<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2:25-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2:25-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="25"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge"><q rend="merge">εἰ δὲ δείπνου ἕνεκα ὀργίζεσθαί σοι δοκῶ, τὸ κατὰ τὸν Οἰνέα <corr>ἐννόησον·</corr> ὄψει γὰρ καὶ τὴν Ἄρτεμιν ἀγανακτοῦσαν, ὅτι μόνην αὐτὴν οὐ παρέλαβεν ἐκεῖνος ἐπὶ τὴν θυσίαν τοὺς ἄλλους θεοὺς ἑστιῶν. φησὶ δὲ περὶ αὐτῶν Ὅμηρος ὧδέ πως· <quote rend="blockquote">ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ·</quote> καὶ Εὐριπίδης· <quote rend="blockquote"><l>Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς </l><l><corr>ἐν</corr> ἀντιπόρθμοις, πεδίʼ ἔχουσʼ εὐδαίμονα.</l></quote> καὶ Σοφοκλῆς· <quote rend="blockquote">συὸς μέγιστον χρῆμʼ ἐπʼ Οἰνέως γύαις <l>ἀνῆκε Λητοῦς παῖς ἑκηβόλος θεά.</l>
</quote></q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="26"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge"><q rend="merge">ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα παρεθέμην, ὅπως μάθῃς οἷον ἄνδρα παραλιπὼν Δίφιλον ἑστιᾷς καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκας, εἰκότως· <pb n="v.1.p.440"/> ἡδὺς γάρ ἐστι τῷ μειρακίῳ καὶ πρὸς χάριν αὐτῷ σύνεστιν. εἰ δὲ μὴ αἰσχρὸν ἦν ἐμὲ λέγειν τὰ τοιαῦτα, κἄν<note xml:lang="mul" type="footnote" n="v.1.p.440.n.1">κἄν Fritzsche: καὶ ἄν MSS.</note> τι προσέθηκα, ὅπερ σύ, εἰ θέλεις, παρὰ Ζωπύρου τοῦ παιδαγωγοῦ ἂν μάθοις ἀληθὲς ὄν. ἀλλʼ οὐ χρὴ ταράττειν ἐν γάμοις οὐδὲ διαβάλλειν ἄλλους, καὶ μάλιστα ἐφʼ οὕτως αἰσχραῖς αἰτίαις· καὶ γὰρ εἰ Δίφιλος ἄξιος δύο ἤδη μαθητάς μου περισπάσας, ἀλλʼ ἔγωγε φιλοσοφίας αὐτῆς ἕνεκεν σιωπήσομαι.</q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="27"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge"><q rend="merge">προσέταξα δὲ τῷ οἰκέτῃ τούτῳ, ἢν διδῷς αὐτῷ μοῖράν τινα ἢ συὸς ἢ ἐλάφου ἢ σησαμοῦντος, ὡς ἐμοὶ <corr>διακομίσειε</corr> καὶ ἀντὶ τοῦ δείπνου ἀπολογία γένοιτο, μὴ λαβεῖν, μὴ καὶ δόξωμεν ἐπὶ τούτῳ πεπομφέναι.</q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="28"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">τούτων, ὦ ἑταῖρε, ἀναγινωσκομένων μεταξὺ ἱδρώς τέ μοι περιεχεῖτο ὑπʼ αἰδοῦς, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, χανεῖν μοι τὴν γῆν ηὐχόμην ὁρῶν τοὺς παρόντας γελῶντας ἐφʼ ἑκάστῳ καὶ μάλιστα ὅσοι ᾔδεσαν τὸν Ἑτοιμοκλέα, πολιὸν ἄνθρωπον καὶ σεμνὸν εἶναι δοκοῦντα. ἐθαύμαζον οὖν οἷος ὢν διαλάθοι αὐτοὺς ἐξαπατωμένους τῷ πώγωνι καὶ τῇ τοῦ προσώπου ἐντάσει. ὁ γὰρ Ἀρισταίνετος ἐδόκει μοι οὐκ ἀμελείᾳ παριδεῖν<note xml:lang="mul" type="footnote" n="v.1.p.440.n.2">παριδεῖν MSS. παριδεῖν (urged by Fritzsche) and περιιδεῖν.</note> αὐτόν, ἀλλʼ οὔποτʼ ἂν ἐλπίσας κληθέντα ἐπινεῦσαι <corr>οὐδ’</corr> ἂν ἐμπαρασχεῖν ἑαυτὸν τοιούτῳ τινί· ὥστε οὐδὲ τὴν ἀρχὴν πειρᾶσθαι ἠξίου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="29"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"> ἐπεὶ δʼ οὖν ἐπαύσατό ποτε ὁ οἰκέτης ἀναγινώσκων, τὸ μὲν συμπόσιον ἅπαν εἰς τοὺς ἀμφὶ τὸν Ζήνωνα καὶ Δίφιλον ἀπέβλεπε δεδοικότας καὶ ὠχριῶντας καὶ τῇ ἀπορίᾳ <pb n="v.1.p.442"/> τῶν προσώπων ἐπαληθεύοντας τὰ ὑπὸ τοῦ Ἑτοιμοκλέους κατηγορηθέντα· ὁ Ἀρισταίνετος δὲ ἐτετάρακτο καὶ θορύβου μεστὸς ἦν, ἐκέλευε δʼ ὅμως πίνειν ἡμᾶς καὶ ἐπειρᾶτο εὖ διατίθεσθαι τὸ γεγονὸς ὑπομειδιῶν ἅμα, καὶ τὸν οἰκέτην ἀπέπεμψεν εἰπὼν ὅτι ἐπιμελήσεται τούτων. μετʼ ὀλίγον δὲ καὶ ὁ Ζήνων ὑπεξανέστη ἀφανῶς, τοῦ παιδαγωγοῦ νεύσαντος ἀπαλλάττεσθαι ὡς κελεύσαντος τοῦ πατρός.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="30"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ὁ Κλεόδημος δὲ καὶ πάλαι τινὸς ἀφορμῆς δεόμενος — ἐβούλετο γὰρ συμπλακῆναι τοῖς <corr>Στωικοῖς</corr> καὶ διερρήγνυτο οὐκ ἔχων ἀρχὴν εὔλογον — τότε οὖν τὸ ἐνδόσιμον παρασχούσης τῆς ἐπιστολῆς, <q>τοιαῦτα,</q> ἔφη, <q>ἐξεργάζεται ὁ καλὸς Χρύσιππος καὶ Ζήνων ὁ θαυμαστὸς καὶ Κλεάνθης, ῥημάτια δύστηνα καὶ ἐρωτήσεις μόνον καὶ σχήματα φιλοσόφων, τὰ δʼ ἄλλα Ἑτοιμοκλεῖς οἱ πλεῖστοι· καὶ αἱ ἐπιστολαὶ ὁρᾶτε ὅπως πρεσβυτικαί, καὶ τὸ τελευταῖον Οἰνεὺς μὲν Ἀρισταίνετος, Ἑτοιμοκλῆς δὲ Ἄρτεμις. Ἡράκλεις, εὔφημα πάντα καὶ ἑορτῇ πρέποντα.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="31"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"><q>νὴ Δίʼ,</q> εἶπεν ὁ Ἕρμων ὑπερκατακείμενος· <q>ἠκηκόει γάρ, οἶμαι, ὗν τινα ἐσκευάσθαι Ἀρισταινέτῳ ἐς τὸ δεῖπνον, ὥστε οὐκ ἄκαιρον ἐδόκει μεμνῆσθαι τοῦ Καλυδωνίου. ἀλλὰ πρὸς τῆς Ἑστίας, ὦ Ἀρισταίνετε, πέμπε ὡς τάχιστα τῶν ἀπαρχῶν, μὴ καὶ φθάσῃ ὁ πρεσβύτης ὑπὸ λιμοῦ ὥσπερ ὁ Μελέαγρος ἀπομαρανθείς. καίτοι οὐδὲν ἂν πάθοι <corr>δεινόν·</corr> ἀδιάφορα γὰρ ὁ Χρύσιππος τὰ τοιαῦτα ἡγεῖτο.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="32"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"><q>Χρυσίππου <pb n="v.1.p.444"/> γὰρ μέμνησθε ὑμεῖς,</q> ἔφη ὁ Ζηνόθεμις ἐπεγείρας ἑαυτὸν <corr>καὶ</corr> φθεγξάμενος παμμέγεθες, <q>ἢ ἀφʼ ἑνὸς ἀνδρὸς οὐκ ἐννόμως φιλοσοφοῦντος Ἑτοιμοκλέους τοῦ γόητος μετρεῖτε τὸν Κλεάνθην καὶ Ζήνωνα σοφοὺς ἄνδρας; τίνες<note xml:lang="mul" type="footnote" n="v.1.p.444.n.1">τινες Βekker: οἵτινες MSS.</note> δὲ καὶ ὄντες ὑμεῖς ἐρεῖτε ταῦτα; οὐ σὺ μὲν τῶν Διοσκούρων ἤδη, ὦ Ἕρμων, τοὺς πλοκάμους περικέκαρκας χρυσοῦς ὄντας; καὶ δώσεις δίκην παραδοθεὶς τῷ δημίῳ. σὺ δὲ τὴν Σωστράτου γυναῖκα τοῦ μαθητοῦ ἐμοίχευες, ὦ Κλεόδημε, καὶ καταληφθεὶς τὰ αἴσχιστα ἔπαθες. οὐ σιωπήσεσθε οὖν τοιαῦτα συνεπιστάμενοι ἑαυτοῖς;</q> <q>ἀλλʼ οὐ μαστροπὸς ἐγὼ τῆς ἐμαυτοῦ γυναικός,</q> ἦ δʼ ὃς ὁ Κλεόδημος, <q>ὥσπερ σύ, οὐδὲ τοῦ ξένου μαθητοῦ λαβὼν τοὐφόδιον παρακαταθήκας ἔπειτα ὤμοσα κατὰ τῆς Πολιάδος μὴ εἰληφέναι, οὐδʼ ἐπὶ τέτταρσι δραχμαῖς δανείζω, οὐδὲ ἄγχω τοὺς μαθητάς, ἢν μὴ κατὰ καιρὸν ἀποδῶσι τοὺς μισθούς.</q> <q>ἀλλʼ ἐκεῖνο,</q> ἔφη ὁ Ζηνόθεμις, <q>οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐχὶ φάρμακον ἀποδόσθαι Κρίτωνι ἐπὶ τὸν πατέρα.</q></p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>