<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:1-2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1:1-2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="1"><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Τί τοῦτο, ὦ Κριτία; ὅλον σεαυτὸν ἠλλοίωσας καὶ τὰς ὀφρῦς κάτω συννένευκας, μύχιον δὲ βυσσοδομεύεις ἄνω καὶ κάτω περιπολῶν κερδαλεόφρονι ἐοικὼς κατὰ τὸν ποιητήν <q>ὠχρός τέ σευ εἷλε παρειάς.</q> μή που τρικάρηνον τεθέασαι ἢ Ἑκάτην ἐξ Ἅιδου ἐληλυ θυῖαν,  <milestone unit="Reitz_page" n="585"/> ἢ καί τινι θεῶν ἐκ προνοίας συνήντηκας; οὐδέπω γάρ σε τοιαῦτα εἰκὸς παθεῖν, εἰ καὶ αὐτὸν ἠκηκόεις, οἷμαι, τὸν κόσμον κλυσθῆναι ὥσπερ ἐπὶ τοῦ Δευκαλίωνος. σοὶ λέγω, ὦ καλὲ Κριτία, οὐκ ἀΐεις ἐμοῦ ἐπιβοωμένου τὰ πολλὰ καὶ ἐς βραχὺ γειτνιάσαντος; δυσχεραίνεις καθ’ ἡμῶν ἢ ἐκκεκώφωσαι ἢ καὶ ἐκ τῆς χειρὸς παλαιστήσοντα ἐπιμένεις;</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Ὦ Τριεφῶν, μέγαν τινὰ καὶ ἠπορημένον λό γον ἀκήκοα καὶ πολλαῖς ὁδοῖς διενειλημένον καὶ ἔτι ἀνα πεμπάζω τοὺς ὕθλους καὶ τὰς ἀκοὰς ἀποφράττω, μή που ἔτι ἀκούσαιμι ταῦτα καὶ ἀποψύξω ἐκμανεὶς καὶ μῦθος  <milestone unit="Reitz_page" n="586"/> τοῖς ποιηταῖς γενήσομαι ὡς καὶ Νιόβη τὸ πρίν. ἀλλὰ κατὰ κρημνῶν ὠθούμην ἂν ἐπὶ κεφαλῆς σκοτοδινήσας, εἰ μὴ ἐπέκραξάς μοι, ὦ τάν, καὶ τὸ τοῦ Κλεομβρότου πήδημα τοῦ Ἀμβρακιώτου ἐμυθεύθη ἐπ’ ἐμοί.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg007.1st1K-grc1" n="2"><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἡράλλεις, τῶν θαυμασίων ἐκείνων φα σμάτων ἢ ἀκουσμάτων, ἅπερ Κριτίαν ἐξέπληξαν. πόσοι γὰρ ἐμβρόντητοι ποιηταὶ καὶ τερατολογίαι φιλοσόφων οὐκ ἐξέπληξάν σου τὴν διάνοιαν, ἀλλὰ λῆρος πάντα γέγονεν ἐπὶ σοί.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Πέπαυσο ἐς μικρὸν καὶ μηκέτι παρενοχλή σῃς, ὦ Τριεφῶν· οὐ γὰρ παροπτέος ἢ ἀμελητέος γενήσῃ παρ’ ἐμοῦ.</p></sp><pb facs="operaexrecogniti03luciuoft_0447"/><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Οἶδ’ ὅτι οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα ἀνακυκλεῖς, ἀλλὰ καὶ λίαν τῶν ἀπορρήτων· ὁ γὰρ χρὼς καὶ τὸ ταυρηδὸν ὑποβλέπειν καὶ τὸ ἄστατον  <milestone unit="Reitz_page" n="587"/> τῆς βάσεως τό τε ἄνω καὶ κάτω περιπολεῖν ἀρίγνωτόν σε καθίστησιν. ἀλλ’ ἄμπνευσον τοῦ δεινοῦ, ἐξέμεσον τοὺς ὕθλους, <q>μή τι κακὸν παθέῃς.</q></p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Σὺ μέν, ὦ Τριεφῶν, ὅσον πέλεθρον ἀνάδραμε ἀπ’ ἐμοῦ, ἵνα μὴ τὸ πνεῦμα ἐξάρῃ σε καὶ πεδάρσιος τοῖς πολλοῖς ἀναφανῇς καί που καταπεσὼν Τριεφώντειον πέλαγος κατονομάσῃς, ὡς καὶ Ἴκαρος τὸ πρίν· ἃ γὰρ ἀκήκοα τήμερον παρὰ τῶν τρισκαταράτων ἐκείνων σοφιστῶν, μεγάλως ἐξώγκωσέ μου τὴν νηδύν.</p></sp><sp rend="align(indent)"><speaker>Τριεφῶν</speaker><p>Ἐγὼ μὲν ἀναδραμοῦμαι ὁπόσον καὶ βούλει, σὺ δὲ ἄμπνευσον τοῦ δεινοῦ.</p></sp><sp rend="align(indent)"><speaker>Κριτίας</speaker><p>Φῦ φῦ φῦ φῦ τῶν ὕθλων ἐκείνων, ἰοὺ ἰοὺ ἰοὺ ἰοὺ τῶν δεινῶν βουλευμάτων, αἲ αἲ αἲ αἲ τῶν κενῶν ἐλπίδων.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>