<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2:17-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2:17-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="17"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">καὶ οἱ πλεῖστοι ἐμέθυον <pb n="v.1.p.430"/> ἤδη καὶ βοῆς μεστὸν ἦν τὸ <corr>συμπόσιον·</corr> ὁ μὲν γὰρ Διονυσόδωρος ὁ ῥήτωρ ἀντιρρήσεις<note xml:lang="mul" type="footnote" n="v.1.p.430.n.1">ἀντιρρήσεις Gertz : αὐτοῦ δήσεις MSS. “his own speeches “</note> τινὰς ἐν μέρει διεξῄει καὶ ἐπῃνεῖτο ὑπὸ τῶν κατόπιν ἐφεστώτων οἰκετῶν, ὁ δὲ Ἱστιαῖος ὁ γραμματικὸς ἐρραψῴδει ὕστερος κατακείμενος καὶ συνέφερεν ἐς τὸ αὐτὸ τὰ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος, ὡς ἐξ ἁπάντων μίαν ᾠδὴν παγγέλοιον ἀποτελεῖσθαι, μάλιστα δʼ ἐκεῖνα ὥσπερ προμαντευόμενος τὰ μέλλοντα, <quote rend="blockquote">σὺν δʼ ἔβαλον ῥινούς·</quote> καὶ <quote rend="blockquote">ἔνθα δʼ ἄρʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.</quote> ὁ Ζηνόθεμις δʼ ἀνεγίνωσκε παρὰ τοῦ παιδὸς λαβὼν λεπτόγραφόν<note xml:lang="mul" type="footnote" n="v.1.p.430.n.2">λεπτόγραφόν Herwerden : λεπτόγραμμόν MSS.</note> τι βιβλίον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="18"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">διαλιπόντων δὲ ὀλίγον, ὥσπερ εἰώθασι, τῶν παρακομιζόντων τὰ ὄψα μηχανώμενος Ἀρισταίνετος μηδʼ ἐκεῖνον ἀτερπῆ τὸν καιρὸν εἶναι μηδὲ κενὸν ἐκέλευσε τὸν γελωτοποιὸν εἰσελθόντα εἰπεῖν τι ἢ πρᾶξαι γελοῖον, ὡς ἔτι μᾶλλον οἱ συμπόται διαχυθεῖεν. καὶ παρῆλθεν ἄμορφός τις ἐξυρημένος τὴν κεφαλήν, ὀλίγας ἐπὶ τῇ κορυφῇ τρίχας ὀρθὰς <corr>ἔχων·</corr> οὗτος ὠρχήσατό τε κατακλῶν ἑαυτὸν καὶ διαστρέφων, ὡς γελοιότερος φανείη, καὶ ἀνάπαιστα συγκροτῶν διεξῆλθεν αἰγυπτιάζων τῇ φωνῇ, <corr>καὶ</corr> τέλος ἐπέσκωπτεν ἐς τοὺς παρόντας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="19"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">οἱ μὲν οὖν ἄλλοι ἐγέλων ὁπότε σκωφθεῖεν, ἐπεὶ δὲ καὶ εἰς <pb n="v.1.p.432"/> τὸν Ἀλκιδάμαντα ὅμοιόν τι ἀπέρριψε Μελιταῖον κυνίδιον προσειπὼν αὐτόν, ἀγανακτήσας ἐκεῖνος — καὶ πάλαι δὲ δῆλος ἦν φθονῶν αὐτῷ <corr>εὐδοκιμοῦντι</corr> καὶ κατέχοντι τὸ συμπόσιον — ἀπορρίψας τὸν τρίβωνα προὐκαλεῖτό οἱ παγκρατιάζειν, εἰ δὲ μή, κατοίσειν αὐτοῦ ἔφη τὴν βακτηρίαν. οὕτω δὴ ὁ κακοδαίμων Σατυρίων — τοῦτο γὰρ ὁ γελωτοποιὸς ἐκαλεῖτο — συστὰς ἐπαγκρατίαζε. καὶ τὸ πρᾶγμα ὑπερήδιστον ἦν, φιλόσοφος ἀνὴρ γελωτοποιῷ ἀνταιρόμενος καὶ παίων καὶ παιόμενος ἐν τῷ μέρει. οἱ παρόντες δὲ οἱ μὲν ᾐδοῦντο, οἱ δὲ ἐγέλων, ἄχρι ἀπηγόρευσε παιόμενος ὁ Ἀλκιδάμας ὑπὸ συγκεκροτημένου ἀνθρωπίσκου καταγωνισθείς. γέλως οὖν πολὺς ἐξεχύθη ἐπʼ αὐτοῖς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="20"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐνταῦθα Διόνικος ἐπεισῆλθεν ὁ ἰατρὸς οὐ πολὺ κατόπιν τοῦ ἀγῶνος· ἐβεβραδύκει δέ, ὡς ἔφασκε, φρενίτιδι ἑαλωκότα θεραπεύων Πολυπρέποντα τὸν αὐλητήν. καί τι καὶ γελοῖον διηγήσατο· ἔφη μὲν γὰρ εἰσελθεῖν παρʼ αὐτὸν οὐκ εἰδὼς ἐχόμενον ἤδη τῷ πάθει, τὸν δὲ ταχέως ἀναστάντα ἐπικλεῖσαί τε τὴν θύραν καὶ ξιφίδιον σπασάμενον ἀναδόντα αὐτῷ τοὺς αὐλοὺς κελεύειν <corr>αὐλεῖν·</corr> εἶτα ἐπεὶ μὴ δύναιτο, παίειν σκῦτος ἔχοντα ἐς ὑπτίας τὰς χεῖρας. τέλος οὖν ἐν τοσούτῳ κινδύνῳ ἐπινοῆσαι τοιόνδε· ἐς ἀγῶνα γὰρ προκαλέσασθαι αὐτὸν ἐπὶ ῥητῷ πληγῶν ἀριθμῷ, καὶ πρῶτον μὲν αὐτὸς αὐλῆσαι <corr>πονήρως,</corr> μετὰ δὲ παραδοὺς<note xml:lang="mul" type="footnote" n="v.1.p.432.n.1">παραδοὸς Bekker : παραδόντα ΜSS.</note> τοὺς αὐλοὺς ἐκείνῳ δέξασθαι παρʼ αὐτοῦ τὸ σκῦτος καὶ τὸ <pb n="v.1.p.434"/> ξιφίδιον καὶ ἀπορρῖψαι τάχιστα διὰ τῆς φωταγωγοῦ ἐς τὸ ὕπαιθρον τῆς αὐλῆς, καὶ τὸ ἀπὸ τούτου ἀσφαλέστερος ἤδη προσπαλαίων αὐτῷ ἐπικαλεῖσθαι τοὺς γειτνιῶντας, ὑφʼ ὧν ἀνασπασάντων τὸ θύριον σωθῆναι αὐτός.<note xml:lang="mul" type="footnote" n="v.1.p.434.n.1">αὐτός Bekker: αὐτόν MSS.</note> ἐδείκνυ δὲ καὶ σημεῖα τῶν πληγῶν καὶ ἀμυχάς τινας ἐπὶ τοῦ προσώπου. </p><p rend="align(indent)">καὶ ὁ μὲν Διόνικος οὐ μεῖον εὐδοκιμήσας τοῦ γελωτοποιοῦ ἐπὶ τῇ διηγήσει πλησίον τοῦ Ἱστιαίου παραβύσας ἑαυτὸν ἐδείπνει ὅσα λοιπά, οὐκ ἄνευ θεοῦ τινος ἡμῖν ἐπιπαρών, ἀλλὰ καὶ πάνυ χρήσιμος τοῖς μετὰ ταῦτα γεγενημένος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="21"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">παρελθὼν γὰρ εἰς τὸ μέσον οἰκέτης παρʼ Ἑτοιμοκλέους τοῦ Στωϊκοῦ ἥκειν λέγων γραμματίδιον ἔχων <corr>κελεῦσαί</corr> οἱ ἔφη τὸν δεσπότην ἐν τῷ κοινῷ ἀναγνόντα εἰς ἐπήκοον ἅπασιν ὀπίσω <corr>αὖθις</corr> ἀπαλλάττεσθαι. ἐφέντος οὖν τοῦ Ἀρισταινέτου προσελθὼν πρὸς τὸν λύχνον ἀνεγίνωσκεν. </p></sp><sp><speaker>Φίλων</speaker><p rend="align(indent)"> ἦ που, ὦ Λυκῖνε, τῆς νύμφης ἐγκώμιον ἢ ἐπιθαλάμιον, οἷα πολλὰ ποιοῦσιν; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="22"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀμέλει καὶ ἡμεῖς <corr>τοιοῦτον</corr> ᾠήθημεν, ἀλλʼ οὐδʼ ἐγγὺς ἦν τούτου· ἐνεγέγραπτο γάρ· </p><p rend="align(center)"><q>Ἑτοιμοκλῆς φιλόσοφος Ἀρισταινέτῳ.</q></p><p rend="align(indent)"><q rend="merge">ὅπως μὲν ἔχω πρὸς δεῖπνα ὁ παρεληλυθώς μοι βίος ἅπας μαρτύριον <corr>ἂν</corr> γένοιτο, ὅς γε ὁσημέραι πολλῶν ἐνοχλούντων παρὰ πολὺ σοῦ πλουσιωτέρων ὅμως οὐδὲ πώποτε φέρων ἐμαυτὸν <pb n="v.1.p.436"/> ἐπέδωκα εἰδὼς τοὺς ἐπὶ<note xml:lang="mul" type="footnote" n="v.1.p.436.n.1">ἐπὶ MSS.: ἐν Fritsche, perhaps rightly.</note> τοῖς συμποσίοις θορύβους καὶ παροινίας. ἐπὶ σοῦ δὲ μόνου εἰκότως ἀγανακτῆσαί μοι δοκῶ, ὃς τοσοῦτον χρόνον ὑπʼ ἐμοῦ λιπαρῶς τεθεραπευμένος οὐκ ἠξίωσας ἐναριθμῆσαι κἀμὲ τοῖς ἄλλοις φίλοις, ἀλλὰ μόνος ἐγώ σοι ἄμοιρος, καὶ ταῦτα ἐν γειτόνων οἰκῶν. ἀνιῶμαι οὖν ἐπὶ σοὶ τὸ πλέον οὕτως ἀχαρίστῳ φανέντι· ἐμοὶ γὰρ ἡ εὐδαιμονία οὐκ ἐν ὑὸς ἀγρίου μοίρᾳ ἢ λαγωοῦ ἢ πλακοῦντος, ἃ παρʼ ἄλλοις ἀφθόνως ἀπολαύω τὰ καθήκοντα εἰδόσιν, ἐπεὶ καὶ τήμερον παρὰ τῷ μαθητῇ Παμμένει δειπνῆσαι πολυτελές, ὥς φασι, δεῖπνον δυνάμενος οὐκ ἐπένευσα ἱκετεύοντι, σοὶ ὁ ἀνόητος ἐμαυτὸν φυλάττων.</q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="23"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"><q rend="merge">σὺ δὲ ἡμᾶς παραλιπὼν ἄλλους εὐωχεῖς, εἰκότως· οὔπω γὰρ δύνασαι διακρίνειν τὸ βέλτιον οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις. ἀλλὰ οἶδα ὅθεν μοι ταῦτα, παρὰ τῶν θαυμαστῶν σου φιλοσόφων, Ζηνοθέμιδος καὶ Λαβυρίνθου, ὧν — ἀπείη δὲ ἡ Ἀδράστεια — συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι τάχιστα δοκῶ τὰ στόματα. ἢ εἰπάτω τις αὐτῶν, τί ἐστὶ φιλοσοφία; ἢ τὰ πρῶτα ταῦτα, τί διαφέρει σχέσις ἕξεως; ἵνα μὴ τῶν ἀπόρων εἴπω τι, κερατίναν ἢ σωρείτην ἢ θερίζοντα λόγον. <pb n="v.1.p.438"/> Ἀλλὰ σὺ μὲν ὄναιο αὐτῶν. ἐγὼ δὲ ὡς ἂν μόνον τὸ καλὸν ἀγαθὸν ἡγούμενος εἶναι οἴσω ῥᾳδίως τὴν ἀτιμίαν.</q></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg015.perseus-grc2" n="24"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge"><q rend="merge">καίτοι ὅπως μὴ ἐς ἐκείνην ἔχῃς καταφεύγειν τὴν ἀπολογίαν ὕστερον, ἐπιλαθέσθαι λέγων ἐν τοσούτῳ θορύβῳ καὶ πράγματι, δίς σε τήμερον προσηγόρευσα καὶ ἕωθεν ἐπὶ τῇ οἰκίᾳ καὶ ἐν τῷ ἀνακείῳ θύοντα ὕστερον. ταῦτα ἐγὼ τοῖς παροῦσιν ἀπολελόγημαι.</q></p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>