<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:21-22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:21-22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="21"><sp rend="merge"><speaker>Κριτίας</speaker><p>ἕτερος δὲ τοὔνομα Χλευόχαρμος τριβώνιον ἔχων πολύσαθρον ἀνυπόδετός τε καὶ ἄσκεπος μετέειπε τοῖς ὀδοῦσιν ἐπικροτῶν, ὡς ἐπεδείξατό μοί τις κακοείμων, ἐξ ὀρέων παραγενόμενος, κεκαρμένος τὴν κόμην, ἐν τῷ θεάτρῳ ἀναγεγραμμένον ὄνομα  <milestone unit="Reitz_page" n="609"/> ἱερογλυφικοῖς γράμμασιν, ὡς οὗτος τῷ χρυσῷ ἐπικλύσει τὴν λεωφόρον. ἦν δ’ ἐγὼ κατὰ μὲν τὰ Ἀριστάνδφρου καὶ Ἀρτεμιδώρου, Οὐ καλῶς ἀποβήσονται ταῦτά γε τὰ ἐνύπνια ἐν ὑμῖν, ἀλλὰ σοὶ μὲν τὰ χρέα πληθυνθήσεται ἀναλόγως τῆς ἀποδόσεως· οὗτος δὲ ἐπὶ πολὺ τοῦ ὀβολοῦ γε στερηθήσεται ὡς πολλοῦ χρυσίου εὐπορηκώς. καὶ ἔμοιγε δοκεῖτε ἐπὶ λευκάδα πέτρην καὶ δῆμον ὀνείρων καταδαρθέντες τοσαῦτα ὀνειροπολεῖν ἐν ἀκαρεῖ τῆς νυκτὸς οὔσης.  <milestone unit="Reitz_page" n="610"/></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="22"><sp rend="merge"><speaker>Κριτίας</speaker><p>οἱ δὲ ἀνεκάγχασαν ἅπαντες ὡς ἀποπνιγέντες ὑπὸ τοῦ γέλωτος καὶ τῆς ἀμαθίας μου κατεγίνσκον. ἦν δ’ ἐγὼ πρὸς Κράτωνα, Μῶν κακῶς πάντα ἐξερρίνισα, ἵν’ εἴπω τι κωμικευσάμενος, καὶ οὐ κατὰ Ἀρίστανδρον τὸν Τελμισέα καὶ Ἀρτεμίδωρον τὸν ᾿Εφέσιον ἐξίχνευσα τοῖς ὀνείρασιν; ἦ δ’ ὅς, Σίγα, ὦ Κριτία· εἰ ἐχεμυθεῖς, μυσταγωγήσω σε τὰ κάλλιστα καὶ τὰ νῦν γενησόμενα· οὐ γὰρ ὄνειροι τάδ’ εἰσίν, ἀλλ’ ἀληθῆ, ἐκβήσονται δὲ εἰς μῆνα Μεσορί. ταῦτα ἀκηκοὼς παρὰ τοῦ Κράτωνος καὶ τὸ ὀλισθηρὸν τῆς διανοίας αὐτῶν κατεγνωκὼς ἠρυθρίασα καὶ  <milestone unit="Reitz_page" n="611"/> σκυθρωπάζων ἐπορευόμην πολλὰ τὸν Κράτωνα ἐπιμεμφόμενος. εἷς δὲ δριμὺ καὶ τιτανῶδες ἐνιδὼν δραξάμε- νός μου τοῦ λώπους ἐσπάρασσε ῥήτρην ποιήσασθαι πει <pb facs="operaexrecogniti03luciuoft_0459"/> θόμενός τε καὶ παρανυττόμενος παρὰ τοῦ πεπαλαιωμένου ἐκείνου δαιμονίου.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>