<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="9"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>καὶ οὐχ ὁ μὲν Ζεὺς οὕτω μόνος ἑάλω τοῦ κάλλους, τῶν δ’ ἄλλων οὐδεὶς θεῶν, ἵνα μᾶλλον ἔχειν δοκῇ ταῦτα κατηγορίαν Διός, οὐχ ὑπὲρ τοῦ κάλλους εἰρῆσθαι· ἀλλ’ εἴ τις ἀκριβῶς ἐθελήσει σκοπεῖν, πάντας ἂν εὕροι θεοὺς ταὐτὰ πεπονθότας Διί, οἷον τὸν μὲν Ποσειδῶ τοῦ Πέλοπος ἡττημένον, Ὑακίνθου δὲ τὸν Ἀπόλλω, τὸν Ἑρμῆν δὲ τοῦ Κάδμου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="10"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>καὶ θεαὶ δ’ ἐλάττους οὐκ αἰσχύνονται φαινόμεναι τούτου, ἀλλ’ ὥσπερ φιλοτιμίαν αὐταῖς ἔχειν δοκεῖ τὸ τῷ δεῖνι συγγενομένην  <milestone unit="Reitz_page" n="624"/> <pb facs="operaexrecogniti03luciuoft_0467"/> καλῷ διηγεῖσθαι παρεσχῆσθαι τοῖς ἀνθρώποις. ἔτι δὲ τῶν μὲν ἄλλων ἁπάντων ἑκάστη προστάτις οὖσα οὐχ ἑτέρα ἀμφισβητεῖ ἑτέρα περὶ ὧν ἄρχει, ἀλλ’ Ἀθηνᾶ μὲν τοῖς ἀνθρώποις ἡγουμένη τὰ ἐς πολέμους πρὸς Ἄρτεμιν οὐ διαμάχεται περὶ θήρας, ὡς δ’ αὕτως Ἀθηνᾷ κἀκείνη παραχωρεῖ τῶν πολεμικῶν, τῶν δὲ γάμων Ἥρα Ἀφροδίτῃ, οὐδ’ αὐτὴ πρὸς αὐτῆς ἐνοχλουμένη περὶ ὧν ἐφορεύει. ἑκάστη δ’ ἐπὶ κάλλει τοσοῦτον φρονεῖ καὶ πάσας ὑπερβάλλεσθαι δοκεῖ, ὥστε καὶ ἡ Ἔρις αὐτὰς ἀλλήλαις ἐκπολεμῶσαι βουλομένη οὐδὲν ἄλλο προὔβαλεν αὐταῖς ἢ κάλλος, οὕτως οἰομένη ῥᾳδίως ὅπερ ἤθελε καταστήσειν, ὀρθῶς καὶ φρονίμως τοῦτο λογιζομένη. σκέψαιτο δ’ ἄν τις ἐντεῦθεν τὴν τοῦ κάλλους περιουσίαν· ὡς γὰρ ἐλάβοντο τοῦ μήλου καὶ τὴν ἐπιγραφὴν ἀνελέξαντο, ἑκάστης αὐτῆς ὑπολαβούσης εἶναι τὸ μῆλον, μηδεμιᾶς δὲ τολμώσης τὴν ψῆφον καθ’ αὑτῆς ἐνεγκεῖν, ὡς ἄρ’ αἰσχροτέρα τῆς ἑτέρας εἴη τὴν ὄψιν, ἀνέρχονται παρὰ τὸν τῶν μὲν πατέρα, τῆς δ’ ἀδελφόν τε καὶ σύνοικον Δία ἐπιτρέψουσαι τὴν δίκην αὐτῷ. ἔχων δὲ καὶ αὐτὸς ἥτις ἐστὶν ἀποφήνασθαι καλλίστη καὶ πολλῶν ἀνδρείων ὄντων καὶ σοφῶν καὶ φρονίμων ἔν τε Ἑλλάδι καὶ τῇ βαρβάρῳ, ὁ δ’ ἐπιτρέπει τὴν κρίσιν Πάριδι τῷ Πριάμου ψῆφον ἐναργῆ καὶ καθαρὰν ἐξενεγκών, ὅτι καὶ φρονήσεως καὶ σοφίας καὶ ῥώμης ὑπερέχει τὸ κάλλος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="11"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηνται καὶ σπουδὴν ἀκούειν εἶναι καλαί, ὥστε καὶ τὸν ἡρώων τε κοσμήτορα καὶ θεῶν ποιητὴν οὐκ ἄλλοθέν ποθεν ἢ παρὰ τοῦ κάλλους πεπείκασιν ὀνομάξειν. ἥδιον ἂν οὖν ἀκούσαι λευκώλενος ἡ Ἥρα ἢ ,,πρέσβα  <milestone unit="Reitz_page" n="625"/> θεὰ θυγάτηρ μεγάλου Κρόνου“, Ἀθηνᾶ δ’ οὐκ ἂν βουληθείη Τριτογένεια πρὸ τοῦ Γλαυκῶπις καλεῖσθαι, Ἀφροδίτη τε τιμήσαιτ’ ἂν τοῦ παντὸς καλεῖσθαι χρυσῆ. ἅπερ ἅπαντ’ εἰς κάλλος τείνει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="12"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>καίτοι ταῦτ’ οὐ μόνον ἀπόδειξιν <pb facs="operaexrecogniti03luciuoft_0468"/> ἔχει πῶς οἱ κρείττους ἔχουσι περὶ τοῦτο, ἀλλὰ καὶ μαρτύριόν ἐστιν ἀψευδὲς τοῦ κρεῖττον εἶναι πάντων τῶν ἄλλων. οὐκοῦν Ἀθηνᾶ μὲν ἀνδρείας ἅμα καὶ φρονήσεως προέχειν ἐπιψηφίζει· ἀμφοτέρων γὰρ προΐστατο τούτων· Ἥρα δ’ ἁπάσης ἀρχῆς καὶ δυναστείας αἱρετώτερον ἀποφαίνει συνηγοροῦντ’ αὐτῇ καὶ τὸν Δία παραλαβοῦσα. εἰ τοίνυν οὕτω μὲν θεῖον καὶ σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ περισπούδαστον τοῖς θεοῖς, πῶς ἂν ἡμῖν ἔχοι καλῶς μὴ καὶ αὐτοὺς μιμουμένους τοὺς θεοὺς ἔργῳ τε καὶ λόγῳ πᾶν ὅ τι ἔχομεν συναίρεσθαι τῷ κάλλει;</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>