<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1:13-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1:13-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="13"><sp rend="merge; align(indent)"><speaker>Χαρίδημος</speaker><p>Ταῦτα μὲν ὁ Φίλων περὶ τοῦ κάλλους εἶπεν ἐπιθεὶς τοῦτο τῇ τελευτῇ, ὡς καὶ πλείω ἂν τούτων εἰρήκει, εἰ μὴ τὸ μακρολογεῖν ἠπίστατο τῶν ἀδοκίμων ἐν συμποσίῳ. μετ’ ἐκεῖνον δ’ εὐθὺς ᾿Δρίστιππος ἥπτετο τῶν λόγων πολλὰ πρότερον παρακληθείς ὑπ’ Ἀνδροκλέους· οὐ γὰρ ἐβούλετο λέγειν τὸ μετὰ Φίλωνα εὐλαβούμενος λέγειν. ἤρξατο δὲ ἐντεῦθεν·</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="14"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>Πολλοὶ πολλάκις ἄνθρωποι τὸ περὶ τῶν βελτίστων καὶ ἡμῖν συμφερόντων ἀφέντες λέγειν ἐφ’ ἑτέρας τινὰς ὥρμησαν ὑποθέσεις, ἀφ’ ὧν αὐτοῖς μὲν δοκοῦσι δόξαν προσάγειν, τοῖς δ’ ἀκροαταῖς τοὺς λόγους οὐδὲν λυσιτελοῦντας ποιοῦνται, καὶ διεληλύθασιν οἱ μὲν περὶ τῶν αὐτῶν ἐρίζοντες ἀλλήλοις, οἱ δὲ διηγούμενοι τὰ οὐκ ὄντα, ἕτεροι δὲ περὶ τῶν οὐδαμῶς  <milestone unit="Reitz_page" n="626"/> ἀναγκαίων λογοποιοῦντες, οὓς ἐχρῆν ταῦτα πάντα καταλιπόντας, ὅπως τι βέλτιον τύχωσιν εἰπόντες, σκοπεῖν· οὓς νῦν ἐγὼ περὶ τῶν ὄντων οὐδὲν ὑγιὲς ἐγνωκέναι νομίζων ἄλλως τε καὶ τὸ τινῶν ἀγνοίας τῶν βελτίστων κατηγοροῦντα τοῖς αὐτοῖς περιπίπτειν τῶν εὐηθεστέρων οἰόμενος εἶναι πάντη, τὴν αὐτὴν λυσιτελεστάτην καὶ καλλίστην τοῖς ἀκούουσιν ὑπόθεσιν ποιήσομαι τῶν λόγων καὶ ἣν πᾶς ὁστισοῦν ἂν φαίη κάλλιστ’ ἂν ἔχειν ἀκούειν καλλίστην.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="15"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>εἰ μὲν οὖν περί τινος ἑτέρου τοὺς λόγους <pb facs="operaexrecogniti03luciuoft_0469"/> ἐποιούμεθα νῦν, ἀλλὰ μὴ περὶ κάλλους, ἤρκεσεν ἂν ἡμῖν ἀκούσασιν ἑνὸς εἰπόντος ἀπηλλάχθαι περὶ αὐτοῦ· τοῦτο δ’ ἄρα τοσαύτην ἀφθονίαν παρέχεται τοῖς βουλομένοις ἄπτεσθαι τῶν περὶ τούτου λόγων, ὥστ’ οὐκ, εἰ μὴ κατ’ ἀξίαν τις ἐφίκοιτο τῷ λόγῳ, νομίξειν δυστυχεῖν, ἀλλ ἢν πρὸς πολλοῖς ἄλλοις κἀκεῖνός τι δυνηθῇ συμβαλέσθαι πρὸς τοὺς ἐπαίνους, τῆς ἀμείνονος οἴεσθαι πειρᾶσθαι τύχης. τὸ γὰρ οὕτω μὲν περιφανῶς ὑπὸ τῶν κρειττόνων τετιμημένον, οὕτω δὲ τοῖς ἀνθρώποις θεῖον καὶ περισπούδαστον, πᾶσι δὲ τοῖς οὖσιν οἰκειότατον κόσμον, καὶ οἷς μὲν ἂν παρῇ παρὰ πάντων σπουδαξομένων, ὧν δ’ ἀφίσταται μισουμένων καὶ οὐδὲ προσβλέπειν ἀξιουμένων, τίς ἂν εἴη τοσοῦτον λόγων μετεσχηχώς, ὥστ’ ἐπαινέσαι πρὸς ἀξίαν ἀρκέσαι; οὐ μὴν ἀλλ’ ἐπειδήπερ οὕτω πολλῶν αὐτῷ  <milestone unit="Reitz_page" n="627"/> δεῖ τῶν ἐπαινεσόντων, ὥστε μόλις ἂν τῆς ἀξίας τυχεῖν, οὐδὲν ἀπεικὸς καὶ ἡμᾶς ἐγχειρεῖν τι λέγειν περὶ αὐτοῦ, μέλλοντάς γε μετὰ Φίλωνα ποιεῖσθαι τοὺς λόγους. οὕτω δὴ σεμνότατον καὶ θειότατον τῶν ὄντων ἐστίν, ὥστε . . . . ἵν’ ὅσα θεοὶ καλοὺς τετιμήκασι, παραλείπω.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="16"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>ἀλλ’ οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς Ἑλένη γενομένη οὕτως ἐθαυμάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ’ ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας ἰδὼν ἠγάσθη, ὥστ’ οὔσης αὐτῷ καὶ βασιλείας ἀσφαλεστάτης καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐχ ᾤετο βιωτὸν αὐτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δὲ πάντας εὐδαιμονίᾳ, εἰ ταύτην αὐτῷ γένοιτο συνοικεῖν. οὕτω δὲ διανοηθεὶς τὸ μὲν παρὰ τοῦ πατρὸς λαβεῖν ἀπειπών, μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην, τὴν δ’ ἀρχὴν ὑπερφρονήσας ἐχείνου καὶ παριδών, ὀλιγωρήσας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ’ αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν τοῦ πατρὸς εἰς <pb facs="operaexrecogniti03luciuoft_0470"/> Ἄφιδναν ἐκόμισε τῆς Ἀττικῆς, καὶ τοσαύτην ἔσχε χάριν αὐτῷ τῆς συμμαχίας ταυτησί, ὥσθ’ οὕτως ἐφίλησε τὸν ἅπαντα χρόνον, ὥστε καὶ τοῖς ἐπιγενομένοις παράδειγμα γενέσθαι τὴν Θησέως καὶ Πειρίθου φιλίαν. ἐπειδὴ δὲ ἔδει κἀκεῖνον ἐν Ἅιδου γενέσθαι τὴν Δήμητρος μνηστευσόμενον  <milestone unit="Reitz_page" n="628"/> κόρην, ἐπειδὴ πολλὰ παραινῶν οὐκ ἠδυνήθη ταύτης αὐτὸν τῆς πείρας ἀποσχέσθαι καταπεῖσαι, συνηκολούθησεν αὐτῷ ταύτην πρέπουσαν οἰόμενος αὐτῷ καταθήσειν τὴν χάριν περὶ τῆς ψυχῆς ὑπὲρ αὐτοῦ κινδυνεῦσαι.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>