<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="3"><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Βαβαῖ τοῦ ἀναφυσήματος, ὡς τὰς νεφέλας διέστρεψε· ξεφύρου γὰρ ἐπιπνέοντος λάβρου καὶ τοῖς κύμασιν ἐπωθίζοντος βορέην ἄρτι ἀνὰ τὴν Προποντίδα  <milestone unit="Reitz_page" n="588"/> κεκίνηκας, ὡς διὰ κάλων αἱ ὁλκάδες τὸν Εὔξεινον πόντον οἰχήσονται, τῶν κυμάτων ἐπικυλινδούντων ἐκ τοῦ φυσήματος· ὅσον οἴδημα τοῖς ἐγκάτοις ἐνέκειτο· πόσος κορκορυγμὸς καὶ κλόνος τὴν γαστέρα σου συνετάρασσε. πολύωτον σεαυτὸν ἀναπέφηνας τοσαῦτα ἀκηκοώς, ὅς γὲ κατὰ τὸ τερατῶδες καὶ διὰ τῶν ὀνύχων ἠκηκόεις.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Οὐ παράδοξόν τι, ὦ Τριεφῶν, ἀκηκοέναι καὶ ἐξ ὀνύχων· καὶ γὰρ κνήμην γαστέρα τεθέασαι καὶ κεφαλὴν κύουσαν καὶ ἀνδρείαν φύσιν ἐς γυναικείαν ἐνεργοβατοῦσαν καὶ ἐκ γυναικῶν ὄρνεα μεταβαλλόμενα· καὶ ὅλως τερατώδης ὁ βίος, εἰ βούλει πιστεύειν τοῖς ποιηταῖς. ἀλλ’ <q>ἐπεί σε</q> πρῶτον <q>κιχάνω τῷδ’ ἐνὶ χώρῳ,</q> <pb facs="operaexrecogniti03luciuoft_0448"/> ἀπίωμεν ἔνθα αἱ πλάτανοι τὸν ἥλιον εἴργουσιν, ἀηδόνες δὲ καὶ χελιδόνες εὔηχα κελαδοῦσιν, ἵν᾿ ἡ μελῳδία τῶν ὀρνέων τὰς ἀκοὰς ἐνηδύνουσα τό τε ὕδωρ ἠρέμα κελαρύζον  <milestone unit="Reitz_page" n="589"/> τὰς ψυχὰς καταθέλξειε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="4"><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἴωμεν, ὦ Κριτία· ἀλλὰ δέδια μή που ἐπῳδὴ τὸ ἠκουσμένον ἐστὶ καί μὲ ὕπερον ἢ θύρετρον ἢ ἄλλο τι τῶν ἀψύχων ἀπεργάσεται ἡ θαυμασία σου αὕτη κατάπληξις.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Νὴ τὸν Δία τὸν αἰθέριον οὐ τοῦτο γενήσεται ἐπὶ σοί.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἔτι με ἐξεφόβησας τὸν Δία ἐπομοσάμενος. τί γὰρ ἂν δυνήσεται ἀμυνέμεναί σε, εἰ παραβαίης τὸν ὅρκον; οἶδα γὰρ καὶ σὲ μὴ ἀγνοεῖν περὶ τοῦ Διός σου.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Τί λέγεις; οὐ δυνήσεται ὁ Ζεὺς ἐς Τάρταρον ἀποπέμψαι; ἢ ἀγνοεῖς ὡς τοὺς θεοὺς πάντας ἀπέρριψεν ἀπὸ τοῦ θεσπεσίου βηλοῦ καὶ τὸν Σαλμωνέα ἀντιβροντῶντα πρῴην κατεκεραύνωσε καὶ τοὺς ἀσελγεστάτους ἔτι καὶ νῦν, παρὰ δὲ τῶν ποιητῶν Τιτανοκράτωρ καὶ Γιγαντολέτης ἀνυμνεῖται ὡς καὶ παρ’ Ὁμήρῳ;  <milestone unit="Reitz_page" n="590"/></p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Σὺ μέν, ὦ Κριτία, πάντα παρέδραμες τὰ τοῦ Διός, ἀλλ’, εἴ σοι φίλον, ἄκουε. οὐχὶ κύκνος οὗτος ἐγένετο καὶ σάτυρος δι’ ἀσέλγειαν, ἀλλὰ καὶ ταῦρος; καὶ εἰ μὴ τὸ πορνίδιον ἐκεῖνο ταχέως ἐπωμίσατο καὶ διέφυγε διὰ τοῦ πελάγους, τάχ’ ἂν ἠροτρία ἐντυχὼν γεηπόνῳ ὁ βροντοποιὸς καὶ κεραυνοβόλος σου Ζεὺς καὶ ἀντὶ τοῦ κεραυνοβολεῖν τῇ βουπλῆγι κατεκεντάννυτο. τὸ δὲ καὶ Αἰθίοψι συνευωχεῖσθαι ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν ἐζοφωμένοις καὶ ἐς δώδεχ’ ἡλίους μὴ ἀφίστασθαι, ἀλλ’ ὑποβεβρεγμένος καθεδεῖσθαι παρ’ αὐτοῖς πώγωνα  <milestone unit="Reitz_page" n="591"/> τηλικοῦτον ἔχων, οὐκ αἰσχύνης ἄξια; τὰ δὲ τοῦ ἀετοῦ καὶ τῆς Ἴδης καὶ τὸ κυοφορεῖν καθ’ ὅλου τοῦ σώματος αἰσχύνομαι καὶ λέγειν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>