<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="1"><sp rend="align(indent)"><speaker>Ἕρμιππος</speaker><p>Περιπάτους ἔτυχον χθές, ὦ Χαρίδημε, ποιούμενος ἐν τῷ προαστείῳ ἅμα μὲν καὶ τῆς παρὰ τῶν ἀγρῶν χάριν ῥᾳστώνης, ἅμα δὲ — ἔτυχον γάρ τι μελετῶν — καὶ δεόμενος ἡσυχίας. ἐντυγχάνω δὴ Προξένῳ τῷ Ἐπικράτους· προσειπὼν δὲ ὥσπερ εἰώθειν, ἠρώ τῶν ὅθεν τε πορεύοιτο καὶ ὅποι βαδίξοι. ὁ δὲ ἥκειν μὲν ἔφη καὶ αὐτὸς ἐκεῖ παραμυθίας χάριν, ἥπερ εἰώθει πρὸς τὴν ὄψιν γίνεσθαι τῶν ἀγρῶν, ἀπολαύσων δὲ καὶ τῆς τούτους ἐπιπνεούσης εὐκράτου καὶ κούφης αὔρας, ἀπὸ συμποσίου μέντοι καλλίστου γεγονότος ἔν Πειραιεῖ ἐν Ἀνδροκλέους τοῦ Ἐπιχάρους τὰ ἐπινίκια τεθυκότος Ἑρ μῇ, ὅτι δὴ βιβλίον ἀναγνοὺς ἐνίκησεν ἐν ΖΔιασίοις.  <milestone unit="Reitz_page" n="619"/></p></sp></div><pb facs="operaexrecogniti03luciuoft_0463"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="2"><sp rend="merge"><speaker>Ἕρμιππος</speaker><p>ἔφασκε δὴ ἄλλα τε πολλὰ γεγενῆσθαι ἀστεῖα καὶ χαρίεντα, καὶ δὴ καὶ κάλλους ἐγκώμια εἰρῆσθαι τοῖς ἀνδράσιν, ἃ ἐκεῖνον μὲν μὴ δύνασθαι εἰπεῖν ὑπό τε γήρως ἐπιλελησμένον ἄλλως τε δὲ καὶ οὐκ ἐπὶ πολὺ λόγων μετεσχηκότα, σὲ δ᾽ ἂν ῥᾳδίως εἰπεῖν ἅτε καὶ αὐτὸν ἐγκεκωμιακότα καὶ τοῖς ἄλλοις παρ᾽ ὅλον τὸ συμπόσιον προσεσχηκότα τὸν νοῦν.</p></sp><sp rend="align(indent)"><speaker>Χαρίδημος</speaker><p>Γέγονε ταῦτα, ὦ Ἔρμιππε. οὐ μέντοι γε οὐδ᾽ ἐμοὶ ῥᾴδιον ἐπ᾿ ἀκριβείας ἅπαντα διεξιέναι· οὐ γὰρ οἷόν τε ἦν πάντων ἀκούειν θορύβου πολλοῦ γινομένου τῶν τὲ διακονουμένων τῶν τε ἑστιωμένων, ἄλλως τε καὶ τῶν δυσχερεστέρων ὂν μεμνῆσθαι λόγους ἐν συμποσίῳ γενομένους· οἶσθα γὰρ ὡς ἐπιλήσμονας ποιεῖ καὶ τοὺς λίαν μνημονικωτάτους. πλὴν ἀλλὰ σὴν χάριν ὡς ἂν οἷός τε ὦ τὴν διήγησιν πειράσομαι ποιεῖσθαι, μηδὲν παραλείπων ὧν ἂν ἐνθυμηθῶ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="3"><sp rend="align(indent)"><speaker>Ἕρμιππος</speaker><p>Τούτων μὲν δὴ ἕνεκα οἶδά σοι χάριν. ἀλλ᾽ εἴ μοι τον πάντα λόγον ἐξ ἀρχῆς ἀποδοίης, ὅ τι τε ἦν ὅπερ ἀνέγνω βιβλίον Ἀνδροκλῆς τίνα τε νενίκηκε καὶ τίνας ὑμᾶς εἰς τὸ συμπόσιον κέκληκεν, οὕτως ἂν ἱκανὴν καταθεῖο τὴν χάριν.</p></sp><sp rend="align(indent)"><speaker>Χαρίδημος</speaker><p>Τὸ μὲν δὴ βιβλίον ἦν ἐγκώμιον Ἡρακλέους ἔκ τινος ὀνείρατος, ὡς ἔλεγε, πεποιημένον αὐτῷ· νενίκηκε δὲ Διότιμον τὸν Μεγαρόθεν ἀνταγωνισάμενον αὐτῷ περὶ τῶν ἀσταχύων, μᾶλλον δὲ περὶ τῆς δόξης.</p></sp><sp rend="align(indent)"><speaker>Ἕρμιππος</speaker><p>Τί δ᾽ ἦν ὃ ἐκεῖνος ἀνέγνω βιβλίον;</p></sp><sp rend="align(indent)"><speaker>Χαρίδημος</speaker><p>Ἐγκώμιον τοῖν Διοσκούροιν. ἔφασκε δὲ καὶ  <milestone unit="Reitz_page" n="620"/> αὐτὸς ἐκ μεγάλων κινδύνων ὑπ᾽ ἐκείνων σεσωσμένος ταύτην αὐτοῖς καταθεῖναι τὴν χάριν, ἄλλως τε καὶ ὑπ᾿ ἐκείνων παρακεκλημένος ἐπ᾽ ἄκροις ἱστίοις ἐν τοῖς ἐσχάτοις κινδύνοις φανέντων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="4"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>παρῆσαν μέντοι τῷ συμποσίῳ καὶ ἄλλοι πολλοὶ οἱ μὲν συγγενεῖς αὐτῷ, οἱ δὲ καὶ <pb facs="operaexrecogniti03luciuoft_0464"/> ἄλλως συνήθεις, οἱ δὲ λόγου τε ἄξιοι τό τε συμπόσιον ὅλον κεκοσμηκότες καὶ κάλλους ἐγκώμια διελθόντες Φίλων τε ἦν ὁ Δεινίου καὶ Ἀρίστιππος ὁ Ἀγασθένους καὶ τρίτος αὐτός· συγκατέλεκτο δὲ ἡμῖν καὶ Κλεώνυμος ὁ καλὸς ὁ τοῦ Ἀνδροκλέους ἀδελφιδοῦς, μειράκιον ἁπαλόν τε καὶ τεθρυμμένον· νοῦν μέντοι γε ἐδόκει ἔχειν, πάνυ γὰρ προθύμως ἠκροᾶτο τῶν λόγων. πρῶτος δὲ ὁ Φίλων περὶ τοῦ κάλλους ἤρξατο λέγειν προοιμιασάμενος οὕτω. </p></sp><sp rend="align(indent)"><speaker>Ἕρμιππος</speaker><p>Μηδαμῶς, ὦ ἑταῖρε, μὴ πρὶν τῶν ἐγκωμίων ἄρξῃ, πρὶν ἄν μοι καὶ τὴν αἰτίαν ἀποδῷς, ὑφ’ ἧς εἰς τούτους προήχθητε τοὺς λόγους.</p></sp><sp rend="align(indent)"><speaker>Χαρίδημος</speaker><p>Εἰκῆ διατρίβεις ἡμᾶς, ὦγαθέ, πάλαι δυναμένους τὸν ἅπαντα λόγον διελθόντας ἀπαλλαγῆναι. πλὴν ἀλλὰ τί τις ἂν χρήσαιτο, ὁπότε φίλος τις ὢν βιάζοιτο; ἀνάγκη γὰρ ὑφίστασθαι πᾶν ὁτιοῦν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="5"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>ἣν δὲ ξητεῖς αἰτίαν τῶν λόγων, αὐτὸς ἦν Κλεώνυμος ὁ καλός· καθημένου γὰρ αὐτοῦ μεταξὺ ἐμοῦ τε καὶ Ἀνδροκλέους τοῦ θείου. πολὺς ἐγίνετο λόγος τοῖς ἰδιώταις περὶ αὐτοῦ ἀποβλέπουσί τε εἰς αὐτὸν καὶ ὑπερεκπεπληγμένοις τὸ κάλλος. σχεδὸν οὖν πάντων ὀλιγωρήσαντες κάθηντο διεξιόντες ἐγκώμια τοῦ μειρακίου. ἀγασθέντες δὲ ἡμεῖς τῶν ἀνδρῶν τὴν φιλοκαλίαν καὶ ἅμα ἐπαινέσαντες αὐτοὺς ἀργίας τε πολλῆς εἶναι ὑπολαβόντες λόγοις ἀπολείπεσθαι τῶν ἰδιωτῶν περὶ τῶν καλλίστων, ᾧ μόνῳ τούτων οἰόμεθα προέχειν, καὶ δὴ ἡπτόμεθα τῶν περὶ κάλλους λόγων.  <milestone unit="Reitz_page" n="621"/> ἔδοξεν οὖν ἡμῖν οὐκ ὀνομαστὶ λέγειν τὸν ἔπαινον τοῦ παιδός — οὐ γὰρ ἂν ἔχειν καλῶς, ἐμβαλεῖν γὰρ ἂν αὐτὸν εἰς πλείω τρυφήν — ἀλλ’ οὐδὲ μὴν ὥσπερ ἐκείνους οὕτως ἀτάκτως, ὅπερ ἕκαστος τύχοι, λέγειν, ἀλλ’ ἕκαστον εἰπεῖν ἰδίᾳ ὅσ’ ἂν ἀπομνημονεύοι περὶ τοῦ προκειμένου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="6"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>καὶ δὴ ἀρξάμενος ὁ Φίλων πρῶτος οὑτωσὶ τὸν λόγον ἐποιεῖτο· Ὡς ἔστι δεινόν, εἰ πάνθ’ ὅσα πράττομεν <pb facs="operaexrecogniti03luciuoft_0465"/> ἑκάστης ἡμέρας, ὡς περὶ καλῶν ποιούμεθα τὴν σπουδήν, αὐτοῦ δὲ τοῦ κάλλους οὐδένα ποιησόμεθα λόγον, ἀλλ’ οὕτω καθεδούμεθα σιγῇ ὥσπερ δεδοικότες μὴ λάθωμεν ἡμᾶς αὐτοὺς ὑπὲρ οὗ σπουδάζομεν τὸν ἅπαντα χρόνον εἰπόντες. καίτοι ποῦ τις ἂν χρήσαιτο πρεπόντως τοῖς λόγοις, εἰ περὶ τῶν μηδενὸς ἀξίων σπουδάζων περὶ τοῦ καλλίστου σιγῴη τῶν ὄντων; ἢ πῶς ἂν τὸ ἐν λόγοις καλὸν σώζοιτο κάλλιον μᾶλλον ἢ τῷ πάντα τἆλλα παρέντας περὶ αὐτοῦ λέγειν τοῦ τέλους ἡμᾶς τῶν ἑκάστοτε πραττομένων; ἀλλ’ ἵνα μὴ δόξω λέγειν μὲν ὡς χρὴ περὶ τοῦτο διακεῖσθαι εἰδέναι, εἰπεῖν δὲ μηδὲν ἐπίστασθαι περὶ αὐτοῦ, ὡς οἷόν τε βραχέα περὶ τούτου πειράσομαι διελθεῖν. κάλλους γὰρ δὴ πάντες μὲν ἐπεθύμησαν τυχεῖν, πάνυ δ’ ἠξιώθησαν ὀλίγοι τινές· οἳ δὲ ταύτης ἔτυχον τῆς δωρεᾶς, εὐδαιμονέστατοι πάντων ἔδοξαν γεγενῆσθαι καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων τὰ εἰκότα τετιμημένοι. τεκμήριον δέ· τῶν γοῦν θεῶν ἐξ ἡρώων γενομένων Ἡρακλῆς τέ ἐστιν ὁ Διὸς καὶ Διόσκουροι καὶ Ἑλένη, ὧν ὁ μὲν ἀνδρείας ἕνεκα ταύτης λέγεται τυχεῖν τῆς τιμῆς, Ἑλένη δὲ τοῦ κάλλους χάριν αὑτήν τε μεταβαλεῖν εἰς  <milestone unit="Reitz_page" n="622"/> θεὸν καὶ τοῖς Διοσκούροις αἰτία γενέσθαι πρὶν αὐτὴν εἰς οὐρανὸν ἀνελθεῖν τοῖς ὑπὸ γῆν συνεξητασμένοις.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="7"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>ἀλλὰ μὴν ὅστις ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, οὐκ ἔστιν εὑρεῖν, πλὴν ὅσοι μετεσχήκασι κάλλους· Πέλοψ τε γὰρ τούτου χάριν τοῖς θεοῖς ἀμβροσίας μετέσχε, καὶ Γανυμήδης ὁ τοῦ Δαρδάνου οὕτω κεκρατηκέναι λέγεται τοῦ πάντων ὑπάτου θεῶν, ὥστ’ αὐτὸν οὐκ ἀνασχέσθαι συμμετασχεῖν αὐτῷ τινα τῶν ἄλλων θεῶν τῆς θήρας τῶν παιδικῶν, ἀλλ’ αὐτῷ μόνῳ πρέπουσαν ἡγούμενον εἶναι εἰς Γάργαρον καταπτάντα τῆς Ἴδης ἀναγαγεῖν ἐκεῖσε τὰ παιδικά, ὅπου συνέσεσθαι τὸν ἅπαντα ἔμελλε χρόνον. τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηται τῶν καλῶν, ὥστ’ <pb facs="operaexrecogniti03luciuoft_0466"/> οὐ μόνον αὐτοὺς ἠξίωσε τῶν οὐρανίων ἀναγαγὼν ἐκεῖσε, ἀλλὰ καὶ αὐτὸς ἐπὶ γῆς ὅ τι τύχοι γινόμενος συνῆν ἑκάστοτε τοῖς ἐρωμένοις, καὶ τοῦτο μὲν γενόμενος κύκνος συνεγένετο Λήδᾳ, τοῦτο δ’ ἐν εἴδει ταύρου τὴν Εὐρώπην ἁρπάξει, εἰχασθεὶς δ’ Ἀμφιτρύωνι γεννᾷ τὸν Ἡρακλέα. καὶ πολλά τις ἂν ἔχοι λέγειν τεχνάσματα τοῦ Διὸς ὅπως ἂν οἷς ἐπεθύμει συγγένοιτο μηχανωμένου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="8"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>τὸ δὲ δὴ μέγιστον καὶ οἷον ἄν τις θαυμάσαι, ὁμιλῶν γὰρ τοῖς θεοῖς — οὐ γὰρ ἀνθρώπων γε οὐδέσι πλὴν εἰ μὴ τοῖς καλοῖς — ἐν δ’ οὖν τούτοις δημηγορῶν οὕτω πεποίηται σοβαρὸς τῷ κοινῷ τῶν Ἑλλήνων ποιητῇ καὶ θρασὺς  <milestone unit="Reitz_page" n="623"/> καὶ καταπληκτικός, ὥστ’ ἐν μὲν τῇ προτέρᾳ δημηγορίᾳ τὴν Ἥραν, καίτοι πρότερον πάντ’ εἰωθυῖαν ἐπιτιμᾶν αὐτῷ, ὅμως δ’ αὐτὴν οὕτως ἐφόβησεν, ὥστ’ ἤρκεσεν αὐτῇ τὸ μηδὲν παθεῖν, ἀλλὰ μέχοι λόγων στῆναι τὴν ὀργὴν τῷ Διί· τοὺς δ’ ἅπαντας θεοὺς ἐν τῇ ὑστέρᾳ πάλιν οὐχ ἧττον κατέστησε φοβηθῆναι γῆν ἀνασπάσειν αὐτοῖς ἀνδράσι καὶ θάλατταν ἀπειλήσας. μέλλων δὲ συνέσεσθαι καλοῖς οὕτω γίγνεται πρᾶος καὶ ἥμερος καὶ τοῖς πᾶσιν ἐπιεικής, ὥστε πρὸς ἅπασι τοῖς ἄλλοις καὶ αὐτὸ τὸ Ζεὺς εἶναι καταλιπών, ὅπως μὴ φαίνοιτο τοῖς παιδικοῖς ἀηδής, ἑτέρου τινὸς ὑποκρίνεται σχῆμα, καὶ τούτου καλλίστου καὶ οἵου τὸν ὁρῶντα προσαγαγέσθαι. τοσοῦτον αἰδοῦς καὶ τιμῆς παρέχεται τῷ κάλλει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="9"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>καὶ οὐχ ὁ μὲν Ζεὺς οὕτω μόνος ἑάλω τοῦ κάλλους, τῶν δ’ ἄλλων οὐδεὶς θεῶν, ἵνα μᾶλλον ἔχειν δοκῇ ταῦτα κατηγορίαν Διός, οὐχ ὑπὲρ τοῦ κάλλους εἰρῆσθαι· ἀλλ’ εἴ τις ἀκριβῶς ἐθελήσει σκοπεῖν, πάντας ἂν εὕροι θεοὺς ταὐτὰ πεπονθότας Διί, οἷον τὸν μὲν Ποσειδῶ τοῦ Πέλοπος ἡττημένον, Ὑακίνθου δὲ τὸν Ἀπόλλω, τὸν Ἑρμῆν δὲ τοῦ Κάδμου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="10"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>καὶ θεαὶ δ’ ἐλάττους οὐκ αἰσχύνονται φαινόμεναι τούτου, ἀλλ’ ὥσπερ φιλοτιμίαν αὐταῖς ἔχειν δοκεῖ τὸ τῷ δεῖνι συγγενομένην  <milestone unit="Reitz_page" n="624"/> <pb facs="operaexrecogniti03luciuoft_0467"/> καλῷ διηγεῖσθαι παρεσχῆσθαι τοῖς ἀνθρώποις. ἔτι δὲ τῶν μὲν ἄλλων ἁπάντων ἑκάστη προστάτις οὖσα οὐχ ἑτέρα ἀμφισβητεῖ ἑτέρα περὶ ὧν ἄρχει, ἀλλ’ Ἀθηνᾶ μὲν τοῖς ἀνθρώποις ἡγουμένη τὰ ἐς πολέμους πρὸς Ἄρτεμιν οὐ διαμάχεται περὶ θήρας, ὡς δ’ αὕτως Ἀθηνᾷ κἀκείνη παραχωρεῖ τῶν πολεμικῶν, τῶν δὲ γάμων Ἥρα Ἀφροδίτῃ, οὐδ’ αὐτὴ πρὸς αὐτῆς ἐνοχλουμένη περὶ ὧν ἐφορεύει. ἑκάστη δ’ ἐπὶ κάλλει τοσοῦτον φρονεῖ καὶ πάσας ὑπερβάλλεσθαι δοκεῖ, ὥστε καὶ ἡ Ἔρις αὐτὰς ἀλλήλαις ἐκπολεμῶσαι βουλομένη οὐδὲν ἄλλο προὔβαλεν αὐταῖς ἢ κάλλος, οὕτως οἰομένη ῥᾳδίως ὅπερ ἤθελε καταστήσειν, ὀρθῶς καὶ φρονίμως τοῦτο λογιζομένη. σκέψαιτο δ’ ἄν τις ἐντεῦθεν τὴν τοῦ κάλλους περιουσίαν· ὡς γὰρ ἐλάβοντο τοῦ μήλου καὶ τὴν ἐπιγραφὴν ἀνελέξαντο, ἑκάστης αὐτῆς ὑπολαβούσης εἶναι τὸ μῆλον, μηδεμιᾶς δὲ τολμώσης τὴν ψῆφον καθ’ αὑτῆς ἐνεγκεῖν, ὡς ἄρ’ αἰσχροτέρα τῆς ἑτέρας εἴη τὴν ὄψιν, ἀνέρχονται παρὰ τὸν τῶν μὲν πατέρα, τῆς δ’ ἀδελφόν τε καὶ σύνοικον Δία ἐπιτρέψουσαι τὴν δίκην αὐτῷ. ἔχων δὲ καὶ αὐτὸς ἥτις ἐστὶν ἀποφήνασθαι καλλίστη καὶ πολλῶν ἀνδρείων ὄντων καὶ σοφῶν καὶ φρονίμων ἔν τε Ἑλλάδι καὶ τῇ βαρβάρῳ, ὁ δ’ ἐπιτρέπει τὴν κρίσιν Πάριδι τῷ Πριάμου ψῆφον ἐναργῆ καὶ καθαρὰν ἐξενεγκών, ὅτι καὶ φρονήσεως καὶ σοφίας καὶ ῥώμης ὑπερέχει τὸ κάλλος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="11"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηνται καὶ σπουδὴν ἀκούειν εἶναι καλαί, ὥστε καὶ τὸν ἡρώων τε κοσμήτορα καὶ θεῶν ποιητὴν οὐκ ἄλλοθέν ποθεν ἢ παρὰ τοῦ κάλλους πεπείκασιν ὀνομάξειν. ἥδιον ἂν οὖν ἀκούσαι λευκώλενος ἡ Ἥρα ἢ ,,πρέσβα  <milestone unit="Reitz_page" n="625"/> θεὰ θυγάτηρ μεγάλου Κρόνου“, Ἀθηνᾶ δ’ οὐκ ἂν βουληθείη Τριτογένεια πρὸ τοῦ Γλαυκῶπις καλεῖσθαι, Ἀφροδίτη τε τιμήσαιτ’ ἂν τοῦ παντὸς καλεῖσθαι χρυσῆ. ἅπερ ἅπαντ’ εἰς κάλλος τείνει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="12"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>καίτοι ταῦτ’ οὐ μόνον ἀπόδειξιν <pb facs="operaexrecogniti03luciuoft_0468"/> ἔχει πῶς οἱ κρείττους ἔχουσι περὶ τοῦτο, ἀλλὰ καὶ μαρτύριόν ἐστιν ἀψευδὲς τοῦ κρεῖττον εἶναι πάντων τῶν ἄλλων. οὐκοῦν Ἀθηνᾶ μὲν ἀνδρείας ἅμα καὶ φρονήσεως προέχειν ἐπιψηφίζει· ἀμφοτέρων γὰρ προΐστατο τούτων· Ἥρα δ’ ἁπάσης ἀρχῆς καὶ δυναστείας αἱρετώτερον ἀποφαίνει συνηγοροῦντ’ αὐτῇ καὶ τὸν Δία παραλαβοῦσα. εἰ τοίνυν οὕτω μὲν θεῖον καὶ σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ περισπούδαστον τοῖς θεοῖς, πῶς ἂν ἡμῖν ἔχοι καλῶς μὴ καὶ αὐτοὺς μιμουμένους τοὺς θεοὺς ἔργῳ τε καὶ λόγῳ πᾶν ὅ τι ἔχομεν συναίρεσθαι τῷ κάλλει;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="13"><sp rend="merge; align(indent)"><speaker>Χαρίδημος</speaker><p>Ταῦτα μὲν ὁ Φίλων περὶ τοῦ κάλλους εἶπεν ἐπιθεὶς τοῦτο τῇ τελευτῇ, ὡς καὶ πλείω ἂν τούτων εἰρήκει, εἰ μὴ τὸ μακρολογεῖν ἠπίστατο τῶν ἀδοκίμων ἐν συμποσίῳ. μετ’ ἐκεῖνον δ’ εὐθὺς ᾿Δρίστιππος ἥπτετο τῶν λόγων πολλὰ πρότερον παρακληθείς ὑπ’ Ἀνδροκλέους· οὐ γὰρ ἐβούλετο λέγειν τὸ μετὰ Φίλωνα εὐλαβούμενος λέγειν. ἤρξατο δὲ ἐντεῦθεν·</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="14"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>Πολλοὶ πολλάκις ἄνθρωποι τὸ περὶ τῶν βελτίστων καὶ ἡμῖν συμφερόντων ἀφέντες λέγειν ἐφ’ ἑτέρας τινὰς ὥρμησαν ὑποθέσεις, ἀφ’ ὧν αὐτοῖς μὲν δοκοῦσι δόξαν προσάγειν, τοῖς δ’ ἀκροαταῖς τοὺς λόγους οὐδὲν λυσιτελοῦντας ποιοῦνται, καὶ διεληλύθασιν οἱ μὲν περὶ τῶν αὐτῶν ἐρίζοντες ἀλλήλοις, οἱ δὲ διηγούμενοι τὰ οὐκ ὄντα, ἕτεροι δὲ περὶ τῶν οὐδαμῶς  <milestone unit="Reitz_page" n="626"/> ἀναγκαίων λογοποιοῦντες, οὓς ἐχρῆν ταῦτα πάντα καταλιπόντας, ὅπως τι βέλτιον τύχωσιν εἰπόντες, σκοπεῖν· οὓς νῦν ἐγὼ περὶ τῶν ὄντων οὐδὲν ὑγιὲς ἐγνωκέναι νομίζων ἄλλως τε καὶ τὸ τινῶν ἀγνοίας τῶν βελτίστων κατηγοροῦντα τοῖς αὐτοῖς περιπίπτειν τῶν εὐηθεστέρων οἰόμενος εἶναι πάντη, τὴν αὐτὴν λυσιτελεστάτην καὶ καλλίστην τοῖς ἀκούουσιν ὑπόθεσιν ποιήσομαι τῶν λόγων καὶ ἣν πᾶς ὁστισοῦν ἂν φαίη κάλλιστ’ ἂν ἔχειν ἀκούειν καλλίστην.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="15"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>εἰ μὲν οὖν περί τινος ἑτέρου τοὺς λόγους <pb facs="operaexrecogniti03luciuoft_0469"/> ἐποιούμεθα νῦν, ἀλλὰ μὴ περὶ κάλλους, ἤρκεσεν ἂν ἡμῖν ἀκούσασιν ἑνὸς εἰπόντος ἀπηλλάχθαι περὶ αὐτοῦ· τοῦτο δ’ ἄρα τοσαύτην ἀφθονίαν παρέχεται τοῖς βουλομένοις ἄπτεσθαι τῶν περὶ τούτου λόγων, ὥστ’ οὐκ, εἰ μὴ κατ’ ἀξίαν τις ἐφίκοιτο τῷ λόγῳ, νομίξειν δυστυχεῖν, ἀλλ ἢν πρὸς πολλοῖς ἄλλοις κἀκεῖνός τι δυνηθῇ συμβαλέσθαι πρὸς τοὺς ἐπαίνους, τῆς ἀμείνονος οἴεσθαι πειρᾶσθαι τύχης. τὸ γὰρ οὕτω μὲν περιφανῶς ὑπὸ τῶν κρειττόνων τετιμημένον, οὕτω δὲ τοῖς ἀνθρώποις θεῖον καὶ περισπούδαστον, πᾶσι δὲ τοῖς οὖσιν οἰκειότατον κόσμον, καὶ οἷς μὲν ἂν παρῇ παρὰ πάντων σπουδαξομένων, ὧν δ’ ἀφίσταται μισουμένων καὶ οὐδὲ προσβλέπειν ἀξιουμένων, τίς ἂν εἴη τοσοῦτον λόγων μετεσχηχώς, ὥστ’ ἐπαινέσαι πρὸς ἀξίαν ἀρκέσαι; οὐ μὴν ἀλλ’ ἐπειδήπερ οὕτω πολλῶν αὐτῷ  <milestone unit="Reitz_page" n="627"/> δεῖ τῶν ἐπαινεσόντων, ὥστε μόλις ἂν τῆς ἀξίας τυχεῖν, οὐδὲν ἀπεικὸς καὶ ἡμᾶς ἐγχειρεῖν τι λέγειν περὶ αὐτοῦ, μέλλοντάς γε μετὰ Φίλωνα ποιεῖσθαι τοὺς λόγους. οὕτω δὴ σεμνότατον καὶ θειότατον τῶν ὄντων ἐστίν, ὥστε . . . . ἵν’ ὅσα θεοὶ καλοὺς τετιμήκασι, παραλείπω.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="16"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>ἀλλ’ οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς Ἑλένη γενομένη οὕτως ἐθαυμάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ’ ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας ἰδὼν ἠγάσθη, ὥστ’ οὔσης αὐτῷ καὶ βασιλείας ἀσφαλεστάτης καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐχ ᾤετο βιωτὸν αὐτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δὲ πάντας εὐδαιμονίᾳ, εἰ ταύτην αὐτῷ γένοιτο συνοικεῖν. οὕτω δὲ διανοηθεὶς τὸ μὲν παρὰ τοῦ πατρὸς λαβεῖν ἀπειπών, μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην, τὴν δ’ ἀρχὴν ὑπερφρονήσας ἐχείνου καὶ παριδών, ὀλιγωρήσας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ’ αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν τοῦ πατρὸς εἰς <pb facs="operaexrecogniti03luciuoft_0470"/> Ἄφιδναν ἐκόμισε τῆς Ἀττικῆς, καὶ τοσαύτην ἔσχε χάριν αὐτῷ τῆς συμμαχίας ταυτησί, ὥσθ’ οὕτως ἐφίλησε τὸν ἅπαντα χρόνον, ὥστε καὶ τοῖς ἐπιγενομένοις παράδειγμα γενέσθαι τὴν Θησέως καὶ Πειρίθου φιλίαν. ἐπειδὴ δὲ ἔδει κἀκεῖνον ἐν Ἅιδου γενέσθαι τὴν Δήμητρος μνηστευσόμενον  <milestone unit="Reitz_page" n="628"/> κόρην, ἐπειδὴ πολλὰ παραινῶν οὐκ ἠδυνήθη ταύτης αὐτὸν τῆς πείρας ἀποσχέσθαι καταπεῖσαι, συνηκολούθησεν αὐτῷ ταύτην πρέπουσαν οἰόμενος αὐτῷ καταθήσειν τὴν χάριν περὶ τῆς ψυχῆς ὑπὲρ αὐτοῦ κινδυνεῦσαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="17"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>ἐπανελθοῦσαν δ’ εἰς Ἄργος, αὖθις ἀποδημοῦντος αὐτοῦ, ἐπειδὴ καθ’ ὥραν ἧν γάμων, καίτοι γε ἔχοντες καλάς τε καὶ εὖ γεγονυίας ἐκ τῆς Ἑλλάδος σφίσιν αὐτοῖς ἄγεσθαι γυναῖκας οἱ τῆς Ἑλλάδος βασιλεῖς, οἱ δὲ συνελθόντες ἐμνηστεύοντο ταύτην τὰς ἄλλας ἁπάσας ὑπεριδόντες ὡς φαυλοτέρας. γνόντες δ’ ὅτι περιμάχητος ἔσται, καὶ δείσαντες μὴ πόλεμος γένηται τῇ Ἑλλάδι, μαχομένων πρὸς ἀλλήλους, ὀμωμόκασιν ὅρκον τουτονὶ ψήφῳ κοινῇ, ἦ μὴν ἐπικουρήσειν τῷ ταύτης ἀξιωθέντι μηδ’ ἐπιτρέψειν ἤν τις ἀδικεῖν ἐγχειρῇ, ἕκαστος οἰόμενος ταύτην αὑτῷ τὴν συμμαχίαν παρασκευάζειν. τῆς μὲν οὖν ἰδίας γνώμης ἀπέτυχον πάντες πλὴν Μενελάου, τῆς κοινῆς δ’ ἐπειράθησαν αὐτίκα· οὐ πολλῷ γὰρ ὕστερον ἔριδος γενομένης ταῖς θεαῖς περὶ κάλλους, ἐπιτρέπουσι τὴν κρίσιν Πάριδι τῷ Πριάμου, ὁ δὲ τῶν μὲν σωμάτων τῶν θεῶν ἡττηθείς, τῶν δωρεῶν δ’ ἀναγκασθεὶς γενέσθαι κριτής, καὶ διδούσης Ἥρας μὲν τὴν τῆς Ἀσίας ἀρχήν, τὸ δ’ ἐν πολέμοις Ἀθηνᾶς κράτος, Ἀφροδίτης δὲ τὸν τῆς Ἑλένης γάμον, καὶ φαύλοις μὲν ἀνθρώποις γενέσθαι ἄν ποτε νομίσας οὐκ ἐλάττω βασιλείαν, Ἑλένης δ’ οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθῆναι, προείλετο τὸν ταύτης γάμον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="18"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>γενομένης δὲ τῆς ὑμνουμένης ἐκείνης στρατείας κατὰ τῶν Τρώων καὶ τῆς Εὐρώπης τότε πρῶτον κατὰ τῆς Ἀσίας <pb facs="operaexrecogniti03luciuoft_0471"/> ἐλθούσης, ἔχοντες οἵ τε Τρῶες ἀποδόντες τὴν Ἑλένην  <milestone unit="Reitz_page" n="629"/> ἀδεῶς οἰκεῖν τὴν αὑτῶν, οἵ θ’ Ἕλληνες ταύτην αὐτοὺς ἐάσαντες ἔχειν ἀπαλλάττεσθαι τῶν ἐκ πολέμου καὶ στρατείας δυσχερῶν, οἱ δ’ οὐκ ἠβουλήθησαν ἀμφότεροι, οὐκ ἄν ποτε νομίσαντες εὑρεῖν ἀφορμὴν καλλίω πολέμου, περὶ ἧς ἀποθανοῦνται. καὶ θεοὶ δὲ τοὺς αὑτῶν παῖδας σαφῶς εἰδότες ἀπολουμένους ἐν τῷ πολέμῳ οὐκ ἀπέτρεψαν μᾶλλον, ἀλλ’ ἐνήγαγον εἰς τοῦτο οὐκ ἐλάττω δόξαν αὐτοῖς οἰόμενοι φέρειν τοῦ θεῶν παῖδας γενέσθαι τὸ μαχομένους ὑπὲρ Ἑλένης ἀποθανεῖν. καὶ τί λέγω τοὺς αὐτῶν παῖδας; αὐτοὶ πρὸς αὑτοὺς μείζω καὶ δεινότερον ἐνεστήσαντο τοῦ πρὸς Γίγαντας αὐτοῖς γενομένου πολέμου· ἐν ἐκείνῳ μὲν γὰρ μετ’ ἀλλήλων, ἐνταῦθα δὲ ἐμάχοντο πρὸς ἀλλήλους. οὗ τί γένοιτ’ ἂν ἐναργέστερον δεῖγμα, ὅσῳ τῶν ἀνθρωπίνων ἁπάντων ὑπερέχει τὸ κάλλος παρ’ ἀθανάτοις κριταῖς; ὅταν γὰρ ὑπὲρ μὲν τῶν ἄλλων οὐδενὸς ἁπάντων οὐδαμοῦ τὸ παράπαν φαίνωνται διενεχθέντες, ὑπὲρ δὲ κάλλους οὐ μόνον τοὺς υἱοὺς ἐπιδεδωκότες, ἀλλ’ ἤδη καὶ ἀλλήλοις ἐναντία πεπολεμηκότες, ἔνιοι δὲ καὶ τρωθέντες, πῶς οὐχ ἁπάσαις ψήφοις προτιμῶσιν ἁπάντων τὸ κάλλος;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="19"><sp rend="merge"><speaker>Χαρίδημος</speaker><p>ἀλλ’ ἵνα μὴ δόξωμεν ἀπορίᾳ τῶν περὶ κάλλους λόγων περὶ ταῦτα διατρίβειν ἀεί, ἐφ’ ἕτερον βούλομαι μεταβῆναι οὐδαμῶς ἔλαττον ὄν, ὥστε δεῖξαι τὴν τοῦ κάλλους ἀξίαν, τῶν πρότερον εἰρημένων, τὴν Ἀρκάδος Ἱπποδάμειαν Οἰνομάου, ὅσους τοῦ ταύτης κάλλους ἁλόντας μᾶλλον αἱρουμένους ἀπέφηνεν ἀποθνήσκειν ἢ ταύτης διῳκισμένους τὸν ἥλιον προσορᾶν. ὡς γὰρ ἐλάβετο τῆς ἡλικίας ἡ παῖς καὶ τὰς ἄλλας ὁ πατὴρ οὐκ ὀλίγῳ  <milestone unit="Reitz_page" n="630"/> τῷ μέσῳ παρενεγκοῦσαν ἑώρα. τῆς μὲν ὥρας αὐτῆς ἁλοὺς — τοσοῦτον γὰρ αὐτῇ περιῆν, ὥστε καὶ τὸν γεγεννηκόθ’ ὑπηγάγετο παρὰ φύσιν — καὶ διὰ τοῦτ’ ἀξιῶν αὐτὴν ἔχειν παρ’ ἑαυτῷ, βούλεσθαι δ’ ἐκδιδόναι πλαττόμενος αὐτὴν <pb facs="operaexrecogniti03luciuoft_0472"/> τῷ ταύτης ἀξίῳ, τὰς παρ’ ἀνθρώπων φεύγων αἰτίας, μηχανήν τινα μηχανᾶται τῆς ἐπιθυμίας ἀδικωτέραν καὶ ἣν ᾤετο ῥαδίως ὅπερ ἐβούλετο καταστήδειν· ὑπὸ γὰρ ἅρματι. ὡς οἷόν τε μάλιστα ἦν, εἰς τάχος ὑπὸ τῆς τέχνης ἐξειργασμένῳ τοὺς ἐν Ἀρκαδίᾳ ξεύξας ἐν τῷ τότε ταχίστους ἵππους ἡμιλλᾶτο πρὸς τοὺς μνηστῆρας τῆς κόρης ἄθλον τῆς νίκης παρελθοῦσιν αὐτοῖς αὐτὴν προτιθεὶς ἢ στέρεσθαι τῆς κεφαλῆς ἡττηθέντας. καὶ ἠξίου δ’ αὐτὴν αὐτοῖς συναναβαίνειν τὸ ἅρμα, ὅπως ἀποσχολούμενοι περὶ ταύτην ἀμελοῖεν τῆς ἱππικῆς. οἱ δ’, ἀποτυχόντος τοῦ πρώτως ἁψαμένου τοῦ δρόμου καὶ τῆς κόρης ἐκπεσόντος μετὰ τοῦ ξῆν, τὸ μὲν ἀποκνῆσαι πρὸς τὸν ἀγῶνα ἢ μεταθεῖναί τι τῶν βεβουλευμένων μειρακιῶδες εἶναι ὑπολαβόντες, τὴν δ’ ὠμότητα μισήσαντες Οἰνομάου ἄλλος ἄλλον ἔφθανεν ἀποθνήσχων ὥσπερ δεδοικὼς μὴ τοῦ τεθνάναι περὶ τῆς κόρης ἁμάρτῃ. καὶ προῆλθέ γε μέχρι τρισκαίδεκα νέων ὁ φόνος· θεοὶ δ’ ἐκεῖνον τῆς πονηρίας μισήσαντες ταυτησὶ τούς τε τεθνεῶτας ἅμα καὶ τὴν κόρην ἐλεοῦντες, τοὺς μὲν ὅτι κτήματος ἀπεστέρηνται τοιούτου, τὴν κόρην δ’ ὅτι τῆς ὥρας οὐ κατὰ καιρὸν ἀπολαύοι, κηδόμενοί τὲ τοῦ νέου, ὅστις ἔμελλε — Πέλοψ δ’ ἦν οὗτος — ἀγωνιεῖσθαι,  <milestone unit="Reitz_page" n="631"/> ἅρμα τε χαρίζονται τούτῳ κάλλιον τέχνης πεποιημένον ἵππους τε ἀθανάτους, δι’ ὧν ἔμελλε τῆς κόρης κύριος εἶναι, καὶ γέγονέ γε τὸν κηδεστὴν ἐπὶ τέρμασι τὴς νίκης ἀπεκτονώς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg008.1st1K-grc1" n="20"><sp rend="merge; align(indent)"><speaker>Χαρίδημος</speaker><p>Οὕτω τὸ τοῦ κάλλους χρῆμα ἀνθρώποις τε θεῖον εἶναι δοκεῖ καὶ τιμώμενον ὑπὸ πάντων καὶ θεοῖς ἐσπούδασται πολλαχόσε. διὸ δὴ καὶ ἡμῖν οὐκ ἂν ἔχοι τις μέμφεσθαι δικαίως προὔργου λογισαμένοις τὸ ταῦτα περὶ κάλλους διεξελθεῖν. οὕτω μὲν δὴ καὶ Ἀρίστιππος διῆλθε τὸν λογον.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>