<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1:25-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1:25-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="25"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>σχεδὸν δ’ ὡς εἰπεῖν πάντων τῶν ἐν ἀνθρωποις πραγμάτων ὥσπερ κοινὸν παράδειγμα τὸ κάλλος ἐστί, καὶ οὔτε στρατηγοῖς εἰς κάλλος ἠμέληται τὰ στρατεύματα συντάττειν οὔτε ῥήτορσι τοὺς λόγους συντιθέναι οὔτε μὴν γραφεῦσι τὰς εἰκόνας γεγραφέναι. ἀλλὰ τί ταῦτα λέγω, ὧν τὸ κάλλος τέλος ἐστίν; ὧν γὰρ εἰς χρείαν ἥκομεν ἀναγκαίως, οὐκ ἐλλείπομεν οὐδὲν σπουδὴς εἰς ὅσον ἔξεστι κάλλιστα κατασκευάζειν· τῷ τε γὰρ Μενέλεῳ οὐ τοσοῦτον ἐμέλησε τῆς χρείας τῶν οἴκων, ἢ ὅσον τοὺς εἰσερχομένους ἐκπλήττειν, καὶ διὰ τοῦθ’ οὕτω πολυτελεστάτους ἅμα κατεσκεύασε καὶ καλλίστους, καὶ τῆς <pb facs="operaexrecogniti03luciuoft_0475"/> γνώμης οὐχ ἥμαρτεν· ὁ γὰρ Ὀδυσσέως οὕτως ἀγασθῆναι λέγεται τούτους, κατὰ πύστιν τοῦ πατρὸς εἰς αὐτὸν ἀφιγμένος, ὥστ’ εἰπεῖν Πεισιστράτῳ τῷ Νεστορίδῃ, <quote rend="blockquote">Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή.</quote>  <milestone unit="Reitz_page" n="634"/> αὐτός θ’ ὁ τοῦ μειρακίου πατὴρ οὐκ ἄλλου του χάριν μιλτοπαρῄους ἦγε τὰς ναῦς συστρατευόμενος τοῖς Ἕλλησιν ἐπὶ Τροίαν ἢ ὅπως τοὺς ὁρῶντας ἐκπλήττειν ἔχῃ. καὶ σχεδὸν εἴ τις ἑκάστην ἐξετάξειν βούλεται τῶν τεχνῶν, εὑρήσει πάσας ἐς τὸ κάλλος ὁρώσας καὶ τούτου τυγχάνειν τοῦ παντὸς τιθεμένας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="26"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>τοσοῦτον δὲ τὸ κάλλος τῶν ἄλλων ἁπάντων ὑπερέχειν δοκεῖ, ὥστε τῶν μὲν ἢ δικαιοσύνης ἢ σοφίας ἢ ἀνδρείας μετεχόντων πολλά τις ἂν εὕρον τιμώμενα μᾶλλον. τῶν δὲ ταύτης τῆς ἰδέας κεκοινωνηκότων βέλτιόν ἐστιν εὑρεῖν οὐδέν, ὥσπερ δὴ καὶ τῶν μὴ μετεσχηκότων ἀτιμότερον οὐδέν· μόνους γοῦν τοὺς μὴ καλοὺς ὀνομάζομεν αἰσχρούς, ὡς οὐδὲν ὄν, εἴ τί τις ἔχων τύχοι πλεονέκτημα τῶν ἄλλων κάλλους ἐστερημένος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="27"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>τοὺς μὲν οὖν ἢ δημοκρατουμένοις τὰ κοινὰ διοικοῦντας ἢ τυράννοις ὑποτεταγμένους τοὺς μὲν δημαγωγούς, τοὺς δὲ κόλακας καλοῦμεν, μόνους δὲ τοὺς ὑπὸ ταύτῃ τῇ δυνάμει γενομένους θαυμάζομέν τε φιλοπόνους τε καὶ φιλοκάλους ὀνομάζομεν καὶ κοινοὺς νομίζομεν εὐεργέτας τοὺς τὸν καλῶν ἐπιμελητάς. ὅτε τοίνυν οὕτω μὲν σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ τοῖς πᾶσιν ἐν εὐχῆς μέρει τυχεῖν κέρδος τε νομίζουσι τὸ τούτῳ τι διακονῆσαι δυνηθῆναι, πῶς ἡμᾶς εἰκότως οὐκ ἄν τις ἐμέμψατο, εἰ τοσοῦτον ἔχοντες κέρδος κερδαίνειν ἔπειθ’ ἑκοντὶ προϊέμεθα, μηδ’ αὐτὸ τοῦτο αἰσθέσθαι δυνηθέντες, ὅτι ξημιούμεθα;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="28"><sp rend="merge; align(indent)"><speaker>Χαρίδημος</speaker><p><milestone unit="Reitz_page" n="635"/>Τοσοῦτον μὲν δὴ κἀγὼ τὸν λόγον ἐποιησάμην, πολλὰ τῶν ἐνόντων μοι περὶ κάλλους εἰπεῖν ἀφελών, ἐπειδὴ τὴν συνουσίαν ἐπὶ πολὺ παρατεινομένην ἑώρων.</p></sp><pb facs="operaexrecogniti03luciuoft_0476"/><sp rend="align(indent)"><speaker>Ἕρμιππος</speaker><p>Εὐδαίμονές γε, οἳ τοιαύτης ἀπολελαύκατε τῆς συνουσίας. σχεδὸν δ’ ἤδη κἀγὼ οὐδὲν ἔλαττον ὑμῶν ἔσχηκα διὰ σέ.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>