<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2:33-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2:33-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="33"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">καὶ ἅμα, ἔτυχε γὰρ πίνων, ὁπόσον ἔτι λοιπὸν ἐν τῇ κύλικι, περὶ ἥμισυ σχεδόν, κατεσκέδασεν αὐτοῖν. ἀπέλαυσε δὲ καὶ ὁ Ἴων τῆς γειτονήσεως, οὐκ ἀνάξιος ὤν. ὁ μὲν οὖν Ἕρμων ἀπεξύετο ἐκ τῆς κεφαλῆς τὸν ἄκρατον προνενευκὼς καὶ τοὺς παρόντας ἐμαρτύρετο, οἷα ἐπεπόνθει. ὁ Κλεόδημος δέ — οὐ γὰρ εἶχε κύλικα — ἐπιστραφεὶς προσέπτυσέ τε τὸν Ζηνόθεμιν καὶ τῇ ἀριστερᾷ τοῦ πώγωνος λαβόμενος ἔμελλε παίσειν κατὰ κόρρης, καὶ ἀπέκτεινεν ἂν τὸν <pb n="v.1.p.446"/> γέροντα, εἰ μὴ Ἀρισταίνετος ἐπέσχε τὴν χεῖρα καὶ ὑπερβὰς τὸν Ζηνόθεμιν ἐς τὸ μέσον αὐτοῖν κατεκλίθη, ὡς διασταῖεν ὑπὸ διατειχίσματι αὐτῷ εἰρήνην ἄγοντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="34"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐν ὅσῳ δὲ ταῦτʼ ἐγίνετο, ποικίλα, ὦ Φίλων, ἐγὼ πρὸς ἐμαυτὸν ἐνενόουν, οἷον<note xml:lang="mul" type="footnote" n="v.1.p.446.n.1">οἷν Fritzsche : not in MSS.</note> τὸ πρόχειρον ἐκεῖνο, ὡς οὐδὲν ὄφελος ἦν ἄρα ἐπίστασθαι τὰ μαθήματα, εἰ μή τις καὶ τὸν βίον ῥυθμίζοι πρὸς τὸ <corr>βέλτιον·</corr> ἐκείνους γοῦν περιττοὺς ὄντας ἐν τοῖς λόγοις ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντας. ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ καὶ τὸ πεπαιδεῦσθαι ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺς ἐς μόνα τὰ βιβλία καὶ τὰς ἐν ἐκείνοις φροντίδας ἀτενὲς ἀφορῶντας· τοσούτων γοῦν φιλοσόφων παρόντων οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματος ἦν ἰδεῖν, ἀλλʼ οἱ μὲν ἐποίουν αἰσχρά, οἱ δʼ ἔλεγον αἰσχίω· οὐδὲ γὰρ ἐς τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον τὰ γινόμενα λογιζόμενος οἷα ὁ Ἑτοιμοκλῆς ἄσιτος ἔτι καὶ ἄποτος ἐγεγράφει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="35"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge ">ἀνέστραπτο οὖν τὸ πρᾶγμα, καὶ οἱ μὲν ἰδιῶται κοσμίως πάνυ ἑστιώμενοι οὔτε παροινοῦντες οὔτε ἀσχημονοῦντες ἐφαίνοντο, ἀλλʼ ἐγέλων μόνον καὶ κατεγίνωσκον αὐτῶν, οἶμαι, οὕς γε ἐθαύμαζον οἰόμενοί τινας εἶναι ἀπὸ τῶν σχημάτων, οἱ σοφοὶ δὲ ἠσέλγαινον καὶ ἐλοιδοροῦντο καὶ ὑπερενεπίμπλαντο καὶ ἐκεκράγεσαν καὶ εἰς χεῖρας ᾔεσαν. ὁ θαυμάσιος δὲ Ἀλκιδάμας καὶ ἐούρει<note xml:lang="mul" type="footnote" n="v.1.p.446.n.2">καὶ ἐούρει Buttmann : καὶ ἐνούρει MSS. : κἂν ἐούρει Fritzsche.</note> ἐν τῷ μέσῳ οὐκ <pb n="v.1.p.448"/> αἰδούμενος τὰς γυναῖκας. καὶ ἐμοὶ ἐδόκει, ὡς ἂν ἄριστά τις εἰκάσειεν, ὁμοιότατα εἶναι τὰ ἐν τῷ συμποσίῳ οἷς περὶ τῆς Ἔριδος οἱ ποιηταὶ <corr>λέγουσιν·</corr> οὐ γὰρ κληθεῖσαν αὐτὴν ἐς τοῦ Πηλέως τὸν γάμον ῥῖψαι τὸ μῆλον εἰς τὸ σύνδειπνον, ἀφʼ οὗ τοσοῦτον πόλεμον ἐπʼ Ἰλίῳ γεγενῆσθαι. καὶ ὁ Ἑτοιμοκλῆς τοίνυν ἐδόκει μοι τὴν ἐπιστολὴν ἐμβαλὼν εἰς τὸ μέσον ὥσπερ τι μῆλον οὐ μείω τῆς Ἰλιάδος κακὰ ἐξεργάσασθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="36"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">οὐ γὰρ ἐπαύσαντο οἱ ἀμφὶ τὸν Ζηνόθεμιν καὶ Κλεόδημον φιλονεικοῦντες, ἐπεὶ μέσος αὐτῶν ὁ Ἀρισταίνετος ἐγένετο· ἀλλά, <q>νῦν μέν,</q> ἔφη ὁ Κλεόδημος, <q>ἱκανόν, εἰ ἐλεγχθείητε ἀμαθεῖς ὄντες, αὔριον δὲ ἀμυνοῦμαι ὑμᾶς ὅντινα καὶ χρὴ τρόπον· ἀπόκριναί μοι οὖν, ὦ Ζηνόθεμι, ἢ σὺ ἢ ὁ κοσμιώτατος Δίφιλος, καθʼ ὅ τι ἀδιάφορον εἶναι λέγοντες τῶν χρημάτων τὴν κτῆσιν οὐδὲν ἀλλʼ ἢ τοῦτο ἐξ ἁπάντων σκοπεῖτε ὡς πλείω κτήσεσθε καὶ διὰ τοῦτο ἀμφὶ τοὺς πλουσίους ἀεὶ ἔχετε καὶ δανείζετε καὶ τοκογλυφεῖτε καὶ ἐπὶ μισθῷ παιδεύετε, πάλιν τε αὖ τὴν ἡδονὴν μισοῦντες καὶ τῶν Ἐπικουρείων κατηγοροῦντες αὐτοὶ τὰ αἴσχιστα ἡδονῆς ἕνεκα ποιεῖτε καὶ πάσχετε, ἀγανακτοῦντες εἴ τις μὴ καλέσειεν ἐπὶ <corr>δεῖπνον·</corr> εἰ δὲ καὶ <corr>κληθείητε,</corr> <corr>τοσαῦτα</corr> μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις ἐπιδιδόντες</q> — καὶ ἅμα λέγων τὴν ὀθόνην περισπᾶν ἐπεχείρει, ἣν ὁ παῖς εἶχε τοῦ Ζηνοθέμιδος, μεστὴν οὖσαν παντοδαπῶν κρεῶν, καὶ ἔμελλε λύσας ἀπορρίπτειν αὐτὰ εἰς τὸ ἔδαφος, ἀλλʼ ὁ παῖς οὐκ ἀνῆκε καρτερῶς ἀντεχόμενος. </p></sp></div><pb n="v.1.p.450"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="37"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">καὶ ὁ Ἕρμων, <q>εὖ γε,</q> ἔφη, <q>ὦ Κλεόδημε, εἰπάτωσαν οὗτινος ἕνεκα ἡδονῆς κατηγοροῦσιν αὐτοὶ ἥδεσθαι ὑπὲρ τοὺς ἄλλους ἀξιοῦντες.</q> <q>οὔκ, ἀλλὰ σύ,</q> ἦ δʼ ὃς ὁ Ζηνόθεμις, <q>εἰπέ, ὦ Κλεόδημε, καθʼ ὅ τι οὐκ ἀδιάφορον ἡγῇ τὸν πλοῦτον.</q> <q>οὐ μὲν οὖν, ἀλλὰ σύ.</q> καὶ ἐπὶ πολὺ τοῦτο ἦν, ἄχρι δὴ ὁ Ἴων προκύψας ἐς τὸ ἐμφανέστερον, <q>παύσασθε,</q> ἔφη· <q>ἐγὼ δέ, εἰ δοκεῖ, λόγων ἀφορμὰς ὑμῖν ἀξίων τῆς παρούσης ἑορτῆς καταθήσω ἐς τὸ <corr>μέσον·</corr> ὑμεῖς δὲ ἀφιλονείκως ἐρεῖτε καὶ ἀκούσεσθε ὥσπερ ἀμέλει καὶ παρὰ τῷ ἡμετέρῳ Πλάτωνι ἐν λόγοις ἡ πλείστη διατριβὴ ἐγένετο.</q> πάντες ἐπῄνεσαν οἱ παρόντες, καὶ μάλιστα οἱ ἀμφὶ τὸν <corr>Ἀρισταίνετόν</corr> τε καὶ Εὔκριτον, ἀπαλλάξεσθαι τῆς ἀηδίας οὕτω γοῦν ἐλπίσαντες. καὶ μετῆλθέ τε ὁ Ἀρισταίνετος ἐπὶ τὸν αὑτοῦ τόπον εἰρήνην γεγενῆσθαι ἐλπίσας,</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="38"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">καὶ ἅμα εἰσεκεκόμιστο ἡμῖν τὸ ἐντελὲς ὀνομαζόμενον δεῖπνον, μία ὄρνις ἑκάστῳ καὶ κρέας ὑὸς καὶ <corr>λαγῶα</corr> καὶ ἰχθὺς ἐκ ταγήνου καὶ σησαμοῦντες καὶ ὅσα ἐντραγεῖν, καὶ ἐξῆν ἀποφέρεσθαι ταῦτα. προὔκειτο δὲ οὐχ ἓν ἑκάστῳ πινάκιον, ἀλλʼ Ἀρισταινέτῳ μὲν καὶ Εὐκρίτῳ ἐπὶ μιᾶς τραπέζης κοινόν, καὶ τὰ παρʼ αὑτῷ ἑκάτερον ἐχρῆν <corr>λαβεῖν·</corr> Ζηνοθέμιδι δὲ τῷ Στωϊκῷ καὶ Ἕρμωνι τῷ Ἐπικουρείῳ ὁμοίως κοινὸν καὶ τούτοις· εἶτα ἑξῆς Κλεοδήμῳ καὶ Ἴωνι, μεθʼ οὓς τῷ νυμφίῳ καὶ ἐμοί, τῷ Διφίλῳ δὲ τὰ ἀμφοῖν, ὁ γὰρ Ζήνων ἀπεληλύθει. καὶ μέμνησό μοι τούτων, ὦ Φίλων, διότι δή ἐστί τι<note xml:lang="mul" type="footnote" n="v.1.p.450.n.1">τι Bekker: καὶ MSS. excised by Fritzsche.</note> ἐν αὐτοῖς χρήσιμον ἐς τὸν λόγον. </p></sp><pb n="v.1.p.452"/><sp><speaker>Φίλων</speaker><p rend="align(indent)"> μεμνήσομαι δή. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="39"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ὁ τοίνυν Ἴων, <q>πρῶτος οὖν ἄρχομαι,</q> ἔφη, <q>εἰ δοκεῖ.</q> καὶ μικρὸν ἐπισχών, <q>ἐχρῆν μὲν ἴσως,</q> ἔφη, <q>τοιούτων ἀνδρῶν παρόντων περὶ ἰδεῶν τε καὶ ἀσωμάτων εἰπεῖν καὶ ψυχῆς ἀθανασίας· ἵνα δὲ μὴ ἀντιλέγωσί μοι ὁπόσοι μὴ κατὰ ταὐτὰ<note xml:lang="mul" type="footnote" n="v.1.p.452.n.1">ταὐτὰ vulg: ταῦτα MSS.</note> φιλοσοφοῦσι, περὶ γάμων ἐρῶ τὰ εἰκότα. τὸ μὲν οὖν ἄριστον ἦν μὴ δεῖσθαι γάμων, ἀλλὰ πειθομένους Πλάτωνι καὶ Σωκράτει <corr>παιδεραστεῖν·</corr> μόνοι γοῦν οἱ τοιοῦτοι ἀποτελεσθεῖεν ἂν πρὸς ἀρετήν· εἰ δὲ δεῖ καὶ γυναικείου γάμου, κατὰ τὰ Πλάτωνι δοκοῦντα κοινὰς εἶναι ἐχρῆν<note xml:lang="mul" type="footnote" n="v.1.p.452.n.2">ἐχρῆν du Soul: ἐκείνων MSS.</note> τὰς γυναῖκας, ὡς ἔξω ζήλου εἴημεν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="40"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">γέλως ἐπὶ τούτοις ἐγένετο ὡς οὐκ ἐν καιρῷ λεγομένοις. Διονυσόδωρος δέ, <q>παῦσαι,</q> ἔφη, <q>βαρβαρικὰ ἡμῖν <corr>ᾄδων,</corr> ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον ἐπὶ τούτου καὶ παρὰ τίνι;</q> <q>καὶ σὺ γὰρ φθέγγῃ, κάθαρμα;</q> εἶπεν ὁ Ἴων,<note xml:lang="mul" type="footnote" n="v.1.p.452.n.3">ὁ Ἴων Schafer, Bekker: οἶμαι MSS.</note> καὶ Διονυσόδωρος ἀντελοιδορεῖτο τὰ εἰκότα.  ἀλλʼ ὁ γραμματικὸς Ἱστιαῖος ὁ βέλτιστος, <q>παύσασθε,</q> ἔφη· <q>ἐγὼ γὰρ ὑμῖν ἐπιθαλάμιον ἀναγνώσομαι.</q> καὶ ἀρξάμενος ἀνεγίνωσκεν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>