<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:49-54</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:49-54</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="49"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>δεῖ δὲ τῶν νέων ἐρᾶν ὡς Ἀλχιβιάδου Σωκράτης. ὃς ὑπὸ μιᾷ χλαμύδι πατρὸς ὕπνους ἐκοιμήθη. καὶ ἔγωγε τὸ Καλλιμάχειον ἐπὶ τέλει τῶν λόγων ἥδιστα προσθείην ἂν ἅπασι κήρυγμα· <quote rend="blcokquote"><l>Αἴθε γάρ, ὦ κούροισιν ἐπ᾿ ὄμματα λίχνα φέροντες,</l><l>Ἐρχίος ὡς ὑμῖν ὥρισε παιδοφιλεῖν,</l><l>ὧδε νέων ἐράοιτε, πόλιν κ᾿ εὔανδρον ἔχοιτε.</l></quote> ταῦτ’ εἰδότες, ὦ νεανίαι, σωφρόνως παισὶν ἀγαθοῖς πρόσιτε μηδὲ ὀλίγης τέρψεως εἵνεκεν τὴν μακρὰν ἐκχέοντες <pb facs="operaexrecogniti02luciuoft_0258"/> εὔνοιαν ἄχρι τῆς ἀκμῆς πλαστὰ τὰ τοῦ φιλεῖν πάθη προβάλλεσθε, τὸν δ’ οὐράνιον Ἔρωτα προσκυνοῦντες εἰς γῆρας ἀπὸ παίδων βέβαια τηρεῖτε τὰ πάθη· τοῖς γὰρ οὕτω φιλοῦσιν ἥδιστος μὲν ὁ τοῦ ζῆν χρόνος οὐδεμιᾶς ἀπρεποῦς <milestone unit="Reitz_page" n="453"/> συνειδήσεως παροικούσης, ἀοίδιμοι δὲ μετὰ θάνατον εἰς πάντας ἐκφοιτῶσι κλῃδόνες. εἰ δὲ δεῖ φιλοσόφων παισὶ πιστεύειν, αἰθὴρ μετὰ γὴν ἐκδέχεται τοὺς ταῦτα ζηλοῦντας· εἰς δὲ ἀμείνονα βίον ἀποθανόντες ἔχουσι τῆς ἀρετῆς γέρας τὸ ἄφθαρτον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="50"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Τοιαῦτα τοῦ Καλλικρατίδου σφόδρα νεανικῶς σεμνολογησαμένου Χαρικλέα μὲν ἐκ δευτέρου λέγειν πειρώμενον ἐπέσχον· ὥρα γὰρ ἦν ἐπὶ ναῦν κατιέναι. δεομένων δ’ ὅ τι φρονοίην ἀποφήνασθαι, δι’ ὀλίγου τοὺς ἑκατέρου λόγους ἀφριθμησάμενος, Οὐκ ἐξ ὑπογύου, φημί, καὶ παρημελημένως ὑμῖν, ὦ ἑταῖροι, τὰ τῶν λόγων ἔοικεν ἀπεσχεδιάσθαι, διηνεκοῦς δὲ καὶ νὴ Δί’ ἐρρωμένης φροντίδος ἐναργῆ ταῦτ’ ἐστὶν ἴχνη· σχεδὸν γὰρ οὐδέν ἐστιν ὅ τι τῶν λεκτέων εἰπεῖν ἑτέρῳ δύνασθαι παρήκατε. καὶ πολλὴ μὲν ἡ τῶν πραγμάτων ἐμπειρία, πλείων δ’ ἡ τῶν λόγων δεινότης, ὥστ’ ἔγωγε ἂν εὐξαίμην, εἴπερ ἦν ἐν δυνατῷ, γενέσθαι Θηραμένης ἐκεῖνος ὁ Κόθορνος, ἵν’ <milestone unit="Reitz_page" n="454"/> ἄμφω νενικηκότες ἐξ ἴσου βαδίζοιτε. πλὴν ἐπειδήπερ ἀνήσειν οὐκ ἐοίκατε καὶ αὐτὸς ἐν τῷ μεταξὺ πλῷ περὶ τῶν αὐτῶν οὐ κέκρικα διοχλεῖσθαι, τὸ μάλιστα παραστὰν εἶναί μοι δίκαιον ἀποφανοῦμαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="51"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>γάμοι μὲν ἀνθρώποις βιωφελὲς πρᾶγμα καὶ μακάριον, ὁπόταν εὐτυχῶνται. παιδικοὺς δ’ ἔρωτας, ὅσοι φιλίας ἁγνὰ δίκαια προμνῶνται, μόνης φιλοσοφίας ἔργον ἡγοῦμαι. διὸ δὴ γαμητέον μὲν ἅπασι, παιδεραστεῖν δὲ ἐφείσθω μόνοις τοῖς σοφοῖς· ἥκιστα γὰρ ἐν γυναιξὶν ὁλόκληρος ἀρετὴ φύεται. καὶ σὺ δ’, ὦ Χαρίκλεις, μηδὲν ἀχθεσθῇς, εἰ ταῖς Ἀθήναις ἡ Κόρινθος εἴξει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="52"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>κἀγὼ μὲν ὑπ’ αἰδοῦς συντόμῳ λόγῳ τὴν <pb facs="operaexrecogniti02luciuoft_0259"/> κρίσιν ἐπισπεύσας ἐξανέστην· ἑώρων γὰρ ὑπερκατηφῆ τὸν Χαρικλέα παρὰ μικρὸν ὡς θανάτου κατάκριτον ὁ δ’ Ἀθηναῖος ἱλαρῷ τῷ προσώπῳ φαιδρὸς ἀναπηδήσας προῄει σφόδρα σοβαρῶς· εἴκασεν ἄν τις αὐτὸν ἐν Σαλαμῖνι Πέρσας κατανεναυμαχηκέναι. καὶ τοῦτό γε τῆς κρίσεως ἀπωνάμην, λαμπρότερον ἡμᾶς ἑστιάσαντος αὐτοῦ <milestone unit="Reitz_page" n="455"/> τἀπινίκια· καὶ γὰρ ἦν ἄλλως τὸν βίον μεγαλοφρονέστερος. ἡσυχῇ δὲ καὶ τὸν Χαρικλέα παρηγορησάμην ἐπὶ τῇ δεινότητι τῶν λόγων συνεχὲς ὑπερθαυμάζων, ὅτι δυσχερεστέρῳ μέρει δυνατῶς συνηγόρησεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="53"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἀλλ’ ἡ μὲν ἐν Κνίδῳ διατριβὴ καὶ τὰ παρὰ τῇ θεῶ λαληθέντα σπουδὴν ἱλαρὰν ἅμα καὶ παιδιὰν εὔμουσον ἐσχηκότα τῇδέ πη διεκρίθη. σὺ δέ, ὦ Θεόμνηστε, ὁ τὴν ἕωλον ἡμῶν ἐκκαλεσάμενος μνήμην, εἰ δικαστὴς τότ᾿ ἦσθα, πῶς ἂν ἀπεφήνω; </p></sp><sp rend="align(indent)"><speaker>Θεόμνηστος</speaker><p>Μελητίδην ἡ Κόροιβον οἴει με πρὸς θεῶν, ἵνα τοῖς ὑπὸ σοῦ δικαίως κριθεῖσιν ἐναντίαν φέρω ψῆφον; ὃς ὑπ’ ἄκρας ἡδονῆς τῶν λεγομένων ἐν Κνίδῳ διατρίβειν ᾠόμην ὀλίγου τὸ βραχὺ τοῦτο δωμάτιον αὐτὸν ἡγούμενος εἶναι τὸν νεὼν ἐκεῖνον. ὅμως δ’ οὖν —γὰρ οὐδὲν ἀπρεπὲς ἐν ἑορτῇ λέγεσθαι, πᾶς δὲ γέλως, κἂν περίεργος ᾖ, πανηγυρίζειν δοκεῖ — τοὺς ἄγαν ὑπὸ τοῦ παι<milestone unit="Reitz_page" n="456"/> δεραστεῖν κατωφρυωμένους λόγους ἐθαύμαζον μὲν ἐπὶ τῇ σεμνότητι, πλὴν οὐ πάνυ θυμῆρες ὠόμην, ἐφήβῳ παιδὶ συνδιημερεύοντα Τανταλείους δίκας ὑποφέρειν, καὶ τοῖς ὄμμασι τοῦ κάλλους μονονουχὶ προσκλύζοντος, ἐξὸν ἀρύσασθαι, διψὴν ὑπομένειν· οὐ γὰρ ἀπόχρη τὸ θεωρεῖν ἐρώμενον οὐδ’ ἀπαντικρὺ καθημένου καὶ λαλοῦντος ἀκούειν, ἀλλ’ ὥσπερ ἡδονῆς κλίμακα συμπηξάμενος ἔρως πρῶτον ἔχει βαθμὸν ὄψεως, ἵνα ἴδῃ, χἂν θεάσηται, ποθεῖ προσάγων ἐφάψασθαι· δι’ ἄκρων γοῦν δακτύλων κἂν μόνον θίγῃ, τὰ τῆς ἀπολαύσεως εἰς ἅπαν <pb facs="operaexrecogniti02luciuoft_0260"/> διαθεῖ τὸ σῶμα. τυχὼν δ’ εὐμαρῶς τούτου τρίτην πεῖραν ἐπάγει φιλήματος, οὐκ εὐθὺς περίεργον, ἀλλ’ ἠρέμα χείλη προσεγγίσας χείλεσιν, ἃ πρὶν ἢ ψαῦσαι τελείως, ἀπέστη, μηδὲν ὑπονοίας ἴχνος καταλιπών· εἶτα πρὸς τὸ παρεῖκον ἁρμοζόμενος ἀεὶ λιπαρεστέροις μὲν ἀσπάσμασιν ἐντέτηκεν, ἔσθ’ ὅτε καὶ διαστέλλων ἡσυχῇ τὸ στόμα, τῶν δὲ χειρῶν οὐδεμίαν παρίησιν ἀργήν· αἱ γὰρ φανεραὶ μετὰ τῶν ἐσθήτων περιπλοκαὶ τὴν ἡδονὴν συνάπτουσιν, ἢ λάθριος ὑγρῶς ἡ δεξιὰ κατὰ κόλπου δῦσα μαστοὺς βραχὺ τὴν φύσιν ὑπεροιδῶντας πιέζει, καὶ σφριγώσης <milestone unit="Reitz_page" n="457"/> γαστρὸς ἀμφιλαφὲς τοῖς δακτύλοις ἐπιδράττεται ὁμαλῶς, μετὰ τοῦτο καὶ πρωτόχνουν ἄνθος ἥβης. καὶ <quote rend="blockquote">τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ;</quote> τοσαύτης τυχὼν ἐξουσίας ὁ ἔρως θερμοτέρου τινὸς ἅπτεται πράγματος· εἶτ’ ἀπὸ μηρῶν προοιμιασάμενος κατὰ τὸν κωμικὸν αὐτὸ ἐπάταξεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="54"><sp rend="merge"><speaker>Θεόμνηστος</speaker><p>ἐμοὶ μὲν οὕτω παιδεραστεῖν γένοιτο· μετεωρολέσχαι δὲ καὶ ὅσοι τὴν φιλοσοφίας ὀφρὺν ὑπὲρ αὐτοὺς τοὺς κροτάφους ὑπερήρκασι, σεμνῶν ὀνομάτων κομψεύμασι τοὺς ἀμαθεῖς ποιμαινέτωσαν· ἐρωτικὸς γὰρ ἦν, εἴπερ τις, καὶ ὁ Σωκράτης. καὶ ὑπὸ μίαν Ἀλκιβιάδης αὐτῷ χλανίδα κλιθεὶς οὐκ ἀπλὴξ ἀνέστη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Πάτροκλος ὑπ’ Ἀχιλλέως ἠγαπᾶτο μέχρι τοῦ καταντικρὺ καθέζεσθαι <quote rend="blockquote">δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων,</quote> ἀλλ’ ἦν καὶ τῆς ἐκείνων φιλίας μεσῖτις ηδονή· στένων γοῦν Ἀχιλλεὺς τὸν Πατρόκλου θάνατον ἀταμιεύτῳ πάθει πρὸς τὴν ἀλήθειαν ἀπερράγη, <quote rend="blockquote"><l>μηρῶν τε τῶν σῶν εὐσέβησ’ ὁμιλίαν</l><l>κλαίων.</l></quote> τούς γε μὴν ὀνομαζομένους παρ’ Ἕλλησι κωμαστὰς οὐδὲν <milestone unit="Reitz_page" n="458"/> ἀλλ’ ἢ δήλους ἐραστὰς νομίζω. τάχα φήσει τις αἰσχρὰ <pb facs="operaexrecogniti02luciuoft_0261"/> ταῦτ’ εἶναι λέγεσθαι, πλὴν ἀληθῇ γε νὴ τὴν Κνιδίαν Ἀφροδίτην.</p></sp><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p>Οὐκ ἀνέξομαί σου, φίλε Θεόμνηστε, ἄλλην ἀρχὴν καταβαλλομένου τρίτων λόγων, ἧς ἀκούειν ἐν ἑορτῇ μόνον εἰκός ἐστι, τἄλλα δὲ τῶν ἐμῶν ὤτων πόρρω ἀποικιεῖν. ἀφέμενοι δὲ τοῦ παρέλκειν πλείω χρόνον εἰς ἀγορὰν ἐξίωμεν· ἤδη γὰρ εἰκός ἐστιν ὑφάπτεσθαι τῷ θεῷ τὴν πυράν. ἔστι δ’ οὐκ ἀτερπὴς ἡ θέα τῶν ἐν Οἴτῃ παθῶν ὑπομιμνήσκουσα τοὺς παρόντας. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>