<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1:41-50</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1:41-50</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="41"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>Ὑμεῖς δέ, ἔφη, διανοεῖσθε ὡς ὑπὲρ Εὐβούλου καὶ Φρύνωνος καὶ Φιλοκράτους, καὶ πειρᾶσθε δώροις καὶ τοῦτον ἀναπείθειν, ἄνθρῶπον <milestone unit="Reitz_page" n="521"/> καὶ τὴν πατρῷαν οὐσίαν εἰς Ἀθηναίους ἰδίᾳ τε τοῖς δεηθεῖσι καὶ δημοσίᾳ τῇ πόλει καταναλωκότα, διαμαρτάνοντες δὲ φοβήσειν οἴεσθε πάλαι βεβουλευμένον τὴν ψυχὴν ὑποθεῖναι ταῖς τῆς πατρίδος ἀδήλοις τύχαις, καὶ καθαπτομένου τῶν πραττομένων ὑμῖν ἀγανακτεῖτε; ὁ δ’ οὐδὲ τὸν Ἀθηναίων δῆμον ὑποστέλλεται. λέληθεν ὑμᾶς, ἔφη, τῇ μὲν τῆς πατρίδος εὐνοίᾳ πολιτευόμενος, αὑτῷ δὲ τὴν πολιτείαν γυμνάσιον φιλοσοφίας προθέμενος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="42"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>ταῦτά τοι, ὦ ᾿Αρχία, ὑπερεπεθύμουν αὐτῷ συγγενόμενος τήν τε γνώμην, ἣν ἔχοι περὶ τῶν παρόντῶν, ἀκοῦσαι λέγοντος καὶ τῶν ἀεὶ παραπεπτωκότων <pb facs="operaexrecogniti03luciuoft_0416"/> ἡμῖν κολάκων, εἰ ἐδεόμην, ἀποστὰς ἁπλοῦ τινος ἐξ ἐλευθέρας γνώμης ἀκοῦσαι λόγου καὶ φιλαλήθους συμβουλῆς μεταλαβεῖν. καί τι καὶ νουθετῆσαι δίκαιον, ὑπὲρ οἵων ὄντων τῶν ᾿Αθηναίων τὴν ἀχαριστίαν πάντα παραβάλοιτο τὸν αὑτοῦ βίον, ἐξὸν εὐγνωμονεστέροις καὶ βεβαιοτέροις κεχρῆσθαι φίλοις. </p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ὦ βασιλεῦ, τῶν μὲν ἄλλων ἴσως ἂν ἔτυχες, ταυτὶ δὲ μάτην ἂν ἔλεγες· οὕτως μανικῶς φιλαθήναιος ἦν.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Ἦν ταῦτα, ὦ Ἀρχία· τί γὰρ ἂν καὶ λέγοιμεν; ἀλλὰ πῶς ἀπέθανεν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="43"><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ἔοικας ἔτι μᾶλλον, ὦ βασιλεῦ, θαυμάσειν· καὶ γὰρ ἡμεῖς οὗ τεθεαμένοι διαφέρομεν οὐδὲν ἐκπλήξει τε καὶ ἀπιστίᾳ τῶν ὁρώντων. ἔοικε γὰρ δὴ πάλαι ὧδε βεβουλευμένῳ περὶ τῆς ὑστάτης ἡμέρας· δηλοῖ δὲ <milestone unit="Reitz_page" n="522"/> ἡ παρασκευή. καθῆστο μὲν γὰρ ἔνδον ἐν τῷ νεῷ, μάτην δὲ τῶν πρόσθεν ἡμερῶν λόγους ἦμεν καταναλωκότες.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Τίνες γὰρ ἦσαν οἱ παρ’ ὑμῶν λόγοι;</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Πολλὰ καὶ φιλάνθρωπα προὐτεινόμην ἔλεόν τινα παρὰ σοῦ καθυπισχνούμενος, οὐ μάλα μὲν προσδοκῶν—οὐ γὰρ ἠπιστάμην, ἀλλὰ σὲ ᾤμην δι᾿ ὀργῆς ἔχειν τὸν ἄνθρωπον—χρήσιμον δ’ οὖν πρὸς τὸ πείθειν νομίξων.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Ὁ δὲ πῶς προσίετο τοὺς λόγους; καί με μηδὲν ἀποκρύψῃ· μάλιστα μὲν γὰρ αὐτήκοος ἂν ἐβουλόμην παρὼν εἶναι νῦν. ἀλλὰ σύ γε μὴ παραλίπῃς μηδέν· οὐ γάρ τοι σμικρὸν ἔργον, ἦθος ἀνδρὸς γενναίου πρὸς αὐτῷ τῷ τέλει τοῦ βίου καταμαθεῖν, πότερον ἄτονος καὶ νωθρὸς ἦν ἢ παντάπασιν ἀκλινὲς τὸ τῆς ψυχῆς ὄρθιον ἐφύλαττεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="44"><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Οὐδὲν ὑπέστελλεν ἐκεῖνός γε. πῶς γάρ; ὃς ἡδὺ γελάσας κἀμὲ δὴ σκώπτων εἰς τὸν πρότερον βίον, ἀπίθανον ἔφη με ὑποκριτὴν εἶναι τῶν σῶν ψευσμάτων.</p></sp><pb facs="operaexrecogniti03luciuoft_0417"/><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Ἀπιστήσας ἄρα τοῖς ἐπαγγέλμασι προεῖτο τὴν ψυχήν;</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Οὔκ· εἴ γε τῶν λοιπῶν ἀκούσαις, οὐ δόξει σοι μόνον ἀπιστεῖν. ἀλλ’ ἐπεὶ κελεύεις, ὦ βασιλεῦ, λέγειν, <milestone unit="Reitz_page" n="523"/> Μακεδόσι μέν, εἶπεν, οὐδὲν ἀπώμοτον, οὐδὲ παράδοξον, εἰ Δημοσθένην οὕτως λαμβάνουσιν ὡς Ἀμφίπολιν, ὡς Ὄλυνθον, ὡς Ὠρωπόν. τοιαῦτα πολλὰ ἔλεγε· καὶ γὰρ οὖν ὑπογραφέας παρεστησάμη, ἵνα σοι τὰ λεχθέντα σώζοιτο. Ἐγὼ μέν τοι, ἔφη, ὦ Ἀρχία, βασάνων ἢ θανάτου φόβῳ κατ’ ὄψιν οὐκ ἂν Ἀντιπάτρῳ γενοίμην, ἀλλ’ εἰ ταῦτ’ ἀληθεύετε, πολύ μοι μᾶλλον ἔτι φυλακτέον μὴ τὴν ψυχὴν αὐτὴν παρ’ Ἀντιπάτρου δεδωροδοκηκέναι μηδ’ ἣν ἐμαυτὸν ἔταξα τάξιν λιπὼν τὴν Ἑλληνικὴν εἰς τὴν Μακεδονικὴν μεταβάλλεσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="45"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>καλὸν γάρ, Ἀρχία, εἰ τὸ ζῆν ἐμοὶ Πειραιεὺς αὐτὸς παρέχοι καὶ τριήρης ἣν ἐπιδέδωκα, καὶ τεῖχος καὶ τάφρος τοῖς ἐμοῖς τέλεσιν ἐξειργασμένα καὶ φυλὴ Πανδιονίς, ᾗ ἐθελοντὴς ἐχορήγουν ἐγώ, καὶ Σόλων καὶ Δράκων καὶ παρρησία βήματος καὶ δῆμος ἑλεύθερος καὶ ψηφίσματα στρα- τιωτικὰ καὶ νόμοι τριηραρχικοὶ καὶ προγόνων ἀρεταὶ καὶ τρόπαια καὶ πολιτῶν εὔνοια τῶν ἐμὲ πολλάκις ἐστεφανωκότων καὶ δύναμις Ἑλλήνων τῶν ὑπ’ ἐμοῦ μέχρι νῦν τετηρημένων· εἰ δὲ καὶ βιωτὸν ἐλεηθέντι, ταπεινὸν μέν, ἀνεκτὸς δ’ οὖν ὁ ἔλεος παρὰ τοῖς οἰκείοις, ὧν ἐλυσάμην <milestone unit="Reitz_page" n="524"/> αἰχμαλώτους, ἢ τοῖς πατράσιν. ὧν συνεξέδωκα τὰς θυγατέρας ἢ οἷς τοὺς ἐράνους συνδιελυσάμην.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="46"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>εἰ δέ με μὴ σώζει νήσων ἀρχὴ καὶ θάλαττα, παρά γε τουτουὶ Ποσειδῶνος αἰτῶ τὸ σώζεσθαι καὶ τοῦδε τοῦ βωμοῦ καὶ τῶν ἱερῶν νόμων. εἰ δὲ Ποσειδῶν, ἔφη, μὴ δύναται φυλάττειν τὴν ἀσυλίαν τοῦ νεὼ μηδ’ ἐπαισχύνεται προδοῦναι Δημοσθένην Ἀρχίᾳ, τεθναίην, οὐδὲν Ἀντίπατρος ἡμῖν ἀντὶ τοῦ θεοῦ κολακευτέος. ἐξῆν μοι φιλτέρους ἔχειν <pb facs="operaexrecogniti03luciuoft_0418"/> Ἀθηναίων Μακεδόνας καὶ νῦν μετέχειν τῆς ὑμετέρας τύχης, εἰ μετὰ Καλλιμέδοντος καὶ Πυθέου καὶ Δημάδου συνεταττόμην· ἐξῆν κἂν ὀψὲ τῆς τύχης μεθαρμόσασθαι, εἰ μὴ τὰς Ἐρεχθέως θυγατέρας καὶ τὸν Κόδρον ἐπῃσχυνόμην. οὔκουν ἡρούμην αὐτομολοῦντι τῷ δαίμονι συμ- μεταβάλλεσθαι· καλὸν γὰρ κρησφύγετον θάνατος ἐν ἀκινδύνῳ παντὸς αἰσχροῦ γενέσθαι. καὶ νῦν, Ἀρχία, τὸ κατ’ ἐμαυτὸν οὐ καταισχύνω τὰς Ἀθήνας δουλείαν ἑκὼν ἑλόμενος, ἐντάφιον δὲ τὸ κάλλιστον τὴν ἐλευθερίαν προέμενος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="47"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>ἀλλὰ δίκαιον γάρ, ἔφη, σοὶ τῶν τραγῳδιῶν <milestone unit="Reitz_page" n="525"/> μνημονεύειν, οὗ σεμνὸν τὸ λεχθὲν <quote rend="blockquote"><l rend="align(indent)"/>ἡ δὲ καὶ θνήσκουσ’ ὅμως <l/>πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν·</quote> κόρη καὶ ταῦτα· Δημοσθένης δὲ εὐσχήμονος θανάτου βίον προκρινεῖ ἀσχήμονα τῶν Ξενοκράτους καὶ Πλάτωνος ὑπὲρ ἀθανασίας λόγων ἐκλαθόμενος; καί τινα καὶ πικρότερον ἔλεγε προαχθεὶς εἰς τοὺς ταῖς τύχαις ἐξυβρίζοντας. ἀλλὰ τί δεῖ νῦν λέγειν ἐμέ; τέλος δ’ ἐμοῦ τὰ μὲν δεομένου, τὰ δ’ ἀπειλοῦντος, ἁπαλὴν μοῦσαν στερεᾷ κεραννύντος, Ἐπείσθην ἄν, ἔφη, τούτοις Ἀρχίας ὤν, ἐπεὶ δὲ Δημοσθένης εἰμί, συγγίνωσκέ μοι, ὦ δαιμόνιε, μὴ πεφυκότι κακῷ γενέσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="48"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>τότε δὴ τότε πρὸς βίαν αὐτὸν ἀποσπᾶν διενοούμην· ὁ δ’ ὡς ᾔσθετο, δῆλος ἦν καταγελῶν καὶ τὸν θεὸν προσβλέψας, Ἔοικεν Ἀρχίας, εἶπεν, ὅπλα μόνα καὶ τριήρεις καὶ τείχη καὶ στρατόπεδα δυνάμεις εἶναι καὶ κρησφύγετα ταῖς ἀνθρωπίναις ψυχαῖς ὑπολαμβάνειν, τῆς δ᾽ ἐμῆς παρασκευῆς καταφρονεῖν, ἣν οὐκ ἂν ἐλέγξειαν Ἰλλυριοὶ καὶ Τριβαλλοὶ καὶ Μακεδόνες <milestone unit="Reitz_page" n="526"/> ἐχυρωτέραν ἢ ξύλινόν ποτε τεῖχος ἡμῖν, ὃ θεὸς ἀνεῖλεν ἀπόρθητον εἶναι· μεθ’ ἧς ἂν τῆς προνοίας ἀδεῶς μὲν ἐπολιτευσάμην, ἀδεὲς δέ μοι τὸ κατὰ Μακεδόνων θάρσος, ἐμέλησε δ’ οὐδὲν οὐκ Εὐκτήμονος, οὐκ Ἀριστογείτονος, <pb facs="operaexrecogniti03luciuoft_0419"/> οὐ Πυθέου καὶ Καλλιμέδοντος, οὐ Φιλίππου τότε, οὐ τὰ νῦν Ἀρχίου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="49"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>ταῦτα εἰπών, Μὴ πρόσαγέ μοι τὴν χεῖρα, ἔφη· τὸ κατ’ ἐμὲ γὰρ οὐδὲν παράνομον ὁ νεὼς πείσεται, τὸν δὲ θεὸν προσειπὼν ἑκὼν ἕψομαι. κἀγὼ μὲν ἦν ἐπὶ τῆς ἐλπίδος ταύτης, καὶ τὴν χεῖρα τῷ στόματι προσαγαγόντος, οὐδὲν ἀλλ’ ἢ προσκυνεῖν ὑπελάμβανον. </p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Τὸ δὲ τί δή ποτε ἦν;</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ὕστερον βασάνοις θεραπαίνης ἐφωράσαμεν πάλαι φάρμακον αὐτὸν τεταμιεῦσθαι λύσει ψυχῆς ἀπὸ σώματος ἐλευθερίαν κτώμενον. οὐ γὰρ οὖν ἔφθασεν ὑπερβὰς τὸν οὐδὸν τοῦ νεώ, καὶ πρὸς ἐμὲ βλέψας, Ἄγε δὴ τοῦτον, ἔφη, πρὸς Ἀντίπατρον, Δημοσθένην δὲ οὐκ ἄξεις, οὐ μὰ τοὺς . . . . κἀμοὶ μὲν ἐφαίνετο προσθήσειν τοὺς ἐν Μαραθῦνι πεπτωκότας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="50"><sp rend="merge"><speaker>Ἀρχίας</speaker><p>ὁ δὲ χαίρειν εἰπὼν <milestone unit="Reitz_page" n="527"/> ἀπέπτη. τοῦτό σοι τὸ τέλος, ὦ βασιλεῦ, τῆς Δημοσθένους πολιορκίας κομίζειν ἔχω.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Δημοσθένους γε καὶ ταῦτα, ὦ Ἀρχία. βαβαῖ τῆς ἀηττήτου ψυχῆς καὶ μακαρίας, ὡς ἀνδρεῖον μὲν αὐτῷ τὸ λῆμα, πολιτικὴ δὲ πρόνοια μετὰ χεῖρα τὸ πιστὸν τῆς ἐλευθερίας ἔχειν. ἀλλ’ ὃ μὲν οἴχεται βίον ἕξων τὸν ἐν μακάρων νήσοις ἡρώων λεγόμενον ἢ τὰς εἰς οὐρανὸν ψυχαῖς νομιζομένας ὁδούς, ὀπαδός τις δαίμων ἐσόμενος ἐλευθερίου Διός, τὸ σῶμα δ’ ἡμεῖς εἰς Ἀθήνας ἀποπέμψομεν, κάλλιον ἀνάθημα τῇ γῇ τῶν ἐν Μαραθῶνι πεπτωκότων.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>