πόνον·</q> καὶ ὁ νυμφίος δὲ ἀκεσαμένου τὸ τραῦμα τοῦ Διονίκου ἀπήγετο ἐς τὴν οἰκίαν ταινίαις κατειλημένος τὴν κεφαλήν, ἐπὶ τὸ ζεῦγος ἀνατεθεὶς ἐφʼ οὗ τὴν νύμφην ἀπάξειν ἔμελλε, πικροὺς ὁ ἄθλιος τοὺς γάμους ἑορτάσας· καὶ τῶν ἄλλων δὲ ὁ Διόνικος ἐπεμελεῖτο δὴ τὰ δυνατά, καὶ καθευδήσοντες ἀπήγοντο ἐμοῦντες οἱ πολλοὶ ἐν ταῖς ὁδοῖς. ὁ μέντοι Ἀλκιδάμας αὐτοῦ <corr>ἔμεινεν·</corr> οὐ γὰρ ἠδυνήθησαν ἐκβαλεῖν τὸν ἄνδρα, ἐπεὶ ἅπαξ καταβαλὼν ἑαυτὸν ἐπὶ τῆς κλίνης πλαγίως ἐκάθευδε. </p></sp></div><pb n="v.1.p.462"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="48"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">τοῦτό σοι τέλος, ὦ καλὲ Φίλων, ἐγένετο τοῦ συμποσίου, ἢ ἄμεινον τὸ τραγικὸν ἐκεῖνο ἐπειπεῖν, <quote rend="blockquote"><l> πολλαὶ μορφαὶ τῶν δαιμονίων, </l><l>πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί, </l><l>καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη·</l></quote> ἀπροσδόκητα γὰρ ὡς ἀληθῶς ἀπέβη καὶ ταῦτα. ἐκεῖνό γε μὴν<note xml:lang="mul" type="footnote" n="v.1.p.462.n.1">γε μὴν Bekker, Dindorf: μὴν not in MSS.: γε not in all MSS.</note> μεμάθηκα ἤδη, ὡς οὐκ ἀσφαλὲς ἄπρακτον ὄντα συνεστιᾶσθαι τοιούτοις σοφοῖς.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>