<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:41-54</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:41-54</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="41"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καὶ μετὰ τοῦτο ἀνθοβαφῆ πέδιλα τῆς σαρκὸς ἐνδοτέρω τοὺς πόδας ἐπισφίγγοντα καὶ λεπτοϋφὴς ἐς πρόφασιν ἐσθὴς ὑπὲρ τοῦ δοκεῖν μὴ γεγυμνῶσθαι. πάντα δὲ τὰ ἐντὸς αὐτῆς γνωριμώτερα <pb facs="operaexrecogniti02luciuoft_0253"/> <milestone unit="Reitz_page" n="442"/> τοῦ προσώπου χωρὶς τῶν ἀμόρφως προπεπτωκότων μαζῶν, οὓς ἀεὶ περιφέρουσι δεσμώτας. τί δεῖ τὰ τούτων πλουσιώτερα κακὰ διεξιέναι; λίθους Ἐρυθραίους κατὰ τῶν λοβῶν πολυτάλαντον ἠρτημένους βρῖθος ἢ τοὺς περὶ καρποῖς καὶ βραχίοσι δράκοντας, ὡς ὤφελον ὄντως ἀντὶ χρυσίου δράκοντες εἶναι· καὶ στεφάνη μὲν ἐν κύκλῳ τὴν κεφαλὴν περιθεῖ λίθοις Ἰνδικαῖς διάστερος, πολυτελεῖς δὲ τῶν αὐχένων ὅρμοι καθεῖνται, καὶ ἄχρι τῶν ποδῶν ἐσχάτων καταβέβηκεν ὁ ἄθλιος χρυσὸς ἅπαν, εἴ τι τοῦ σφυροῦ γυμνοῦται, περισφίγγων. ἄξιον δ’ ἦν σιδήρῳ <milestone unit="Reitz_page" n="443"/> τὰ περίσφυρα σκέλη πεπεδῆσθαι. κἀπειδὰν αὐτῶν ὅλον τὸ σῶμα νόθης εὐμορφίας ἐξαπατῶντι κάλλει διαμαγευθῇ, τὰς ἀναισχύντους παρειὰς ἐρυθαίνουσιν ἐπιχρίστοις φύκεσιν, ἵνα τὴν ὑπέρλευκον αὐτῶν καὶ πίονα χροιὰν τὸ πορφυροῦν ἄνθος ἐπιφοινίξῃ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="42"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τίς οὖν ὁ μετὰ τὴν τοσαύτην παρασκευὴν βίος; εὐθὺς ἀπὸ τῆς οἰκίας ἔξοδοι, καὶ πᾶς θεὸς ἐπιτρίβων τοὺς γεγαμηκότας, ὧν ἐνίων οἱ κακοδαίμονες ἄνδρες οὐδὲ αὐτὰ ἴσασι τὰ ὀνόματα, Κωλιάδας, εἰ τύχοι, καὶ Γενετυλλίδας ἢ τὴν <milestone unit="Reitz_page" n="444"/> Φρυγίαν δαίμονα καὶ τὸν δυσέρωτα κῶμον ἐπὶ τῷ ποιμένι. τελεταὶ δὲ ἀπόρρητοι καὶ χωρὶς ἀνδρῶν ὕποπτα μυστήρια καὶ — τί γὰρ δεῖ περιπλέχειν; — ψυχῆς. διαφθορὰ ἐπειδὰν δὲ τούτων ἀπαλλαγῶσιν, οἴκοι εὐθὺς τὰ μακρὰ λουτρά, καὶ πολυτελὴς μὲν νὴ Δία τράπεζα, πολὺς δὲ ὁ μετὰ τῶν ἀνδρῶν ἀκκισμός. ἐπειδὰν γὰρ ὑπέρπλεω γένωνται ταῖς παρ’ αὐταῖς γαστριμαργίαις, οὐκέτ’ οὐδὲ τοῦ φάρυγγος αὐταῖς παραδέχεσθαι δυναμένου τι <milestone unit="Reitz_page" n="445"/> σιτίον, ἄκροις δακτύλοις ἐπιγράφουσαι τῶν παρακειμένων ἕκαστον ἀπογεύονται νύκτας ἐπὶ τούτοις διηγούμεναι καὶ τοὺς ἑτερόχρωτας ὕπνους καὶ θηλύτητος εὐνὴν γέμουσαν, ἀφ’ ἧς ἀναστὰς ἕκαστος εὐθὺ λουτροῦ χρεῖός ἐστιν. </p></sp></div><pb facs="operaexrecogniti02luciuoft_0254"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="43"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Ταυτὶ μὲν οὖν εὐσταθοῦς βίου τεκμήρια· τῶν δὲ πικροτέρων εἴ τις ἐθελήσειε τὸ ἀληθὲς κατὰ μέρος ἐξετάζειν, ὄντως καταράσεται Προμηθεῖ τὴν Μενάνδρειον ἐκείνην ἀπορρήξας φωνήν· 
    <quote rend="blockquote"><l>Εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον</l><l>γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις;</l><milestone unit="Reitz_page" n="446"/><l>καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν</l><l>ἀγαθόν. ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεοῦς,</l><l>γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί,</l><l>ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ;</l><l>λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί,</l><l>γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν</l><l>καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος</l><l>φθόνος, μεθ’ οὗ ξῇ πάντα τὸν βίον γυνή.</l></quote> τίς ταῦτα τὰ ἀγαθὰ διώκει; τίνι βίος ὁ δυστυχὴς οὗτος θυμήρης;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="44"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἄξιον τοίνυν ἀντιθεῖναι τοῖς θήλεσι κακοῖς τὴν ἄρρενα τῶν παίδων ἀγωγήν. ὄρθριος ἀναστὰς ἐκ τῆς ἀζύγου κοίτης τὸν ἐπὶ τῶν ὀμμάτων ἔτι λοιπὸν ὕπνον <milestone unit="Reitz_page" n="447"/> ἀπονιψάμενος ὕδατι λιτῷ καὶ τὴν ἱερὰν χλαμύδα ταῖς ἐπωμίοις περόναις συρράψας ἀπὸ τῆς πατρῴας ἑστίας ἐξέρχεται κάτω κεκυφὼς καὶ μηδένα τῶν ἀπαντώντων ἐξ ἐναντίου προσβλέπων· ἀκόλουθοι δὲ καὶ παιδαγωγοὶ χορὸς αὐτῷ κόσμιος ἕπονται τὰ σεμνὰ τῆς ἀρετῆς ἐν χερσὶν ὄργανα κρατοῦντες, οὐ πριστοῦ κτενὸς ἐντομὰς κόμην καταψήχειν δυναμένας οὐδὲ ἔσοπτρα τῶν ἀντιμόρφων χαρακτήρων ἀγράφους εἰκόνας, ἀλλ’ ἢ πολύπτυχοι δέλτοι κατόπιν ἀκολουθοῦσιν ἢ παλαιῶν ἔργων ἀρετὰς φυλάττουσαι βίβλοι, κἂν εἰς μουσικοῦ δέῃ φοιτᾶν, εὐμελὴς λύρα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="45"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>πᾶσι δὲ τοῖς φιλοσόφοις ψυχῆς μαθήμασι <milestone unit="Reitz_page" n="448"/> λιπαρῶς ἐναθλήσας, ἐπειδὰν ἡ διάνοια τῶν ἐγκυκλίων ἀγαθῶν κορεσθῇ, τὸ σῶμα ταῖς ἐλευθερίοις ἀσκήσεσιν ἐκπονεῖ· Θεσσαλοὶ γὰρ ἵπποι μέλουσιν αὐτῷ· καὶ <pb facs="operaexrecogniti02luciuoft_0255"/> βραχὺ τὴν νεότητα πωλοδαμνήσας ἐν εἰρήνῃ μελετᾷ τὰ πολεμικὰ ἄκοντας ἀφιεὶς καὶ βέλη δι᾿ εὐστόχου δεξιᾶς ἀποπάλλων. εἶθ’ αἱ λιπαραὶ παλαῖστραι, καὶ πρὸς ἡλίου μεσημβρινὸν θάλπος ἐγκονίεται τὸ σῶμα πυκνούμενον, οἵ τε τῶν ἐναγωνίων πόνων ἀποσταλάζοντες ἱδρῶτες, μεθ’ οὓς λουτρὰ σύντομα καὶ τράπεζα τῇ μετὰ μικρὸν ἐπινήφουσα πράξει· πάλιν γὰρ αὐτῷ διδάσκαλοι καὶ παλαιῶν ἔργων αἰνιττόμεναι καὶ ἐπιμελούμεναι μνῆμαι, τίς ἀνδρεῖος ἥρως ἢ τίς ἐπὶ φρονήσει μαρτυρούμενος ἢ οἷοι δικαιοσύνην καὶ σωφροσύνην ἠσπάσαντο. τοιαύταις ἀρεταῖς ἁπαλὴν ἔτι τὴν ψυχὴν ἐπάρδων, ὅταν ἑσπέρα τὴν πρᾶξιν ὁρίσῃ, τῇ γαστρὸς ἀνάγκῃ τὸν ὀφειλόμενον δασμὸν ἐπιμετρήσας ἡδίους ὕπνους καθεύδει τοῖς μεθ’ ἡμέραν καμάτοις ἐπηρεμῶν ἐπίφθονον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="46"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τίς οὐκ ἂν ἐραστὴς ἐφήβου γένοιτο τοιούτου; τίνι δ’ οὕτω τυφλαὶ μὲν αἱ τῶν ὀμμάτων βολαί, πηροὶ δὲ οἱ τῆς διανοίας λογισμοί; πῶς δ’ οὐκ ἂν ἀγαπήσαι τὸν ἐν παλαίστραις μὲν Ἑρμῆν, <milestone unit="Reitz_page" n="449"/> Ἀπόλλωνα δὲ ἐν λύραις, ἱππαστὴν δὲ ὡς Κάστορα, θείας δὲ ἀρετὰς διὰ θνητοῦ διώκοντα σώματος; ἀλλ’ ἐμοὶ μέν, δαίμονες οὐράνιοι, βίος εἴη διηνεκὴς οὗτος, ἀπαντικρυ τοῦ φίλου καθέζεσθαι καὶ πλησίον ἡδὺ λαλοῦντος ἀκούειν, ἐξιόντι δὲ αὐτῷ συνεξιέναι καὶ παντὸς ἔργου κοινῶνίαν ἔχειν. εὔξαιτο μὲν οὖν ἐρῶν τις δι᾿ ἀπταίστου καὶ ἀκλινοῦς βίου τὸν στεργόμενον ἀλύπως εἰς γῆρας ὁδεῦσαι μηδεμιᾶς τύχης πειράσαντα βάσκανον ἐπήρειαν. εἰ δὲ καί, οἷος ἀνθρωπίνης φύσεως νόμος, νόσος ἐπιψαύσειεν αὐτοῦ. κάμνοντι συννοσήσω καὶ διὰ χειμερίου θαλάττης ἀναγομένῳ συμπλεύσομαι· κἂν τυραννικὴ βία δεσμὰ περιάψῃ, τὸν ἴσον ἐμαυτῷ περιθήσω σίδηρον· ἐχθρὸς ἅπας ὁ μισῶν ἐκεῖνον ἐμὸς ἔσται, καὶ φιλήσω τοὺς πρὸς αὐτὸν εὐνοϊκῶς ἔχοντας· εἰ δὲ λῃστὰς ἢ πολεμίους θεασαίμην ἐπ᾿ αὐτὸν ὁρμῶντας, ὁπλισαίμην καὶ παρὰ <pb facs="operaexrecogniti02luciuoft_0256"/> δύναμιν· κἂν ἀποθάνῃ, ξῆν οὐκ ἀνέξομαι· τελευταίας δὲ ἐντολὰς τοῖς μετ’ ἐκεῖνον ὑπ’ ἐμοῦ στεργομένοις ἐπιθήσομαι κοινὸν ἀμφοτέροις ἐπιχῶσαι τάφον, ὀστέοις δὲ ἀναμίξαντας ὀστέα μηδὲ τὴν κωφὴν κόνιν ἀπ᾿ ἀλλήλων διακρῖναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="47"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ταῦτα δ’ οὐ πρῶτοι χαράξουσιν οἱ ἐμοὶ πρὸς τοὺς ἀξίους ἔρωτες, ἀλλ’ ἡ θεοῖς γείτων ἡρωϊκὴ φρόνησις ἐνομοθέτησεν, ἐν οἷς ὁ φιλίας ἔρως ἄχρι θανάτου <milestone unit="Reitz_page" n="450"/> συνεξέπνευσεν. Φωκὶς ἐκ νηπίων ἔτι χρόνων Ὀρέστην Πυλάδῃ συνήψειν· θεὸν δὲ τῶν πρὸς ἀλλήλους παθῶν μεσίτην λαβόντες ὡς ἐφ’ ἑνὸς σκάφους τοῦ βίου συνέπλευσαν· ἀμφότεροι Κλυταιμνήστραν ἀνῄρουν ὡς Ἀγαμέμνονος παῖδες, ὑπ’ ἀμφοῖν Αἴγισθος ἐφονεύετο· τὰς Ὀρέστην ἐλαυνούσας Ποινὰς Πυλάδης ἐνόσει μᾶλλον, κρινομένῳ συνηγωνίζετο. τὴν δὲ ἐρωτικὴν φιλίαν οὐδὲ τοῖς τῆς Ἑλλάδος ὅροις ἐμέτρησαν, ἀλλ’ ἐπὶ τοὺς ἐσχάτους Σκυθῶν τέρμονας ἔπλευσαν, ὁ μὲν νοσῶν, ὁ δὲ θεραπεύων. τῆς γοῦν Ταυρικῆς γῆς ἐπιβαίνοντας εὐθὺς ἡ μητροκτόνος αὐτοὺς Ἐρινὺς ἐξενοδόχησε, καὶ τῶν βαρβάρων ἐν κύκλῳ περιεστώτων ὁ μὲν ὑπὸ τῆς συνήθους μανίας πεσὼν ἔκειτο, Πυλάδης δὲ <quote rend="blockquote"><l>ἀφρόν τ’ ἀπέψα σώματός τ’ ἐτημέλει</l><l>πέπλου τε προὐκάλυπτεν εὐπήκτους ὑφάς,</l></quote> οὐκ ἐραστοῦ μόνον, ἀλλὰ καὶ πατρὸς ἐνδεικνύμενος ἦθος. ἡνίκα γοῦν ἐκρίθη θατέρου μένοντος ἐπὶ τῷ φονευθῆναι τὸν ἕτερον ἐς Μυκήνας ἀπιέναι κομιοῦντα γράμματα, μένειν ὑπὲρ ἀλλήλων ἀμφότεροι θέλουσιν ἑκάτερος ἐν θατέρῳ ζῶντι ζῆν ἑαυτὸν ἡγούμενος. ἀπωθεῖται δὲ τὰς ἐπιστολὰς Ὀρέστης ὡς Πυλάδου λαβεῖν <milestone unit="Reitz_page" n="451"/> ἀξιωτέρου, μόνον οὐκ ἐραστὴς ἀντ’ ἐρωμένου γενόμενος· <quote rend="blockquote"><l>τὸ γὰρ σφαγῆναι τόνδ’ ἐμοὶ βάρος μέγα·</l><l>ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφορᾶς.</l></quote> καὶ μετ’ ὀλίγον φησί, <pb facs="operaexrecogniti02luciuoft_0257"/> <quote rend="blockquote"><l rend="align(indent)">τῷδε μὲν δέλτον δίδου·</l><l>πέμψω γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·</l><l>ἡμᾶς δ’ ὁ χρῄζων κτεινέτω.</l></quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="48"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν· ὅταν γὰρ ἐκ παίδων ὁ σπουδαῖος ἔρως ἐντραφεὶς ἐπὶ τὴν ἤδη λογίζεσθαι δυνα μένην ἡλικίαν ἀνδρωθῇ, τὸ πάλαι φιληθὲν ἀμοιβαίους ἔρωτας ἀνταποδίδωσι, καὶ δυσχερὲς αἰσθέσθαι ποτέρου πότερος ἐραστής ἐστιν, ὥσπερ ἀπ᾿ ἐσόπτρου τῆς τοῦ φιλήσαντος εὐνοίας ἐπὶ τὸν ἐρώμενον ὁμοίου πεσόντος εἰ δώλου. τί δὴ οὖν τοῦ καθ’ ἡμᾶς βίου ξένην αὐτὸ τρυφὴν ὀνειδίζεις θείοις νόμοις ὁρισθὲν ἐκ διαδοχῆς ἐφ’ ἡμᾶς καταβεβηκός; ἀσμένως δὲ αὐτὸ δεξάμενοι μεθ’ ἁγνῆς διανοίας νεωκοροῦμεν· ὄλβιος γὰρ ὡς ἀληθῶς κατὰ τὴν τῶν σοφῶν ἀπόφασιν, <quote rend="blockquote"><l>ᾧ παῖδές τε νέοι καὶ μώνυχες ἵπποι,</l><l>γηράσκει δ’ ὁ γέρων κεῖνος ἐλαφρότατα,</l><l>κοῦροι τὸν φιλέουσιν.</l></quote> αἵ γε μὴν Σωκρατικαὶ διδασκαλίαι καὶ τὸ λαμπρὸν ἐχεῖνο <milestone unit="Reitz_page" n="452"/> τῆς ἀρετῆς δικαστήριον τοῖς Δελφικοῖς τρίποσιν ἐτιμήθη· χρησμὸν γὰρ ἀληθείας ὁ Πύθιος ἐθέσπισεν, <quote rend="blockquote">ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος,</quote> ὃς ἅμα τοῖς ἄλλοις μαθήμασιν, ἐξ ὧν τὸν βίον ὤνησε, καὶ τὸ παιδεραστεῖν ὡς μάλιστα ὠφελοῦν προσήκατο.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="49"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>δεῖ δὲ τῶν νέων ἐρᾶν ὡς Ἀλχιβιάδου Σωκράτης. ὃς ὑπὸ μιᾷ χλαμύδι πατρὸς ὕπνους ἐκοιμήθη. καὶ ἔγωγε τὸ Καλλιμάχειον ἐπὶ τέλει τῶν λόγων ἥδιστα προσθείην ἂν ἅπασι κήρυγμα· <quote rend="blcokquote"><l>Αἴθε γάρ, ὦ κούροισιν ἐπ᾿ ὄμματα λίχνα φέροντες,</l><l>Ἐρχίος ὡς ὑμῖν ὥρισε παιδοφιλεῖν,</l><l>ὧδε νέων ἐράοιτε, πόλιν κ᾿ εὔανδρον ἔχοιτε.</l></quote> ταῦτ’ εἰδότες, ὦ νεανίαι, σωφρόνως παισὶν ἀγαθοῖς πρόσιτε μηδὲ ὀλίγης τέρψεως εἵνεκεν τὴν μακρὰν ἐκχέοντες <pb facs="operaexrecogniti02luciuoft_0258"/> εὔνοιαν ἄχρι τῆς ἀκμῆς πλαστὰ τὰ τοῦ φιλεῖν πάθη προβάλλεσθε, τὸν δ’ οὐράνιον Ἔρωτα προσκυνοῦντες εἰς γῆρας ἀπὸ παίδων βέβαια τηρεῖτε τὰ πάθη· τοῖς γὰρ οὕτω φιλοῦσιν ἥδιστος μὲν ὁ τοῦ ζῆν χρόνος οὐδεμιᾶς ἀπρεποῦς <milestone unit="Reitz_page" n="453"/> συνειδήσεως παροικούσης, ἀοίδιμοι δὲ μετὰ θάνατον εἰς πάντας ἐκφοιτῶσι κλῃδόνες. εἰ δὲ δεῖ φιλοσόφων παισὶ πιστεύειν, αἰθὴρ μετὰ γὴν ἐκδέχεται τοὺς ταῦτα ζηλοῦντας· εἰς δὲ ἀμείνονα βίον ἀποθανόντες ἔχουσι τῆς ἀρετῆς γέρας τὸ ἄφθαρτον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="50"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Τοιαῦτα τοῦ Καλλικρατίδου σφόδρα νεανικῶς σεμνολογησαμένου Χαρικλέα μὲν ἐκ δευτέρου λέγειν πειρώμενον ἐπέσχον· ὥρα γὰρ ἦν ἐπὶ ναῦν κατιέναι. δεομένων δ’ ὅ τι φρονοίην ἀποφήνασθαι, δι’ ὀλίγου τοὺς ἑκατέρου λόγους ἀφριθμησάμενος, Οὐκ ἐξ ὑπογύου, φημί, καὶ παρημελημένως ὑμῖν, ὦ ἑταῖροι, τὰ τῶν λόγων ἔοικεν ἀπεσχεδιάσθαι, διηνεκοῦς δὲ καὶ νὴ Δί’ ἐρρωμένης φροντίδος ἐναργῆ ταῦτ’ ἐστὶν ἴχνη· σχεδὸν γὰρ οὐδέν ἐστιν ὅ τι τῶν λεκτέων εἰπεῖν ἑτέρῳ δύνασθαι παρήκατε. καὶ πολλὴ μὲν ἡ τῶν πραγμάτων ἐμπειρία, πλείων δ’ ἡ τῶν λόγων δεινότης, ὥστ’ ἔγωγε ἂν εὐξαίμην, εἴπερ ἦν ἐν δυνατῷ, γενέσθαι Θηραμένης ἐκεῖνος ὁ Κόθορνος, ἵν’ <milestone unit="Reitz_page" n="454"/> ἄμφω νενικηκότες ἐξ ἴσου βαδίζοιτε. πλὴν ἐπειδήπερ ἀνήσειν οὐκ ἐοίκατε καὶ αὐτὸς ἐν τῷ μεταξὺ πλῷ περὶ τῶν αὐτῶν οὐ κέκρικα διοχλεῖσθαι, τὸ μάλιστα παραστὰν εἶναί μοι δίκαιον ἀποφανοῦμαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="51"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>γάμοι μὲν ἀνθρώποις βιωφελὲς πρᾶγμα καὶ μακάριον, ὁπόταν εὐτυχῶνται. παιδικοὺς δ’ ἔρωτας, ὅσοι φιλίας ἁγνὰ δίκαια προμνῶνται, μόνης φιλοσοφίας ἔργον ἡγοῦμαι. διὸ δὴ γαμητέον μὲν ἅπασι, παιδεραστεῖν δὲ ἐφείσθω μόνοις τοῖς σοφοῖς· ἥκιστα γὰρ ἐν γυναιξὶν ὁλόκληρος ἀρετὴ φύεται. καὶ σὺ δ’, ὦ Χαρίκλεις, μηδὲν ἀχθεσθῇς, εἰ ταῖς Ἀθήναις ἡ Κόρινθος εἴξει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="52"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>κἀγὼ μὲν ὑπ’ αἰδοῦς συντόμῳ λόγῳ τὴν <pb facs="operaexrecogniti02luciuoft_0259"/> κρίσιν ἐπισπεύσας ἐξανέστην· ἑώρων γὰρ ὑπερκατηφῆ τὸν Χαρικλέα παρὰ μικρὸν ὡς θανάτου κατάκριτον ὁ δ’ Ἀθηναῖος ἱλαρῷ τῷ προσώπῳ φαιδρὸς ἀναπηδήσας προῄει σφόδρα σοβαρῶς· εἴκασεν ἄν τις αὐτὸν ἐν Σαλαμῖνι Πέρσας κατανεναυμαχηκέναι. καὶ τοῦτό γε τῆς κρίσεως ἀπωνάμην, λαμπρότερον ἡμᾶς ἑστιάσαντος αὐτοῦ <milestone unit="Reitz_page" n="455"/> τἀπινίκια· καὶ γὰρ ἦν ἄλλως τὸν βίον μεγαλοφρονέστερος. ἡσυχῇ δὲ καὶ τὸν Χαρικλέα παρηγορησάμην ἐπὶ τῇ δεινότητι τῶν λόγων συνεχὲς ὑπερθαυμάζων, ὅτι δυσχερεστέρῳ μέρει δυνατῶς συνηγόρησεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="53"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἀλλ’ ἡ μὲν ἐν Κνίδῳ διατριβὴ καὶ τὰ παρὰ τῇ θεῶ λαληθέντα σπουδὴν ἱλαρὰν ἅμα καὶ παιδιὰν εὔμουσον ἐσχηκότα τῇδέ πη διεκρίθη. σὺ δέ, ὦ Θεόμνηστε, ὁ τὴν ἕωλον ἡμῶν ἐκκαλεσάμενος μνήμην, εἰ δικαστὴς τότ᾿ ἦσθα, πῶς ἂν ἀπεφήνω; </p></sp><sp rend="align(indent)"><speaker>Θεόμνηστος</speaker><p>Μελητίδην ἡ Κόροιβον οἴει με πρὸς θεῶν, ἵνα τοῖς ὑπὸ σοῦ δικαίως κριθεῖσιν ἐναντίαν φέρω ψῆφον; ὃς ὑπ’ ἄκρας ἡδονῆς τῶν λεγομένων ἐν Κνίδῳ διατρίβειν ᾠόμην ὀλίγου τὸ βραχὺ τοῦτο δωμάτιον αὐτὸν ἡγούμενος εἶναι τὸν νεὼν ἐκεῖνον. ὅμως δ’ οὖν —γὰρ οὐδὲν ἀπρεπὲς ἐν ἑορτῇ λέγεσθαι, πᾶς δὲ γέλως, κἂν περίεργος ᾖ, πανηγυρίζειν δοκεῖ — τοὺς ἄγαν ὑπὸ τοῦ παι<milestone unit="Reitz_page" n="456"/> δεραστεῖν κατωφρυωμένους λόγους ἐθαύμαζον μὲν ἐπὶ τῇ σεμνότητι, πλὴν οὐ πάνυ θυμῆρες ὠόμην, ἐφήβῳ παιδὶ συνδιημερεύοντα Τανταλείους δίκας ὑποφέρειν, καὶ τοῖς ὄμμασι τοῦ κάλλους μονονουχὶ προσκλύζοντος, ἐξὸν ἀρύσασθαι, διψὴν ὑπομένειν· οὐ γὰρ ἀπόχρη τὸ θεωρεῖν ἐρώμενον οὐδ’ ἀπαντικρὺ καθημένου καὶ λαλοῦντος ἀκούειν, ἀλλ’ ὥσπερ ἡδονῆς κλίμακα συμπηξάμενος ἔρως πρῶτον ἔχει βαθμὸν ὄψεως, ἵνα ἴδῃ, χἂν θεάσηται, ποθεῖ προσάγων ἐφάψασθαι· δι’ ἄκρων γοῦν δακτύλων κἂν μόνον θίγῃ, τὰ τῆς ἀπολαύσεως εἰς ἅπαν <pb facs="operaexrecogniti02luciuoft_0260"/> διαθεῖ τὸ σῶμα. τυχὼν δ’ εὐμαρῶς τούτου τρίτην πεῖραν ἐπάγει φιλήματος, οὐκ εὐθὺς περίεργον, ἀλλ’ ἠρέμα χείλη προσεγγίσας χείλεσιν, ἃ πρὶν ἢ ψαῦσαι τελείως, ἀπέστη, μηδὲν ὑπονοίας ἴχνος καταλιπών· εἶτα πρὸς τὸ παρεῖκον ἁρμοζόμενος ἀεὶ λιπαρεστέροις μὲν ἀσπάσμασιν ἐντέτηκεν, ἔσθ’ ὅτε καὶ διαστέλλων ἡσυχῇ τὸ στόμα, τῶν δὲ χειρῶν οὐδεμίαν παρίησιν ἀργήν· αἱ γὰρ φανεραὶ μετὰ τῶν ἐσθήτων περιπλοκαὶ τὴν ἡδονὴν συνάπτουσιν, ἢ λάθριος ὑγρῶς ἡ δεξιὰ κατὰ κόλπου δῦσα μαστοὺς βραχὺ τὴν φύσιν ὑπεροιδῶντας πιέζει, καὶ σφριγώσης <milestone unit="Reitz_page" n="457"/> γαστρὸς ἀμφιλαφὲς τοῖς δακτύλοις ἐπιδράττεται ὁμαλῶς, μετὰ τοῦτο καὶ πρωτόχνουν ἄνθος ἥβης. καὶ <quote rend="blockquote">τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ;</quote> τοσαύτης τυχὼν ἐξουσίας ὁ ἔρως θερμοτέρου τινὸς ἅπτεται πράγματος· εἶτ’ ἀπὸ μηρῶν προοιμιασάμενος κατὰ τὸν κωμικὸν αὐτὸ ἐπάταξεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="54"><sp rend="merge"><speaker>Θεόμνηστος</speaker><p>ἐμοὶ μὲν οὕτω παιδεραστεῖν γένοιτο· μετεωρολέσχαι δὲ καὶ ὅσοι τὴν φιλοσοφίας ὀφρὺν ὑπὲρ αὐτοὺς τοὺς κροτάφους ὑπερήρκασι, σεμνῶν ὀνομάτων κομψεύμασι τοὺς ἀμαθεῖς ποιμαινέτωσαν· ἐρωτικὸς γὰρ ἦν, εἴπερ τις, καὶ ὁ Σωκράτης. καὶ ὑπὸ μίαν Ἀλκιβιάδης αὐτῷ χλανίδα κλιθεὶς οὐκ ἀπλὴξ ἀνέστη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Πάτροκλος ὑπ’ Ἀχιλλέως ἠγαπᾶτο μέχρι τοῦ καταντικρὺ καθέζεσθαι <quote rend="blockquote">δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων,</quote> ἀλλ’ ἦν καὶ τῆς ἐκείνων φιλίας μεσῖτις ηδονή· στένων γοῦν Ἀχιλλεὺς τὸν Πατρόκλου θάνατον ἀταμιεύτῳ πάθει πρὸς τὴν ἀλήθειαν ἀπερράγη, <quote rend="blockquote"><l>μηρῶν τε τῶν σῶν εὐσέβησ’ ὁμιλίαν</l><l>κλαίων.</l></quote> τούς γε μὴν ὀνομαζομένους παρ’ Ἕλλησι κωμαστὰς οὐδὲν <milestone unit="Reitz_page" n="458"/> ἀλλ’ ἢ δήλους ἐραστὰς νομίζω. τάχα φήσει τις αἰσχρὰ <pb facs="operaexrecogniti02luciuoft_0261"/> ταῦτ’ εἶναι λέγεσθαι, πλὴν ἀληθῇ γε νὴ τὴν Κνιδίαν Ἀφροδίτην.</p></sp><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p>Οὐκ ἀνέξομαί σου, φίλε Θεόμνηστε, ἄλλην ἀρχὴν καταβαλλομένου τρίτων λόγων, ἧς ἀκούειν ἐν ἑορτῇ μόνον εἰκός ἐστι, τἄλλα δὲ τῶν ἐμῶν ὤτων πόρρω ἀποικιεῖν. ἀφέμενοι δὲ τοῦ παρέλκειν πλείω χρόνον εἰς ἀγορὰν ἐξίωμεν· ἤδη γὰρ εἰκός ἐστιν ὑφάπτεσθαι τῷ θεῷ τὴν πυράν. ἔστι δ’ οὐκ ἀτερπὴς ἡ θέα τῶν ἐν Οἴτῃ παθῶν ὑπομιμνήσκουσα τοὺς παρόντας. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>