<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:3-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:3-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="3"><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Βαβαῖ τοῦ ἀναφυσήματος, ὡς τὰς νεφέλας διέστρεψε· ξεφύρου γὰρ ἐπιπνέοντος λάβρου καὶ τοῖς κύμασιν ἐπωθίζοντος βορέην ἄρτι ἀνὰ τὴν Προποντίδα  <milestone unit="Reitz_page" n="588"/> κεκίνηκας, ὡς διὰ κάλων αἱ ὁλκάδες τὸν Εὔξεινον πόντον οἰχήσονται, τῶν κυμάτων ἐπικυλινδούντων ἐκ τοῦ φυσήματος· ὅσον οἴδημα τοῖς ἐγκάτοις ἐνέκειτο· πόσος κορκορυγμὸς καὶ κλόνος τὴν γαστέρα σου συνετάρασσε. πολύωτον σεαυτὸν ἀναπέφηνας τοσαῦτα ἀκηκοώς, ὅς γὲ κατὰ τὸ τερατῶδες καὶ διὰ τῶν ὀνύχων ἠκηκόεις.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Οὐ παράδοξόν τι, ὦ Τριεφῶν, ἀκηκοέναι καὶ ἐξ ὀνύχων· καὶ γὰρ κνήμην γαστέρα τεθέασαι καὶ κεφαλὴν κύουσαν καὶ ἀνδρείαν φύσιν ἐς γυναικείαν ἐνεργοβατοῦσαν καὶ ἐκ γυναικῶν ὄρνεα μεταβαλλόμενα· καὶ ὅλως τερατώδης ὁ βίος, εἰ βούλει πιστεύειν τοῖς ποιηταῖς. ἀλλ’ <q>ἐπεί σε</q> πρῶτον <q>κιχάνω τῷδ’ ἐνὶ χώρῳ,</q> <pb facs="operaexrecogniti03luciuoft_0448"/> ἀπίωμεν ἔνθα αἱ πλάτανοι τὸν ἥλιον εἴργουσιν, ἀηδόνες δὲ καὶ χελιδόνες εὔηχα κελαδοῦσιν, ἵν᾿ ἡ μελῳδία τῶν ὀρνέων τὰς ἀκοὰς ἐνηδύνουσα τό τε ὕδωρ ἠρέμα κελαρύζον  <milestone unit="Reitz_page" n="589"/> τὰς ψυχὰς καταθέλξειε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="4"><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἴωμεν, ὦ Κριτία· ἀλλὰ δέδια μή που ἐπῳδὴ τὸ ἠκουσμένον ἐστὶ καί μὲ ὕπερον ἢ θύρετρον ἢ ἄλλο τι τῶν ἀψύχων ἀπεργάσεται ἡ θαυμασία σου αὕτη κατάπληξις.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Νὴ τὸν Δία τὸν αἰθέριον οὐ τοῦτο γενήσεται ἐπὶ σοί.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἔτι με ἐξεφόβησας τὸν Δία ἐπομοσάμενος. τί γὰρ ἂν δυνήσεται ἀμυνέμεναί σε, εἰ παραβαίης τὸν ὅρκον; οἶδα γὰρ καὶ σὲ μὴ ἀγνοεῖν περὶ τοῦ Διός σου.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Τί λέγεις; οὐ δυνήσεται ὁ Ζεὺς ἐς Τάρταρον ἀποπέμψαι; ἢ ἀγνοεῖς ὡς τοὺς θεοὺς πάντας ἀπέρριψεν ἀπὸ τοῦ θεσπεσίου βηλοῦ καὶ τὸν Σαλμωνέα ἀντιβροντῶντα πρῴην κατεκεραύνωσε καὶ τοὺς ἀσελγεστάτους ἔτι καὶ νῦν, παρὰ δὲ τῶν ποιητῶν Τιτανοκράτωρ καὶ Γιγαντολέτης ἀνυμνεῖται ὡς καὶ παρ’ Ὁμήρῳ;  <milestone unit="Reitz_page" n="590"/></p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Σὺ μέν, ὦ Κριτία, πάντα παρέδραμες τὰ τοῦ Διός, ἀλλ’, εἴ σοι φίλον, ἄκουε. οὐχὶ κύκνος οὗτος ἐγένετο καὶ σάτυρος δι’ ἀσέλγειαν, ἀλλὰ καὶ ταῦρος; καὶ εἰ μὴ τὸ πορνίδιον ἐκεῖνο ταχέως ἐπωμίσατο καὶ διέφυγε διὰ τοῦ πελάγους, τάχ’ ἂν ἠροτρία ἐντυχὼν γεηπόνῳ ὁ βροντοποιὸς καὶ κεραυνοβόλος σου Ζεὺς καὶ ἀντὶ τοῦ κεραυνοβολεῖν τῇ βουπλῆγι κατεκεντάννυτο. τὸ δὲ καὶ Αἰθίοψι συνευωχεῖσθαι ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν ἐζοφωμένοις καὶ ἐς δώδεχ’ ἡλίους μὴ ἀφίστασθαι, ἀλλ’ ὑποβεβρεγμένος καθεδεῖσθαι παρ’ αὐτοῖς πώγωνα  <milestone unit="Reitz_page" n="591"/> τηλικοῦτον ἔχων, οὐκ αἰσχύνης ἄξια; τὰ δὲ τοῦ ἀετοῦ καὶ τῆς Ἴδης καὶ τὸ κυοφορεῖν καθ’ ὅλου τοῦ σώματος αἰσχύνομαι καὶ λέγειν.</p></sp></div><pb facs="operaexrecogniti03luciuoft_0449"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="5"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Μῶν τὸν Ἀπόλλωνά γ’ ἐπομοσόμεθα, ὃς προφήτης ἄριστος καὶ ἰητρός, ὦγαθέ;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Τὸν ψευδόμαντιν λέγεις, τὸν Κροῖσον πρῴην διολωλεκότα καὶ μετ’ αὐτὸν Σαλαμινίους καὶ ἑτέρους μυρίους, ἀμφίλοξα πᾶσι μαντευόμενον;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="6"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Τὸν Ποσειδῶνα δὲ τί; ὃς τρίαιναν ἐν ταῖν χεροῖν κρατῶν καὶ διάτορόν τι καὶ καταπληκτικὸν βοᾷ ἐν τῷ πολέμῳ ὅσον ἐννεάχιλοι ἄνδρες ἢ δεκάχιλοι, ἀλλὰ  <milestone unit="Reitz_page" n="592"/> καὶ σεισίχθων, ὦ Τριεφῶν, ἐπονομάζεται;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Τὸν μοιχὸν λέγεις, ὃς τὴν τοῦ Σαλμωνέως παῖδα τὴν Τυρὼ πρῴην διέφθειρε καὶ ἔτι ἐπιμοιχεύει καὶ ῥύστης καὶ δημαγωγὸς τῶν τοιούτων ἐστί; τὸν γὰρ Ἄρην ὑπὸ τοῦ δεσμοῦ πιεζόμενον καὶ δεσμοῖς ἀλύτοις μετὰ τῆς Ἀφροδίτης στενούμενον, πάντων τῶν θεῶν διὰ τὴν μοιχείαν ὑπ’ αἰσχύνης σιωπώντων, ὁ ἵππειος Ποσειδῶν ἔκλαυσε δακρυρροῶν ὥσπερ τὰ βρεφύλλια τοὺς διδασκάλους δεδιότα ἢ ὥσπερ αἱ γρᾶες κόρας ἐξαπατῶσαι· ἐπέκειτο δὲ τῷ Ἡφαίστῳ λῦσαι τὸν Ἄρεα. τὸ δὲ ἀμφίχωλον τοῦτο δαιμόνιον, οἰκτεῖραν τὸν πρεσβύτην θεόν, τὸν Ἄρη ἀπηλευθέρωσεν. ὥστε καὶ μοιχός ἐστιν ὡς μοιχοὺς διασώζων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="7"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ἑρμείαν δὲ τί;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Μή μοι τὸν κακόδουλον τοῦ ἀσελγεστάτου Διὸς καὶ τὸν ἀσελγομανοῦντα ἐπὶ τοῖς μοιχικοῖς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="8"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ἄρεα δὲ καὶ Ἀφροδίτην οἶδα μὴ παραδέχεσθαί σε διὰ τὸ προδιαβληθῆναι πρῴην παρὰ σοῦ. ὥστε ἐάσωμεν τούτους. τῆς Ἀθηνᾶς ἔτι ἐπιμνησθήσομαι, τῆς  <milestone unit="Reitz_page" n="593"/> παρθένου, τῆς ἐνόπλου καὶ καταπληκτικῆς θεᾶς, ἢ καὶ τὴν τῆς Γοργόνος κεφαλὴν ἐν τῷ στήθει περιάπτεται, τὴν γιγαντολέτιν θεόν. οὐ γὰρ ἔχεις τι λέγειν περὶ αὐτῆς.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἐρῶ σοι καὶ περὶ ταύτης, ἤν μοι ἀποκρίνῃ.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Λέγε ὅ τι γε βούλει.</p></sp><pb facs="operaexrecogniti03luciuoft_0450"/><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Εἰπέ μοι, ὦ Κριτία. τί τὸ χρήσιμον τῆς Γοργόνος καὶ τί τῷ στήθει τοῦτο ἡ θεὰ ἐπιφέρεται;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ὡς φοβερόν τι θέαμα καὶ ἀποτρεπτικὸν τῶν δεινῶν. ἀλλὰ καὶ καταπλήσσει τοὺς πολεμίους καὶ ἑτεραλκέα τὴν νίκην ποιεῖ, ὅπου γε βούλεται.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Μῶν καὶ διὰ τοῦτο ἡ Γλαυκῶπις ἀκαταμάχητος´</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Καὶ μάλα.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Καὶ διὰ τί οὐ τοῖς σώζειν δυναμένοις, ἀλλὰ τοῖς σωζομένοις μηρία καίομεν ταύρων ἠδ’ αἰγῶν, ὡς ἡμᾶς ἀκαταμαχήτους ἐργάσωνται ὥσπερ τὴν Ἀθηνᾶν;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ἀλλ’ οὔ οἱ δύναμίς γε πόρρωθεν ἐπιβοηθεῖν ὥσπερ τοῖς θεοῖς, ἀλλ’ εἴ τις αὐτὴν ἐπιφέρεται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="9"><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Καὶ τί τόδ’ ἔστιν; ἐθέλω γὰρ παρὰ σοῦ εἰδέναι ὡς ἐξευρημένου τὰ τοιαῦτα καὶ ἐς μάλιστα κατωρθωκότος. ἀγνοῶ γὰρ πάντα τὰ κατ’ αὐτὴν πλήν γε τοῦ ὀνόματος.  <milestone unit="Reitz_page" n="594"/></p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Αὕτη κόρη ἐγένετο εὐπρεπὴς καὶ ἐπέραστος· Περσέως δὲ ταύτην δόλῳ ἀποδειροτομήσαντος, ἀνδρὸς γενναίου καὶ ἐς μαγικὴν εὐφημουμένου, ἐπαοιδίαις ταύτην περιῳδήσαντος, ἄλκαρ οἱ θεοὶ ταύτην ἐσχήκασι.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Τουτί μ’ ἐλάνθανέ ποτε τὸ καλόν, ὡς ἀνθρώπων θεοὶ ἐνδεεῖς εἰσι. ζώσης δὲ τί τὸ χρήσιμον; προσηταιρίζετο ἐς πανδοχεῖον ἢ κρυφίως συνεφθείρετο καὶ κόρην αὑτὴν ἐπωνόμαζε;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Νὴ τὸν Ἄγνωστον ἐν Ἀθήναις παρθένος διέμεινε μέχρι τῆς ἀποτομῆς.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Καὶ εἴ τις παρθένον καρατομήσειε, ταὐτὸ γένοιτο φόβητρον τοῖς πολλοῖς; οἶδα γὰρ μυρίας διαμελεϊστὶ  <milestone unit="Reitz_page" n="595"/> τμηθείσας <q>νήσῳ ἐν ἀμφιρύτῃ, Κρήτην δέ τέ μιν καλέουσι</q>. καὶ εἰ τοῦτο ἐγίνωσκον, ὦ καλὲ Κριτία, πόσας Γοργόνας σοι ἂν ἤγαγον ἐκ Κρήτης; καί σε στρατηγέ <pb facs="operaexrecogniti03luciuoft_0451"/> την ἀκαταμάχητον ἀποκατέστησα, ποιηταὶ δὲ καὶ ῥήτορες κατὰ πολύ με Περσέως διέκριναν ὡς πλείονας Γοργόνας ἐφευρηκότα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="10"><sp rend="merge"><speaker>Τριεφῶν</speaker><p>ἀλλ’ ἔτι ἀνεμνήσθην τὰ τῶν Κρητῶν, οἳ τάφον ἐπεδείκνυντό μοι τοῦ Διός σου καὶ τὰ τὴν μητέρα θρέψαντα λόχμια, ὡς ἀειθαλεῖς αἱ λόχμαι αὗται διαμένουσι.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ἀλλ’ οὐκ ἐγίνωσκες τὴν ἐπῳδὴν καὶ τὰ ὄργια.  <milestone unit="Reitz_page" n="596"/></p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Εἰ ταῦτα, ὦ Κριτία, ἐξ ἐπῳδῆς ἐγίνετο, τάχ’ ἂν καὶ ἐκ νεκάδῶν ἐξήνεγκεν ἂν καὶ ἐς τὸ γλυκύτατον φάος ἀνήγαγεν. ἀλλὰ λῆρος παίγνιά τε καὶ μῦθοι παρὰ τῶν ποιητῶν τερατολογούμενα. ὥστε ἔασον καὶ ταύτην.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="11"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ἥραν δὲ τὴν Διὸς γαμετὴν καὶ κασίγνητον οὐ παραδέχῃ;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Σίγα τῆς ἀσελγεστάτης ἕνεκα μίξεως καὶ τὴν ἐκ ποδοῖν καὶ χεροῖν ἐκτεταμένην παράδραμε.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>