<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2:11-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2:11-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" n="11"><p> Ἀντίγονος δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακεδόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύμασι πολλοῖς περιπεσὼν ἐτελεύτησεν ἐτῶν ἑνὸς <corr>καὶ</corr> <corr>ὀγδοήκοντα,</corr> ὥσπερ ὁ συστρατευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ. καὶ Λυσίμαχος δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ <corr>πρὸς</corr> Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ αὐτός φησιν Ἱερώνυμος. Ἀντίγονος δέ, ὃς υἱὸς<note xml:lang="mul" type="footnote" n="v.1.p.230.n.1">ὃς υἱὸς Harmon: υἱὸς MSS.</note> μὲν ἦν Δημητρίου, υἱωνὸς δὲ Ἀντιγόνου τοῦ μονοφθάλμου, οὗτος τέσσαρα καὶ τεσσαράκοντα Μακεδόνων ἐβασίλευσεν ἔτη, ἐβίωσε δὲ ὀγδοήκοντα, ὡς Μήδειός τε ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. ὁμοίως δὲ καὶ Ἀντίπατρος ὁ Ἰολάου μέγιστον δυνηθεὶς καὶ ἐπιτροπεύσας πολλοὺς Μακεδόνων βασιλέας ὑπὲρ τὰ ὀγδοήκοντα οὗτος ἔτη ζήσας ἐτελεύτα τὸν βίον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg011.perseus-grc2" n="12"><p> Πτολεμαῖος δὲ ὁ Λάγου ὁ τῶν καθʼ αὑτὸν εὐδαιμονέστατος βασιλέων Αἰγύπτου μὲν ἐβασίλευσεν, τέσσαρα δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη ζῶν παρέδωκεν τὴν ἀρχὴν πρὸ δύο ἐτοῖν τῆς τελευτῆς Πτολεμαίῳ τῷ υἱῷ, Φιλαδέλφῳ δὲ ἐπίκλησιν, ὅστις διεδέξατο τὴν πατρῴαν βασιλείαν ἀδελφῶν<note xml:lang="mul" type="footnote" n="v.1.p.230.n.2">ἀδελφῶν Supply ἀδελφῶν προτιμηθεὶς πρεσβυτέρων, or the like: see note 1.231.1.</note>... φιλέταιρος δὲ πρῶτος μὲν ἐκτήσατο τὴν περὶ Πέργαμον ἀρχὴν καὶ κατέσχεν εὐνοῦχος ὤν, κατέστρεψε δὲ τὸν βίον ὀγδοήκοντα ἐτῶν <pb n="v.1.p.232"/> γενόμενος. Ἄτταλος δὲ ὁ ἐπικληθεὶς Φιλάδελφος, τῶν Περγαμηνῶν καὶ οὗτος βασιλεύων, πρὸς ὃν καὶ Σκιπίων Ῥωμαίων στρατηγὸς ἀφίκετο, δύο καὶ ὀγδοήκοντα ἐτῶν ἐξέλιπε τὸν βίον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>