<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:7-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:7-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="7"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἀλλ’ ἅ γε μὴν ἐν τῷ μεταξὺ παράπλῳ σπουδῆς ἢ παιδιᾶς ἐχόμενα συνηνέχθη, καιρὸς οὐ πάνυ μηκύνειν. <milestone unit="Reitz_page" n="405"/> ὡς δὲ τῆς Κιλικίας τὴν ἔφαλον ἀμείψαντες εἰχόμεθα τοῦ Παμφυλίου κόλπου, Χελιδονέας ὑπερθέοντες οὐκ ἀμοχθεὶ τοὺς εὐτυχεῖς τῆς παλαιᾶς Ἑλλάδος ὅρους, ἑκάστῃ τῶν Λυκιακῶν πόλεων ἐπεξενούμεθα μύθοις τὰ πολλὰ χαίροντες· οὐδὲν γὰρ ἐν αὐταῖς σαφὲς εὐδαιμονίας ὁρᾶται λείψανον· ἄχρι τῆς Ἡλιάδος ἁψάμενοι Ῥόδου τὸ συνεχὲς τοὺ μεταξὺ πλοὺ διαναπαῦσαι πρὸς ὀλίγον ἐκρίναμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="8"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>οἱ μὲν οὖν ἐρέται τὸ σκάφος ἔξαλον ἐς γῆν ἀνασπάσαντες <pb facs="operaexrecogniti02luciuoft_0232"/> ἐγγὺς ἐσκήνωσαν, ἐγὼ δ’ εὐτρεπισμένου μοι ξενῶνος ἀπαντιkρὺ τοῦ Διονυσίου κατὰ σχολὴν ἐβάδιζον ὑπερφυοῦς ἀπολαύσεως ἐμπιπλάμενος· ἔστι γὰρ ὄντως ἡ πόλις Ἡλίου πρέπον ἔχουσα τῷ θεῷ τὸ κάλλος. ἐκπεριιὼν δὲ τὰς ἐν τῷ Διονυσίῳ στοὰς ἑκάστην γραφὴν κατώπτευον ἅμα τῷ τέρποντι τῆς ὄψεως ἡρωϊκοὺς μύθους ἀνανεού μενος· εὐθὺ γάρ μοι δύο ἢ καὶ τρεῖς προσερρύησαν ὀλίγου διαφόρου πᾶσαν ἱστορίαν ἀφηγούμενοι· τὰ δὲ πολλὰ <milestone unit="Reitz_page" n="406"/> καὶ αὐτὸς εἰκασίᾳ προὐλάμβανον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="9"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἤδη δὲ τῆς θέας ἅλις ἔχοντι καὶ διανοουμένῳ μοι βαδίζειν οἴκαδε τὸ ἥδιστον ἐπὶ ξένης ἀπήντησέ μοι κέρδος, ἄνδρες ἐκ παλαιοῦ χρόνου συνήθεις, οὖς οὐδ’ αὐτὸς ἀγνοεῖν μοι δοκεῖς πολλάκις ἡμῖν ἰδὼν ἐπιφοιτῶντας ἐνταῦθα, τὸν ἐκ Κορίνθου Χαρικλέα νεανίαν οὐκ ἄμορφον, ἔχοντά τι καὶ κομμωτικῆς ἀσκήσεως ἅτε οἶμαι γυναίοις ἐνωραϊζόμενον· ἅμα δ’ αὐτῷ καὶ Καλλικρατίδαν τὸν Ἀθηναῖον τὸν τρόπον ἁπλοϊκόν· προηγουμένως γὰρ πολιτικῶν λόγων προΐστατο καὶ ταυτησὶ τῆς ἀγοραίου ῥητορικῆς. ἦν δὲ καὶ τῷ σώματι γυμναστικός, οὐ δι᾿ ἄλλο τί μοι δοκεῖν τὰς παλαίστρας ἀγαπῶν ἢ διὰ τοὺς παιδικοὺς ἔρωτας· ὅλος γὰρ εἰς τοῦτο ἐπτόητο· τῷ δὲ πρὸς τὸ θῆλυ μίσει πολλὰ καὶ Προμηθεῖ κατηρᾶτο. πόρρωθεν οὖν ἰδὼν ἑκάτερός με γήθους καὶ χαρᾶς πλέοι προσέδραμον· εἶθ’ ὁποῖα φιλεῖ, δεξιωσάμενοι πρὸς αὐτὸν ἐλθεῖν ἑκάτερος ἠξίουν με. κἀγὼ φιλονεικοῦντας ὁρῶν περαιτέρω, Τὸ μὲν τήμερον, εἶπον, ὦ Καλλικρατίδα καὶ Χαρίκλεις, ἄμφω καλῶς ἔχον ἐστὶν ὑμᾶς παρ’ ἐμοὶ φοιτᾶν, ἵνα μὴ πλείω τὴν ἔριν ἐγείρητε· ταῖς δὲ ἐφεξῆς ἡμέραις — τρεῖς γὰρ ἐνταῦθα ἢ τέτταρας <milestone unit="Reitz_page" n="407"/> διέγνωκα μένειν — ἀμοιβαίως ἀνθεστιάσετέ με, κλήρῳ διακριθεὶς ὁ πρότερος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="10"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>δοκεῖ ταῦτα. κἀκείνην μὲν τὴν ἡμέραν εἱστιάρχουν ἐγώ, τῇ δ’ ἐπιούσῃ Καλλικρατίδας, εἶτα μετ’ αὐτὸν ὁ Χαρικλῆς. ἑώρων δὴ καὶ παρὰ τὴν <pb facs="operaexrecogniti02luciuoft_0233"/> ἑστίασιν ἐναργῆ τῆς ἑκατέρου διαθέσεως τεκμήρια· ὁ μὲν γὰρ Ἀθηναῖος εὐμόρφοις παισὶν ἐξήσκητο, καὶ πᾶς οἰκέτης αὐτῷ σχεδὸν ἀγένειος ἦν μέχρι τοῦ πρῶτον ὑπογραφέντος αὐτοῖς χνοῦ παραμένοντες, ἐπειδὰν δὲ ἰούλοις αἱ παρειαὶ πυκασθῶσιν, οἰκονόμοι καὶ τῶν Ἀθήνησι χωρίων κηδεμόνες ἀπεστέλλοντο. Χαρικλεῖ γε μὴν πολὺς ὀρχηστρίδων καὶ μουσουργῶν χορὸς εἵπετο καὶ πᾶν τὸ δωμάτιον ὡς ἐν Θεσμοφορίοις γυναικῶν μεστὸν ἦν ἀνδρὸς οὐδ’ ἀκαρὴ παρόντος. εἰ μή τί που νήπιον ἢ γέρων ὑπερῆλιξ ὀψοποιὸς ὀφθείη, τοῦ χρόνου ξηλοτυπίας ὑποψίαν οὐκ ἔχοντος. ἦν μὲν οὖν, ὡς ἔφην, καὶ ταῦθ’ ἱχανὰ τῆς ἀμφοτέρων γνώμης δείγματα. πολλάκις γε μὴν ἁψιμαχίαι τινὲς ἐπ᾿ ὀλίγον αὐτοῖς ἐκινήθησαν, οὐχ ὡς πέρας <milestone unit="Reitz_page" n="408"/> ἔχειν τι τὴν ζήτησιν. ἀλλ’ ἐπεὶ καιρὸς ἦν ἀνάγεσθαι, σύμπλους ἐθελήσαντας αὐτοὺς ἐπηγόμην· διενοοῦντο γὰρ εἰς τὴν Ἰταλίαν ἀπαίρειν ὁμοίως ἐμοί.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="11"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καὶ δόξαν ἡμῖν Κνίδῳ προσορμίσαι κατὰ θέαν τοῦ Ἀφροδίτης ἱεροῦ — ὑμνεῖται δὲ τούτου τὸ τῆς Πραξιτέλους εὐχερείας ὄντως ἐπαφρόδιτον — ἠρέμα τῂ γῂ προσηνέχθημεν αὐτῆς οἶμαι τῆς θεοῦ λιπαρᾷ γαλήνῃ πομποστολούσης τὸ σκαφος. τοῖς μὲν οὖν ἄλλοις ἔμελον αἱ συνήθεις παρασκευαί, ἐγὼ δὲ τὸ ἐρωτικὸν ζεῦγος ἑκατέρωθεν ἐξαψάμενος κύκλῳ περιῄειν τὴν Κνίδον οὐκ ἀγελαστὶ τῆς κεραμευτικῆς ἀκολασίας μετέχων ὡς ἐν Ἀφροδίτης πόλει. στοὰς δὲ Σωστράτου καὶ τἆλλα ὅσα τέρπειν ἡμᾶς ἐδύνατο, πρῶτον ἐκπεριελθόντες ἐπὶ τὸν νεὼν τῆς Ἀφροδίτης βαδίζομεν. <milestone unit="Reitz_page" n="409"/> νὼ μέν, ἐγώ τε καὶ Χαρικλῆς. πάνυ προθύμως, Καλλικρατίδας δ’ ὡς ἐπὶ θέαν θήλειαν ἄκων, ἥδιον ἂν οἶμαι τῆς Ἀφροδίτης τῆς Κνιδίας τὸν ἐν Θεσπιαῖς ἀντικαταλλαξάμενος Ἔρωτα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="12"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καί πὼς εὐθὺς ἡμῖν ἀπ’ αὐτοῦ τοῦ τεμένους Ἀφροδίσιοι προσέπνευσαν αὖραι· τὸ γὰρ αἴθριον οὐκ εἰς ἔδαφος ἄγονον μάλιστα λίθων πλαξὶ <pb facs="operaexrecogniti02luciuoft_0234"/> λείαις ἐστρωμένον, ἀλλ’ ὡς ἐν Ἀφροδίτης ἅπαν ἦν γόνιμον ἡμέρων καρπῶν, ἃ ταῖς κόμαις εὐθαλέσιν ἄχρι πόρρω βρύοντα τὸν πέριξ ἀέρα συνωρόφουν. περιττόν γὲ μὴν ἡ πυκνόκαρπος ἐτεθήλει μυρρίνη παρὰ τὴν δέσποιναν αὐτῆς δαψιλὴς πεφυκυῖα τῶν τε λοιπῶν δένδρων ἕκαστον, ὅσα κάλλους μετείληχεν· οὐδ’ αὐτὰ γέροντος ἤδη χρόνου πολιὰ καθαύαινεν, ἀλλ’ ὑπ’ ἀκμῆς σφριγῶντα νέοις κλωσὶν ἦν ὥρια. τούτοις δ’ ἀνεμέμικτο καὶ τὰ καρπῶν μὲν ἄλλως ἄγονα. τὴν δ’ εὐμορφίαν ἔχοντα <milestone unit="Reitz_page" n="410"/> καρπόν, κυπαρίττων γε καὶ πλατανίστων αἰθέρια μήκη καὶ σὺν αὐταῖς αὐτόμολος Ἀφροδίτης ἡ τῆς θεοῦ πάλαι φυγὰς Δάφνη. παντί γε μὴν δένδρῳ περιπλέγδην ὁ φίλερως προσείρπυζε κιττός. ἀμφιλαφεῖς ἄμπελοι πυκνοῖς κατήρτηντο βότρυσιν· τερπνοτέρα γὰρ Ἀφροδίτη μετὰ Διονύσου καὶ τὸ παρ’ ἀμφοῖν ἡδὺ σύγκρατον, εἰ δ’ ἀποζευχθεῖεν ἀλλήλων, ἧττον εὐφραίνουσιν. ἦν δ’ ὑπὸ ταῖς ἄγαν παλινσκίοις ὕλαις ἱλαραὶ κλισίαι τοῖς ἐνεστιᾶσθαι θέλουσιν, εἰς ἃ τῶν μὲν ἀστικῶν σπανίως ἐπεφοίτων τινές, ἀθρόος δ’ ὁ πολιτικὸς ὄχλος ἐπανηγύριζεν ὄντως ἀφροδισιάζοντες.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>