<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="15"><milestone unit="Reitz_page" n="601"/><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Καὶ πῶς ὁ αὐτὸς ποιητής, ὦ καλὲ Κριτία, διττὴν ἐπιλέγει τὴν εἱμαρμένην καὶ ἀμφίβολον, ὡς τόδε μέν τι πράξαντι, τοιῷδε τέλει συγκῦρσαι, τοῖον δὲ ποιήσαντι, ἑτέρῳ τέλει ἐντυχεῖν; ὡς ἐπ’ Ἀχιλλέως, <quote rend="blockquote">διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε· <l/>εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, <l/>ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. <l/>εἰ δέ κεν οἴκαδ’ ἵκωμαι, <l/>ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν <l/>ἔσσεται.</quote> <pb facs="operaexrecogniti03luciuoft_0456"/> ἀλλὰ καὶ ἐπὶ Εὐχήνορος, <quote rend="blockquote">ὅς ρ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· <l/>πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος, <l/>νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν <l/>ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.</quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="16"><sp rend="merge"><speaker>Τριεφῶν</speaker><p>οὐχὶ παρ’ Ὁμήρῳ ταῦτα γέγραπται; ἢ ἀμφίβολος αὕτη καὶ ἀμφίκρημνος ἀπάτη; εἰ δὲ βούλει, καὶ τοῦ Διὸς ἐπιθήσω σοι τὸν λόγον. οὐχὶ τῷ Αἰγίσθῳ εἴρηκεν ὡς ἀποσχομένῳ  <milestone unit="Reitz_page" n="602"/> μὲν τῆς μοιχείας καὶ τῆς Ἀγαμέμνονος ἐπιβουλῆς ξῆν καθείμαρται πολὺν χρόνον, ἐπιβαλλομένῳ δὲ ταῦτα πράττειν οὐ καθυστερεῖν θανάτου; τοῦτο κἀγὼ πολλάκις προὐμαντευσάμην, ἐὰν κτάνῃς τὸν πλησίον, θανατωθήσῃ παρὰ τῆς δίκης, εἰ δέ γε μὴ τοῦτο πράξῃς, βιώσῃ καλῶς, <quote rend="blockquote">οὐδέ κέ σ’ ὦκα τέλος θανάτοιο κιχείη.</quote> οὐχ ὁρᾶς ὡς ἀδιόρθωτα τὰ τῶν ποιητῶν καὶ ἀμφίλοξα καὶ μηδέπω ἡδραιωμένα; ὥστε ἔασον ἅπαντα, ὡς καὶ σὲ ἐν ταῖς ἐπουρανίοις βίβλοις τῶν ἀγαθῶν ἀπογράψωνται.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>