<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="21"><p>πρός γε μὴν τὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς πολιτείας αὐτοῦ τραπομένῳ καλὸν μίαν ἡντινοῦν ἀποτεμέσθαι τὴν διατριβήν, εἰ δὲ βούλοιο δαψιλές, δύο καὶ σύντρεις ἑλόμενον ἔχειν ἀποχρῶσαν λόγων ὑποβολήν· πολλὴ γὰρ ἐν ἅπασιν ἡ λαμπρότης. εἰ δ’ οὐκ ἐκ τοῦ παντὸς, ἀλλ’ ἐκ μέρους ἐπαινεσόμεθα, νόμος μὲν Ὁμηρικός, ἡρώων ἐπαίνους ἐκ μερῶν διατέθεσθα,. ποδῶν ἢ κεφαλῆς ἢ κόμης, ἤδη δὲ κἀκ τῶν φορημάτων ἢ ἀσπίδων, μεμπτὸν δ’ οὐδὲ τοῖς θεοῖς ἐγένετο ὑμνεῖσθαι πρὸς τῶν ποιητῶν ἐξ ἠλακάτης ἡ τόξων ἢ τῆς αἰγίδος, <pb facs="operaexrecogniti03luciuoft_0407"/> μήτι γε δὴ μέρους σώματος ἢ τῆς ψυχῆς, τῶν εὐεργεσιῶν δὲ οὐδὲ δυνατὸν ἐφ’ ἁπάσας ἐλθεῖν. οὐκοῦν οὐδ’ ὁ Δημοσθένης αἰτιάσεται καθ’ ἓν τῶν αὐτοῦ καλῶν ἐπαινούμενος, <milestone unit="Reitz_page" n="507"/> ἐπεὶ τὸ γε σύμπαν οὐδ’ αὐτὸς ἂν αὑτὸν ἐξαρκέσειεν ἐπαινέσαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="22"><p rend="align(indent)">Ταῦτα τοῦ Θερσαγόρα διεξελθόντος, Οἶμαί σε, ἔφην, ἓν ἐπιδεδεῖχθαί μοι βουλόμενον, τὸ μὴ μόνον ποιητὴν ἀγαθὸν εἶναι, τῶν λόγων παρεμπόρευμα πεποιῆσθαι τὸν Δημοσθένην τὰ πεξὰ τοῖς ἐμμέτροις προστιθέντα. Σοὶ μὲν οὖν, ἔφη τὴν ῥᾳστώνην ὑποτιθεὶς προήχθην ἐπιδραμεῖν τὸν λόγον. εἴ τι τῆς φροντίδος ἀνεὶς ἀκροατὴς ἡμῖν γένοιο. Προὔργου τοίνυν, ἔφην, σοὶ γέγονεν οὐδέν, εὖ ἴσθι. σκόπει δὲ καὶ μὴ πλέον ᾖ γεγονὸς θάτερον. Καλὸν ἂν λέγοις, ἔφη, τὸ ἴαμα. Σὺ γάρ, ἔφην, ἀγνοεῖς, οἶμαι, τὸ παρὸν ἄπορον, εἶτα ἰατροῦ δίκην τὸ τοῦ νοσοῦντος σαθρὸν ἀγνοήσαντος ἄλλο θεραπεύεις. Ὅτι τί δή; Σὺ μὲν ἃ ταράξειεν ἂν τὸν πρῶτον ἰόντα πρὸς τὸν λόγον, ἐπεχείρησας ἰάσασθαι, τὰ δ’ ἤδη κατανάλωται πολλαῖς ἐτῶν περιόδοις· ὥστε ταύτης τῆς ἀπορίας ἕωλά σοι τὰ ἰάματα. Τοῦτ’ οὖν, ἔφη, σοὶ τό γε ἴαμα· χρὴ μέντοι καθάπερ ὁδοῦ θαρραλεωτάτην εἶναι <milestone unit="Reitz_page" n="508"/> τὴν συνηθεστάτην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="23"><p>Τὴν ἐναντίαν γάρ, εἷπον, προὐθέμην ἤ φασιν Ἀννίκεριν τὸν Κυρηναῖον φιλοτιμηθῆναι πρὸς Πλάτωνά τε καὶ τοὺς ἑταίρους· τὸν μέν γε Κυρηναῖον ἁρματηλασίαν ἐπιδεικνύντα πολλοὺς περὶ τὴν Ἀκαδημίαν ἐξελαύνειν δρόμους ἐπὶ τῆς αὐτῆς ἁρματοτροχίας ἅπαντας μηδὲν παραβάντας, ὥσθ’ ἑνὸς δρόμου σημεῖα κατὰ τῆς γῆς ὑπολείπεσθαι· τοὐμὸν δέ γε τὴν ἐναντίαν σπεύδει, τὰς ἁρματοτροχίας ἀλεείνειν. οὐ μάλα ῥᾴδιον δ’, οἶμαι, καινουργεῖν ὁδοὺς τῶν τετριμμένων ἐκτρεπόμενον. Ἀλλά τοι τὸ Παύσωνος, ἔφη, σοφόν. Ποῖον; ἔφην· οὐ γὰρ ἀκήκοα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="24"><p>Παύσωνι τῷ ξωγράφώ <pb facs="operaexrecogniti03luciuoft_0408"/> φασὶν ἐκδοθῆναι γράψαι ἵππον ἀλινδούμενον· τὸν δέ γε γράψαι τρέχοντα καὶ πολὺν κονιορτὸν περὶ τὸν ἵππον· ὡς δ’ ἔτι γράφοντος ἐπιστῆναι τὸν ἐκδόντα, μέμφεσθαι, μὴ γὰρ τοῦτο προστάξαι. τὸν οὖν Παύσωνα τοῦ πίνακος τὰ μετέωρα κάτω περιαγαγόντα τῷ παιδὶ τὴν γραφὴν ἐπιδεῖξαι κελεῦσαι, καὶ τὸν ἵππον ἔμπαλιν κείμενον ὀφθῆναι ἀλινδούμενον. Ἡδὺς εἶ, ἔφην, Θερσαγόρα, ἂν μίαν οἴῃ με στροφὴν μεμηχανῆσθαι τοσούτων ἐτῶν, ἀλλ’ οὐχὶ πάσας στροφὰς καὶ περιαγωγὰς ἐναλλάττοντα καὶ μετατιθέντα δεδιέναι μή τι τελευτῶν πάθοιμι τὸ τοῦ <milestone unit="Reitz_page" n="509"/> Πρωτέως. Ποῖον, ἔφη, πάθος; Τὸ γενόμενον, ὅ φασιν αὐτὸν γενέσθαι δρασμὸν ἐξευρίσκοντα τῆς ἀνθρωπίνης ὄψεως, ἐπεὶ καταναλώκει πάσας ἰδέας θηρίων καὶ φυτῶν καὶ στοιχείων, αὖθις αὖ πενίᾳ μορφῆς ἐπεισάκτου Πρωτέα γενέσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="25"><p>Σὺ μέν, εἶπεν, ὑπὲρ τὸν Πρωτέα μηχανᾷ τὴν ἐμὴν ἀκρόασιν ἀποδιδράσκειν. Οὔκ, ὦγαθέ, ἔφην, τοῦτο· παρέξω γοῦν ἐμαυτὸν ἀκροᾶσθαι παρεὶς τὴν ἐπηρτημένην φροντίδα. τάχ’ ἄν τι περὶ τοῦ σοῦ κυήματος ἄφροντις γενόμενος καὶ τῆς ἐμῆς ὠδῖνος συμφροντίσαις.</p><p rend="align(indent)">Ὡς οὖν ἐδόκει ταῦτα αὐτῷ, καθίσαντες ἐπὶ τῆς πλησίον κρηπῖδος ἐγὼ μὲν ἠκροώμην, ὁ δ’ ἀνελέγετο μάλα γενναῖα ποιήματα. μεταξὺ δ’ ὥσπερ ἔνθους γενόμενος ἐπιπτύξας τὸ γραμματεῖον, Κομίζου τὸν ἀκροατικόν, ἔφη, μισθὸν καθάπερ Ἀθήνησιν ἐκκλησιαστικὸν ἢ δικαστικόν. ἀλλ’ ὅπως εἴσῃ μοι χάριν. Χάριν μέν, ἔφην, εἴσομαι καὶ πρὶν ὅ τι καὶ λέγεις εἰδέναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="26"><p>τί δέ ἐστιν ὅ τι καὶ λέγεις; Μακεδονικοῖς, εἶπεν, ἐντυχὼν τῆς βασιλικῆς οἰκίας ὑπομνήμασι καὶ τότε ὑπερησθεὶς τὸ βιβλίον οὐ <milestone unit="Reitz_page" n="510"/> κατὰ πάρεργον ἐκτησάμην· καὶ νῦν ὑπεμνήσθην ἔχων οἴκαδε. γέγραπται δὲ ἄλλα τε τῶν Ἀντιπάτρῳ πραχθέντῶν ἐπὶ τῆς οἰκίας καὶ περὶ Δημοσθένους, ἅ μοι δοκεῖς <pb facs="operaexrecogniti03luciuoft_0409"/> οὐκ ἂν παρέργως ἀκοῦσαι. Καὶ μήν, εἶπον, ἤδη γέ σοι τῶν εὐαγγελίων χάρις καὶ τὰ λοιπὰ τῶν ἐπῶν. ἐγὼ μὲν οὖν οὐκ ἀπολείψομαί σου πρὶν ἢ τὴν ὑπόσχεσιν ἔργον σοι γενέσθαι. σὺ δ’ εἱστίακάς με λαμπρῶς τὴν Ὁμήρου γενέθλιον, ἔοικας δ’ ἑστιάσειν αὐτὸς καὶ τὴν Δημοσθένους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="27"><p rend="align(indent)">Ὡς οὖν ἀνέγνω τὰ λοιπὰ τοῦ γραμματείου, διατρίψαντες ὀλίγον ὅσον ἀποδοῦναι τῷ ποιήματι τοὺς δικαίους ἐπαίνους ᾔειμεν εἰς τὰ Θερσαγόρου· καὶ μόλις μέν, ἐπιτυγχάνει δὲ τῷ βιβλίῳ. κἀγὼ λαβὼν τότε μὲν ἀπηλλαττόμην. ἐντυχὼν δὲ οὕτω τὴν γνώμην διετέθην, ὡς οὐδέν τι περιτρέψας, ἀλλ’ ἐπ᾿ αὐτῶν τῶν ὀνομάτων τε καὶ ῥημάτων ὑμῖν ἀναλέξομαι. οὐδὲ γὰρ τἀσκληπιῷ μεῖόν τι γίνεται τῆς τιμῆς, εἰ, μὴ τῶν προσιόντων αὐτῶν ποιησάντων παιᾶνα, τὰ Ἰσοδήμου τοῦ Τροιζηνίου καὶ Σοφοκλέους ᾄδεται, καὶ τῷ Διονύσῳ τὸ μὲν ποίησιν καινὴν ποιεῖν ἐκλέλειπται, τὰ δὲ προτέροις συντεθέντα <milestone unit="Reitz_page" n="511"/> τοῖς νῦν εἰς μέσον ἐν καιρῷ κομίζουσι χάριν οὐκ ἐλάττω φέρει τῷ τὸν θεὸν δοκεῖν τετιμηκέναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="28"><p>τὸ μὲν οὖν βιβλίον τοῦτο—ἔστι δὲ τῶν ὑπομνημάτων τὸ προσῆκον ἡμῖν μέρος τόδε δρᾶμα—τὸ βιβλίον φησίν, Ἀντιπάτρῳ μεμηνῦσθαι παρόντα τὸν Ἀρχίαν. ὁ δ’ Ἀρχίας, εἴ τις ἄρα τῶν νεωτέρων ἀγνοεῖ, τοὺς φυγάδας ἐτέτακτο συλλαμβάνειν. ἐπέσταλτο δ’ αὐτῷ καὶ Δημοσθένην ἀπὸ τῆς Καλαυρίας πεῖσαι μᾶλλον ἢ βιάσασθαι πρὸς τὸν Ἀντίπατρον ἥκειν. καὶ δὴ καὶ μετέωρος ἐπὶ ταύτης ὁ Ἀντίπατρος ἦν τῆς ἐλπίδος τὸν Δημοσθένην ἀεὶ προσδοκῶν. ὡς οὖν ἤκουσεν ἀπὸ τῆς Καλαυρίας ἥκοντα τὸν Ἀρχίαν, εὐθὺς ὡς εἶχεν ἐκέλευσεν εἴσω καλεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="29"><p>ἐπεὶ δ’ εἰσῆλθεν . . . . αὐτὸ φράσει τὰ λοιπὰ τὸ βιβλίον.</p><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Χαῖρε, ὦ Ἀντίπατρε.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Τί δ’ οὐ μέλλω χαίρειν, εἰ Δημοσθένην ἤγαγες;</p></sp><pb facs="operaexrecogniti03luciuoft_0410"/><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ἤγαγον, ὡς ἐδυνάμην· ὑδρίαν γὰρ κομίζω τῶν Δημοσθένους λειψάνων.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Ἀπ᾿ ἐλπίδος γε μὴν ἔσφηλας, ὦ Ἀρχία. τι γὰρ τῶν ὀστῶν καὶ τῆς ὑδρίας Δημοσθένην οὐκ ἔχοντι;</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Τὴν γὰρ ψυχήν, ὦ βασιλεῦ, πρὸς βίαν αὐτοῦ κατέχειν ἀδύνατον.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Τί δ’ οὐ ζῶντα κατειλήφατε; <milestone unit="Reitz_page" n="512"/></p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Κατειλήφαμεν.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Κατὰ τὴν ὁδὸν οὖν τέθνηκεν;</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Οὔκ, ἀλλ’ οὗπερ ἦν, ἐν Καλαυρίᾳ.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Τάχα τῆς ὑμετέρας γέγονεν ἔργον ὀλιγωρίας οὐ θεραπευόντων τὸν ἄνθρωπον.</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ἀλλ’ οὐδ’ ὑφ’ ἡμῖν ἐγένετο.</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Τί φής; αἰνίγματα λέγεις, ὦ Ἀρχία, ξῶντα λαβόντες οὐκ ἔχετε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="30"><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Οὐ γὰρ ἐκέλευες τήν γε πρώτην μὴ βιάζεσθαι; καίτοι πλέον ἂν οὐδὲ βιασαμένοις οὐδὲν ἦν· καὶ γὰρ οὖν ἐμελλήσαμεν. </p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Οὐκ εὖ γε ὑμεῖς οὐδὲ μελλήσαντες. ἴσως οὖν ἐκ τῆς ὑμετέρας τέθνηκε βίας.</p></sp><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Ἡμεῖς μὲν αὐτὸν οὐκ ἀπεκτείναμεν, βιάξεσθαι δὲ μὴ πείθουσιν ἀναγκαῖον ἦν. σοὶ δ’, ὦ βασιλεῦ, τί τὸ πλέον, εἰ ξῶν ἀφίκετο; πάντως οὐδὲν ἂν αὐτὸν ἢ ἀπέκτεινας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="31"><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Εὐφήμει, ὦ Ἀρχία· δοκεῖς μοι μὴ συννενοηκέναι μήθ’ ὅστις ὁ Δημοσθένης μήτε τὴν ἐμὴν γνώμην, ἀλλὰ νομίζειν ὅμοιον εἶναι Δημοσθένην εὑρεῖν καὶ τούτους ζητεῖν τοὺς κακῶς ἀπολωλότας, Ἱμεραῖον τὸν Φαληρέα καὶ τὸν Μαραθώνιον Ἀριστόνικον καὶ τὸν ἐκ Πειραιῶς Εὐκράτην, τῶν ῥαγδαίων ῥευμάτων οὐδὲν διαφέροντας, ἀνθρώπους ταπεινούς, ἀφορμῇ προσκαίρων <milestone unit="Reitz_page" n="513"/> θορύβων ἐπιπολάσαντας καὶ πρὸς μικρὰν ταραχῆς ἐλπίδα <pb facs="operaexrecogniti03luciuoft_0411"/> θρασέως ἐξαναστάντας, εἶτα πτήξαντας οὐκ εἰς μακρὰν δίκην τῶν δειλινῶν πνευμάτων, καὶ τὸν ἄπιστον Ὑπερίδην, τὸν ἄφιλον δημοκόλακα, τὸν οὐδὲν αἰσχρὸν νομίσαντα κολακείᾳ τοῦ πλήθους συκοφαντῆσαι Δημοσθένην οὐδ’ αὑτὸν εἰς ταῦτα παρασχεῖν διάκονον ἐφ’ οἷς αὐτοὶ μετενόησαν, οἷς ἐχαρίζετο· μετ’ οὐ πολὺ γοῦν τῆς συκο φαντίας λαμπροτέραν ἢ κατ’ Ἀλκιβιάδην αὐτῷ τὴν κάθοδον ἀκηκόαμεν γενέσθαι. τῷ δ’ οὐκ ἔμελεν οὐδ’ ἐπῃσχύνετο κατὰ τῶν ποτε φιλτάτων τῇ γλώττῃ χοώμενος, ἣν ἐχρῆν δήπου τῆς ἀγνωμοσύνης ἐκτεμεῖν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="32"><sp rend="align(indent)"><speaker>Ἀρχίας</speaker><p>Τί δ’; οὐκ ἐχθρῶν ἡμῖν ἔχθιστος ὁ Δημοσθένης;</p></sp><sp rend="align(indent)"><speaker>Ἀντιπάτηρ</speaker><p>Οὐχ ὅτῳ μέλει τρόπου πίστεως, φίλον πᾶν ἄδολον καὶ βέβαιον ἦθος ἡγουμένῳ· τὰ γάρ τοι καλὰ καὶ παρ’ ἐχθροῖς καλὰ καὶ τὸ τῆς ἀρετῆς πανταχοῦ τί μιον. οὐδὲ κακίων ἐγὼ Ξέρξου τοῦ Βοῦλιν καὶ Σπέρχιν τους Λακεδαιμονίους θαυμάσαντος καί, κτεῖναι παρόν, <milestone unit="Reitz_page" n="514"/> ἀφέντος. ἀλλ’ εἰ δή τινα πάντων καὶ Δημοσθένην αὐ τός τὲ δὶς Ἀθήνησιν, εἰ καὶ μὴ κατὰ πολλὴν σχολήν, συγγενόμενος καὶ παρὰ τῶν ἄλλων ἀναπυνθανόμενος ἔκ τε τῶν πολιτευμάτων αὐτῶν εἶχον θαυμάσας, οὐχ ὡς ἂν νομίσειέ τις, τῆς τῶν λόγων δεινότητος, εἰ καὶ μηδὲν μὲν ὁ Πύθων πρὸς αὐτόν, οἱ Ἀττικοὶ ῥήτορες παιδιὰ παραβάλλειν τῷ τούτου κρότῳ καὶ τόνῳ καὶ λέξεων εὐρυθμίᾳ καὶ ταῖς τῶν διανοιῶν περιγραφαῖς καὶ συνε χείαις ἀποδείξεων καὶ τῷ συνακτικῷ τε καὶ κρουστικῷ· μετενοοῦμεν γοῦν ὅτε τοὺς Ἕλληνας Ἀθήναζε συνηγάγο μὲν ὡς ἐλέγξοντες Ἀθηναίους, Πύθωνι καὶ τοῖς Πύθωνος ἐπαγγέλμασι πεπιστευκότες, εἶτα Δημοσθένει καὶ τοῖς Δημοσθένους ἐλέγχοις περιπεσόντες. ἀλλ’ ἡμῖν ἀπρόσι τος ἡ δύναμις αὐτῷ τοῦ λόγου.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="33"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>ἐγὼ δὲ ταύτην μὲν δευτέραν ἔταττον ἐν χώρᾳ τιθεὶς ὀργάνου, Δημοσθένην <pb facs="operaexrecogniti03luciuoft_0412"/> δὲ αὐτὸν ὑπερηγάμην τοῦ τε φρονήματος καὶ τῆς συνέσεως, <milestone unit="Reitz_page" n="515"/> ἀκλινῆ τὴν ψυχὴν ἐπ᾿ ὀρθῆς ἐν ἁπάσαις φυλάττοντα τρικυμίαις τῆς τύχης καὶ πρὸς μηδὲν τῶν δεινῶν ἐνδιδόντα. καὶ Φίλιππον δὲ τὴν ἐμὴν γνώμην ἔχοντα περὶ τἀνδρὸς ἠπιστάμην· τούτῳ μέν γε δημηγορίας ἐξαγγελθείσης Ἀθήνηθέν ποτε καθαπτομένης τοῦ Φιλίππου καὶ Παρμενίωνος ἠγανακτηκότος καί τι καὶ σκωπτικὸν εἰς τὸν Δημοσθένην ἐπειπόντος, Ὦ, Παρμενίων, . ἔφη, δίκαιος ὁ Δημοσθένης παρρησίας τυγχάνειν· μόνος γέ τοι τῶν ἐπὶ τῆς Ἑλλάδος δημαγωγῶν οὐδαμοῦ τοῖς ἀπολογισμοῖς ἐγγέγραπται τῶν ἐμῶν ἀναλωμάτων, καίτοι μᾶλλον ἠβουλόμην ἢ γραμματεῦσι καὶ τριταγωνισταῖς ἐμαυτὸν πεπιστευκέναι. νῦν δ’ ἐκείνων μὲν ἕκαστος ἀπογέγραπται χρυσίον ξύλα πόρους θρέμματα γῆν οὐ Βοιωτίας οὐδ’ ἔνθα τι μὴ παρ’ ἐμοῦ λαβόντες. ἡμεῖς δὲ θᾶττον ἂν τῶν Βυζαντίων τὸ τεῖχος ἕλοιμεν μηχαναῖς ἡ Δημοσθένην χρυσίῳ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="34"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>ἐγὼ δέ, ὦ Παρμενίων, ἔφη, εἰ μέν <milestone unit="Reitz_page" n="516"/> τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις λέγων ἐμὲ τῆς πατρίδος προτιμᾷ, τούτοις ἀργύριον μὲν προέμην ἄν, φιλίαν δ’ οὐκ ἄν· εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσπολεμῶ μὲν ὡς ἀκροπόλει καὶ τείχει καὶ νεωρίοις καὶ τάφρῳ, θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω γε τοῦ κτήματος τὴν πόλιν. καὶ τοὺς μὲν ἔξω τῆς χρείας γενόμενος ἥδιστ’ ἂν προσαπολέσαιμι, τὸν δὲ βουλοίμην ἂν ἐνταυθοῖ παρ’ ἡμῖν τυχεῖν γενόμενον μᾶλλον ἢ τὴν Ἰλλυριῶν ἵππον καὶ Τριβαλλῶν καὶ πᾶν τὸ μισθοφορικόν, τῆς ὅπλων βίας τὴν τοῦ λόγου πειθὼ καὶ τὸ τῆς γνώμης ἐμβριθὲς οὐδαμῆ τιθεὶς δεύτερον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="35"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>πρὸς Παρμενίωνα μὲν ταῦτα. τοιούτους δὲ τινας καὶ πρὸς ἐμὲ λύγους ἐποιήσατο· τῶν γὰρ μετὰ Διοπείθους Ἀθήνηθεν ἀπεσταλμένων, ἐγὼ μὲν εἶχον διὰ φροντίδος, ὁ δ’ εὖ μάλα γελάσας ἔφη· Σὺ δ’ ἀστικὸν στρατηγὸν ἢ στρατιώτην δέδοικας <pb facs="operaexrecogniti03luciuoft_0413"/> ἡμῖν; ἁι μὲν τριήρεις καὶ ὁ Πειραιεὺς καὶ τὰ νεώρια λῆρος ἔμοιγε καὶ φλήναφος. τί δ’ ἂν ἄνθρωποι πράξαιεν διονυσιάζοντες, ἐν κρεανομίαις καταζῶντες καὶ χοροῖς; <milestone unit="Reitz_page" n="517"/> εἰ δὲ μὴ Δημοσθένης εἷς ἐν Ἀθηναίοις ἐγένετο, ῥᾷον ἂν εἴχομεν τὴν πόλιν ἢ Θηβαίους καὶ Θετταλοὺς ἀπατῶντες, βιαζόμενοι, φθαάνοντες, ὠνούμενοι· νῦν δὲ εἷς ἐκεῖνος ἐγρήγορε καὶ πᾶσι τοῖς καιροῖς ἐφέστηκε καὶ ταῖς ἡμετέραις ὁρμαῖς ἐπακολουθεῖ καὶ τοῖς στρατηγήμασιν ἀντιπαρατάττεται. λανθάνομεν δὲ αὐτὸν οὐ τεχνάζοντες, οὐκ ἐπιχειροῦντες, οὐ βουλευόμενοι, καθάπαξ κώλυμά τι καὶ πρόβολος ἡμῖν ἄνθρωπός ἐστι, μὴ πάντ’ ἔχειν ἐξ ἐπιδρομῆς. τό γέ τοι κατ’ αὐτὸν οὐκ Ἀμφίπολιν εἵλομεν, οὐκ Ὄλυνθον, οὐ Φωκέας καὶ Πύλας ἔσχομεν, οὐ Χερρονήσου καὶ τῶν περὶ τὸν Ἑλλήσποντον κεκρατήκαμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="36"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>ἀλλ’ ἀνίστησι μὲν ἄκοντας οἷον ἐκ μανδραγόρου καθεύδοντας τοὺς αὑτοῦ πολίτας, ὥσπερ τομῇ τινι καὶ καύσει τῆς ῥᾳθυμίας τῇ παρρησίᾳ χρώμενος, ὀλίγον τοῦ πρὸς ἡδονὴν φροντίσας. μετατίθησι δὲ τῶν χρημάτων τοὺς πόρους ἀπὸ τῶν θεάτρων ἐπὶ τὰ στρατόπεδα, συντίθησι δὲ τὸ ναυτικὸν νόμοις τριηραρχικοῖς ὑπὸ τῆς ἀταξίας μόνον οὐ τελέως διεφθαρμένον, ἐγείρει δ’ ἐρριμμένον <milestone unit="Reitz_page" n="518"/> ἤδη χρόνου πρὸς τὴν δραχμὴν καὶ τὸ τριώβολον τὸ τῆς πόλεως ἀξίωμα, πάλαι τούτους κατακεκλιμένους εἰς τοὺς προγόνους ἐπανάγων καὶ τὸν ζῆλον τῶν Μαραθῶνι καὶ Σαλαμῖνι κατειργασμένων, συνίστησι δ’ ἐπὶ συμμαχίας καὶ συντάξεις Ἑλληνικάς. τοῦτον οὐ λαθεῖν ἐστιν, οὐ φενακίσαι, οὐ πρίασθαι οὐ μᾶλλον ἢ τὸν Ἀριστείδην ἐκεῖνον ὁ Περσῶν βασιλεὺς ἐπρίατο.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="37"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>τοῦτον οὖν, ὦ Ἀντίπατρε, χρὴ δεδιέναι μᾶλλον ἢ πάσας τριήρεις καὶ πάντας ἀποστόλους· ὃ γὰρ Ἀθηναίοις τοῖς πάλαι Θεμιστοκλῆς καὶ Περικλῆς ἐγένετο, τοῦτο τοῖς νῦν ὁ Δημοσθένης, ἐφάμιλλος Θεμιστοκλεῖ μὲν τὴν σύνεσιν, Περικλεῖ <pb facs="operaexrecogniti03luciuoft_0414"/> δὲ τὸ φρόνημα. ἐκτήσατο γοῦν αὐτοῖς ἀκούειν Εὔβοιαν, Μέγαρα, τὰ περὶ τὸν Ἑλλήσποντον, τὴν Βοιωτίαν. καὶ καλῶς γε. ἔφη, ποιοῦσιν ᾿Ἀθηναῖοι Χάρητα μὲν καὶ Διοπείθην καὶ Πρόξενον καὶ τοιούτους τινὰς ἀποδεικνύντες στρατηγεῖν, Δημοσθένην δὲ εἴσω κατέχοντες ἐπὶ τοῦ βήματος. ὡς εἰ τοῦτον τὸν ἄνθρωπον ὅπλων ἀπέφηναν καὶ νεῶν καὶ στρατοπέδων καὶ καιρῶν καὶ χρημάτων κύριον, ὀκνῶ μὴ περὶ τῆς Μακεδονίας ἂν κατέστησέ μοι τὸν λόγον, ὃς καὶ νῦν ἀπὸ ψηφισμάτων ἀνταγωνιζόμενος ἡμῖν πανταχοῦ συμπεριτρέχει, καταλαμβάνει, πόρους εὑρίσκει, δύναμιν συλλέγει, ἐπιμήκεις στόλους <milestone unit="Reitz_page" n="519"/> ἀποπέμπει, συντάττει δυνάμεις, ἀντιμεθίσταται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="38"><sp rend="align(indent); merge"><speaker>Ἀντιπάτηρ</speaker><p>Τοιαῦτα καὶ τότε καὶ πολλάκις πρὸς με Φίλιππος περὶ τἀνδρὸς ἔλεγεν, ἓν τῶν παρὰ τῆς τύχης χρηστῶν τιθέμενος τὸ μὴ στρατηγεῖν τὸν Δημοσθένην, οὗ γε καὶ τοὺς λόγους ὥσπερ κριοὺς ἢ καταπέλτας Ἀθήνηθεν ὁρμωμένους διασείειν αὐτοῦ καὶ ταράττειν τὰ βουλεύματα· περὶ μὲν γὰρ Χαιρωνείας οὐδὲ μετὰ τὴν νίκην ἐπαύετο πρὸς ἡμᾶς λέγων εἰς ὅσον ἄνθρωπος ἡμᾶς κινδύνου κατέστησε. καὶ γὰρ εἰ παρ’ ἐλπίδα καὶ κακία στρατηγῶν καὶ στρατιωτῶν ἀταξίᾳ καὶ τῇ παραδόξῳ ῥοπῇ τῆς τύχης τῇ πολλὰ πολλάκις ἡμῖν συνειργασμένῃ κεκρατήκαμεν, ἀλλ’ ἐπὶ μιᾶς γε ταύτης ἡμέρας τὸν περὶ τῆς ἀρχῆς καὶ τῆς ψυχῆς κίνδυνον ἐπέστησέ μοι, τὰς ἀρίστας πόλεις εἰς ἓν συναγαγὼν καὶ πᾶσαν τὴν Ἑλληνικὴν δύναμιν ἀθροίσας, Ἀθηναίους ἅμα καὶ Θηβαίους Βοιωτούς τε τοὺς ἄλλους καὶ Κορινθίους Εὐβοέας τε καὶ Μεγαρέας καὶ τὰ κράτιστα τῆς Ἑλλάδος διακινδυνεύειν συναναγκάσας καὶ μηδ’ εἴσω μὲ τῆς ᾿Αττικῆς ἐπιτρέψας παρελθεῖν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="39"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>τοιοῦτοί τινες ἦσαν αὐτῷ συνεχεῖς περὶ Δημοσθένους οἱ λόγοι· καὶ πρός γε τοὺς λέγοντας ὡς μέγαν ἔχοι τὸν <milestone unit="Reitz_page" n="520"/> Ἀθηναίων δῆμον ἀνταγωνιστήν, Ἐμοὶ Δημοσθένης μόνος, <pb facs="operaexrecogniti03luciuoft_0415"/> εἶπεν, ἀνταγωνιστής, Ἀθηναῖοι δὲ Δημοσθένην οὐκ ἔχοντες Αἰνιᾶνές εἰσι καὶ Θετταλοί. καὶ πρέσβεις ὁπότε πρὸς τὰς πόλεις πέμποι, τῶν μὲν ἄλλων ῥητόρων εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλλοι, τῇ πρεσβείᾳ ῥᾷστα ἦν κεκρατηκώς, τοῦ Δημοσθένους δ’ ἐπιστάντος, Μάτην, εἶπεν ἄν, ἐπρεσβεύσαμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg003.1st1K-grc1" n="40"><sp rend="merge"><speaker>Ἀντιπάτηρ</speaker><p>οὐ γάρ ἐστι κατὰ τῶν Δημοσθένους λόγων ἐγεῖραι τρόπαιον.</p><p rend="align(indent)">Ταῦτα ὁ Φίλιππος. καὶ μέντοι καὶ πάντως ἔλαττον ἂν ἔχοντες εἰ λάβοιμεν τοιοῦτον ἄνδρα, πρὸς Διός. Ἀρχία, τί ποτε νομίζεις; βοῦν ἂν ἐπὶ σφαγὴν ἤγομεν ἢ πολὺ μᾶλλον ἂν σύμβουλον περὶ τῶν Ἑλληνικῶν πραγμάτῶν καὶ τῆς ἀρχῆς πάσης ἐποιούμεθα; φύσει μὲν γὰρ αὐτῷ καὶ κατ’ ἀρχὰς προσεπεπόνθειν ἐξ αὐτῶν τῶν πολιτευμάτων, ἔτι δὲ μᾶλλον Ἀριστοτέλει μάρτυρι· πρὸς γοῦν τὸν Ἀλέξανδρον καὶ πρὸς ἡμᾶς γε λέγων οὐδὲν ἐπαύετο, τοσούτων ὄντων τῶν αὐτῷ προσπεφοιτηκότων, μηδένα οὕτως πώποτε θαυμάσαι μεγέθους τε φύσεως καὶ τῆς περὶ τὴν ἄσκησιν ἐγκρατείας καὶ βάρους καὶ τάχους καὶ παρρησίας καὶ καρτερίας.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>