<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:12-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:12-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="12"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Καὶ τίνα ἐπομόσωμαί γε;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p rend="blockquote">Ὑψιμέδοντα θεόν, μέγαν, ἄμβροτον, οὐρανίωνα, <l/>υἱὸν πατρός, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον, <l/>ἓν ἐκ τριῶν καὶ ἐξ ἑνὸς τρία,  <milestone unit="Reitz_page" n="597"/> <quote>ταῦτα νόμιξε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.</quote></p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ἀριθμέειν με διδάσκεις, καὶ ὅρκος ἡ ἀριθμητική· καὶ γὰρ ἀριθμέεις ὡς Νικόμαχος ὁ Γερασηνός. οὐχ οἶδα γὰρ τί λέγεις, ἓν τρία, τρία ἕν. μὴ τὴν τετρακτὺν φὴς τὴν Πυθαγόρου ἢ τὴν ὀγδοάδα καὶ τριακάδα;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Σίγα τὰ νέρθε καὶ τὰ σιγῆς ἄξια. οὐκ ἔσθ’ ὧδε μετρεῖν τὰ ψυλλῶν ἴχνη. ἐγὼ γάρ σε διδάξω τί τὸ πᾶν καὶ τίς ὁ πρῴην πάντων καὶ τί τὸ σύστημα τοῦ παντός· καὶ γὰρ πρῴην κἀγὼ ταῦτα ἔπασχον ἅπερ σύ, ἡνίκα δέ μοι Γαλιλαῖος ἐνέτυχεν, ἀναφαλαντίας, ἐπίρρινος, ἐς τρίτον οὐρανὸν ἀεροβατήσας καὶ τὰ κάλλιστα <pb facs="operaexrecogniti03luciuoft_0452"/> ἐκμεμαθηκώς, δι᾿ ὕδατος ἡμᾶς ἀνεκαίνισεν, ἐς τὰ  <milestone unit="Reitz_page" n="598"/> τῶν μακάρων ἴχνια παρεισώδευσε καὶ ἐκ τῶν ἀσεβῶν χώρων ἡμᾶς ἐλυτρώσατο. καὶ σὲ ποιήσω, ἤν μου ἀκούῃς, ἐπ᾿ ἀληθείας ἄνθρωπον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="13"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Λέγε, ὦ πολυμαθέστατε Τριεφῶν· διὰ φόβου γὰρ ἔρχομαι.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἀνέγνωκάς ποτε τὰ τοῦ Ἀριστοφάνους τοῦ δραματοποιοῦ Ὄρνιθας ποιημάτια;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Καὶ μάλα.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἐγκεχάρακται παρ’ αὐτοῦ τοιόνδε· <quote rend="blockquote">Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς· <l/> γῆ δ’ οὐδ’ ἀὴρ οὐδ’ οὐρανὸς ἦν.</quote></p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Εὖ λέγεις. εἶτα τί ἦν;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἦν φῶς ἄφθιτον ἀόρατον ἀκατανόητον, ὃ λύει τὸ σκότος καὶ τὴν ἀκοσμίαν ταύτην ἀπήλασε, λόγῳ μόνῳ ῥηθέντι ὑπ’ αὐτοῦ, ὡς ὁ βραδύγλωσσος ἀπεγράψατο, γῆν ἔπηξεν ἐφ ὕδασιν, οὐρανὸν ἐτάνυσεν, ἀστέρας ἐμόρφωσεν ἀπλανεῖς, δρόμον διετάξατο, οὓς σὺ σέβῃ  <milestone unit="Reitz_page" n="599"/> θεούς, γῆν δὲ τοῖς ἄνθεσιν ἐκαλλώπισεν, ἄνθρωπον ἐκ μὴ ὄντων ἐς τὸ εἶναι παρήγαγε, καὶ ἔστιν ἐν οὐρανῷ βλέπων δικαίους τε κἀδίκους καὶ ἐν βίβλοις τὰς πράξεις ἀπογραφόμενος· ἀνταποδώσει δὲ πᾶσιν ἣν ἡμέραν αὐτὸς ἐνετείλατο.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="14"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Τὰ δὲ τῶν Μοιρῶν ἐπινενησμένα ἐς ἅπαντας ἐγχαράττουσί γε καὶ ταῦτα;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Τὰ ποῖα;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Τὰ τῆς εἱμαρμένης.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Λέγε, ὦ καλὲ Κριτία, περὶ τῶν Μοιρῶν, ἐγὼ δὲ μαθητιῶν ἀκούσαιμι παρὰ σοῦ.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Οὐχ Ὅμηρος ὁ ἀοίδιμος ποιητὴς εἴρηκε, <quote rend="blockquote">μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν·</quote><pb facs="operaexrecogniti03luciuoft_0455"/> <quote rend="blockquote">ἐπὶ δὲ τοῦ μεγάλου Ἡρακλέους, <l/> οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλείη φύγε κῆρα, <l/> ὅσπερ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι, <l/>  <milestone unit="Reitz_page" n="600"/> ἀλλά ἑ Μοῖρ’ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</quote> ἀλλὰ καὶ ὅλον τὸν βίον καθειμάρθαι καὶ τὰς ἐν τούτῳ μεταβολας· <quote rend="blockquote"><l rend="align(indent)"/>ἔνθα δ’ ἔπειτα <l/>πείσεται ἅσσα οἱ Αἶσα Κατακλῶθές τε βαρεῖαι <l/>γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.</quote> καὶ τὰς ἐν ξένῃ ἐποχὰς ἀπ’ ἐκείνης γίνεσθαι· <quote rend="blockquote">ἠδ’ ὡς Αἴολον ἱκόμεθ’, ὅς με πρόφρων ὑπέδεκτο, <l/>καὶ πέμπ’· οὐδέπω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαι.</quote> ὥστε πάντα ὑπὸ τῶν Μοιρῶν γίνεσθαι ὁ ποιητὴς μεμαρτύρηκε. τὸν δὲ Δία μὴ θελῆσαι τὸν υἱὸν <quote rend="blockquote; align(indent)">θανάτοιο δυσηχέος ἐξαναλῦσαι,</quote> ἀλλὰ μᾶλλον <quote rend="blockquote">αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε <l/> παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε <l/> φθίσειν ἐν Τροίῃ.</quote> ὥστε, ὦ Τριεφῶν, διὰ τοῦτο μηδὲν προσθεῖναι περὶ τῶν Μοιρῶν ἐθελήσῃς, εἰ καὶ τάχα πεδάρσιος ἐγεγόνεις μετὰ τοῦ διδασκάλου καὶ τὰ ἀπόρρητα ἐμυήθης.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="15"><milestone unit="Reitz_page" n="601"/><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Καὶ πῶς ὁ αὐτὸς ποιητής, ὦ καλὲ Κριτία, διττὴν ἐπιλέγει τὴν εἱμαρμένην καὶ ἀμφίβολον, ὡς τόδε μέν τι πράξαντι, τοιῷδε τέλει συγκῦρσαι, τοῖον δὲ ποιήσαντι, ἑτέρῳ τέλει ἐντυχεῖν; ὡς ἐπ’ Ἀχιλλέως, <quote rend="blockquote">διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε· <l/>εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, <l/>ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται. <l/>εἰ δέ κεν οἴκαδ’ ἵκωμαι, <l/>ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν <l/>ἔσσεται.</quote> <pb facs="operaexrecogniti03luciuoft_0456"/> ἀλλὰ καὶ ἐπὶ Εὐχήνορος, <quote rend="blockquote">ὅς ρ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· <l/>πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος, <l/>νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν <l/>ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.</quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="16"><sp rend="merge"><speaker>Τριεφῶν</speaker><p>οὐχὶ παρ’ Ὁμήρῳ ταῦτα γέγραπται; ἢ ἀμφίβολος αὕτη καὶ ἀμφίκρημνος ἀπάτη; εἰ δὲ βούλει, καὶ τοῦ Διὸς ἐπιθήσω σοι τὸν λόγον. οὐχὶ τῷ Αἰγίσθῳ εἴρηκεν ὡς ἀποσχομένῳ  <milestone unit="Reitz_page" n="602"/> μὲν τῆς μοιχείας καὶ τῆς Ἀγαμέμνονος ἐπιβουλῆς ξῆν καθείμαρται πολὺν χρόνον, ἐπιβαλλομένῳ δὲ ταῦτα πράττειν οὐ καθυστερεῖν θανάτου; τοῦτο κἀγὼ πολλάκις προὐμαντευσάμην, ἐὰν κτάνῃς τὸν πλησίον, θανατωθήσῃ παρὰ τῆς δίκης, εἰ δέ γε μὴ τοῦτο πράξῃς, βιώσῃ καλῶς, <quote rend="blockquote">οὐδέ κέ σ’ ὦκα τέλος θανάτοιο κιχείη.</quote> οὐχ ὁρᾶς ὡς ἀδιόρθωτα τὰ τῶν ποιητῶν καὶ ἀμφίλοξα καὶ μηδέπω ἡδραιωμένα; ὥστε ἔασον ἅπαντα, ὡς καὶ σὲ ἐν ταῖς ἐπουρανίοις βίβλοις τῶν ἀγαθῶν ἀπογράψωνται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="17"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Εὖ πάντα ἀνακυκλεῖς, ὦ Τριεφῶν· ἀλλά μοι τόδε εἰπέ, εἰ καὶ τὰ τῶν Σκυθῶν ἐν τῷ οὐρανῷ  <milestone unit="Reitz_page" n="603"/> ἐγχαράττουσι;</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Πάντα, εἰ τύχῃ γε χρηστὸς καὶ ἐν ἔθνεσι.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Πολλούς γε γραφέας φὴς ἐν τῷ οὐρανῷ, ὡς ἅπαντα ἀπογράφεσθαι.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον θεοῦ δεξιοῦ, ἀλλὰ κατηχούμενος πείθου παρ’ ἐμοῦ, εἴπερ ξῆν χρήζεις εἰς τὸν αἰῶνα. εἰ οὐρανὸν ὡς δέρριν ἐξήπλωσε, γῆν δὲ ἐφ’ ὕδατος ἔπηξεν, ἀστέρας ἐμόρφωσεν, ἄνθρωπον ἐκ μὴ ὄντος παρήγαγε, τί παράδοξον καὶ τὰς πράξεις πάντων ἐναπογράφεσθαι; καὶ γὰρ σοὶ οἰκίδιον κατασκευάσαντι, οἰκέτιδας δὲ καὶ οἰκέτας ἐν αὐτῷ συναγαγοντι, οὐδέποτέ σε διέλαθε τούτων πρᾶξις ἀπόβλητος· πόσῳ μᾶλλον τὸν πάντα πεποιηκότα θεὸν οὐχ ἅπαντα ἐν <pb facs="operaexrecogniti03luciuoft_0457"/>  <milestone unit="Reitz_page" n="604"/> εὐκολία διαδραμεῖν ἑκάστου πρᾶξιν καὶ ἔννοιαν; οἱ γάρ σου θεοὶ κότταβος τοῖς εὖ φρονοῦσιν ἐγένοντο.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="18"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Πάνυ εὖ λέγεις, καί με ἀντιστρόφως τῆς Νιόβης παθεῖν· ἐκ στήλης γὰρ ἄνθρωπος ἀναπέφηνα. ὥστε τοῦτον τὸν θεὸν προστιθῶ σοι, μὴ κακόν τι παθεῖν παρ’ ἐμοῦ.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Εἴπερ ἐκ καρδίας μ᾽ ὄντως φιλεῖς. μὴ ἑτεροῖόν τι ποιήσῃς ἐν ἐμοὶ <q>καὶ ἕτερον μὲν κεύσῃς ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃς.</q> ἀλλ’ ἄγε δὴ τὸ θαυμάσιον ἐκεῖνο ἀκουσμάτιον ἄεισον, ὅπως κἀγὼ κατωχριάσω καὶ ὅλως ἀλλοιωθῶ, καὶ οὐχ ὡς ἡ Νιόβη ἀπαυδήσω, ἀλλ’ ὡς ἀηδὼν  <milestone unit="Reitz_page" n="605"/> ὄρνεον γενήσομαι καὶ τὴν θαυμασίαν σου ἔκπληξιν κατ’ ἀνθηρὸν λειμῶνα ἐκτραγῳδήσω.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Νὴν τὸν υἱὸν τὸν ἐκ πατρὸς οὐ τοῦτο γενήσεται.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Λέγε παρὰ τοῦ πνεύματος δύναμιν τοῦ λόγου λαβών, ἐγὼ δὲ καθεδοῦμαι <quote rend="blockquote">δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.</quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="19"><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ἀπῄειν ἐπὶ τὴν λεωφόρον ὠνησόμενός γε τὰ χρειωδέστατα, καὶ δὴ ὁρῶ πλῆθος πάμπολυ ἐς τὸ οὖς ψιθυρίζοντας, ἐπὶ δὲ τῇ ἀκοῇ ἐφῦντο τοῖς χείλεσιν· ἐγὼ δὲ παπτήνας ἐς ἅπαντας καὶ τὴν χεῖρα τοῖς βλεφάροις περικάμψας ἐσκοπίαζον ὀξυδερκέστατα, εἴ πού γέ τινα τῶν φίλων θεάσωμαι. ὁρῶ δὲ Κράτωνα τὸν πολιτικόν,  <milestone unit="Reitz_page" n="606"/> παιδόθεν φίλον ὄντα καὶ συμποτικόν.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Αἰσθάνομαι· τοῦτον τὸν ἐξισωτὴν γὰρ εἴρηκας. εἶτα τί;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Καὶ δὴ πολλοὺς παραγκωνισάμενος ἧκον ἐς τα πρόσω καὶ τὸ ἑωθινὸν χαῖρε εἰπὼν ἐχώρουν ὡς αὐτόν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="20"><sp rend="merge"><speaker>Κριτίας</speaker><p>ἀνθρωπίσκος δέ τις τοὔνομα Χαρίκενος, σεσημμένον  <milestone unit="Reitz_page" n="607"/> γερόντιον ῥέγχον τῇ ῥινί, ὑπέβηττε μύχιον, ἐχρέμπτετο ἐπισεσυρμένον, ὁ δὲ πτύελος κυανώτερος θανάτου· <pb facs="operaexrecogniti03luciuoft_0458"/> εἶτα ἤρξατο ἐπιφθέγγεσθαι κατισχνημένον· Οὗτος, ὡς προεῖπον, τοὺς τῶν ἐξισωτῶν καταλείπει ἐλλειπασμοὺς καὶ τὰ χρέα τοῖς δανεισταῖς ἀποδώσει καὶ τά τε ἐνοίκια πάντα καὶ τὰ δημόσια, καὶ τὰς εἰραμάγγας δέξεται μὴ  <milestone unit="Reitz_page" n="608"/> ἐξετάζων τῆς τέχνης. καὶ κατεφλυάρει ἔτι πικρότερα. οἱ περὶ αὐτὸν δὲ ἥδοντο τοῖς λόγοις καὶ τῷ καινῷ τῶν ἀκουσμάτων προσέκειντο.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>