<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:37-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:37-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="37"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μὴ τοίνυν, ὦ Χαρίκλεις. ἀκολάστου βίου <milestone unit="Reitz_page" n="438"/> συμφορήσας ἑταιρικὰ διηγήματα γυμνῷ τῷ λόγῳ τῆς σεμνότητος ἡμῶν καταπόμπευε μηδὲ τὸν οὐράνιον Ἔρωτα τῷ νηπίῳ συναρίθμει, λογίζου δὲ ὀψὲ μὲν ἡλικίας τὰ τοιαῦτα μεταμανθάνων, ὅμως δ’ οὖν λογίζου νῦν γε, ἐπειδήπερ οὐ πρότερον, ὅτι διπλοῦς θεὸς ὁ Ἔρως, οὐ κατὰ μίαν ὁδὸν φοιτῶν οὐδὲ ἑνὶ πνεύματι τὰς ἡμετέρας ψυχὰς ἐρεθίζων, ἀλλ’ ὁ μέν, ὡς ἄν, οἶμαι, κομιδῇ νήπια  <pb facs="operaexrecogniti02luciuoft_0251"/> φρονῶν, οὐδενὸς αὐτοῦ τὴν διάνοιαν ἡνιοχεῖν δυναμένου λογισμοῦ, πολὺς ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθροίζεται, μάλιστα δὲ αὐτῷ γυναικεῖοι πόθοι μέλουσιν· οὗτός ἐστιν ὁ τῆς ἐφημέρου ταύτης ὕβρεως ἑταῖρος ἀκρίτῳ φορᾷ πρὸς τὸ βουλόμενον ἄγων. ἕτερος δὲ Ἔρως Ὠγυγίων πατὴρ χρόνων, σεμνὸν ὀφθῆναι καὶ πάντοθεν ἱεροπρεπὲς θέαμα, σωφρονούντων ταμίας παθῶν ἤπια ταῖς ἑκάστου διανοίαις ἐμπνεῖ, καὶ λαχόντες ἵλεω τοῦδε τοῦ δαίμονος ἡδονὴν ἀρετῇ μεμιγμένην ἀσπαζόμεθα· δισσὰ <milestone unit="Reitz_page" n="439"/> γὰρ ὄντως κατὰ τὸν τραγικὸν πνεύματα πνεῖ ὁ Ἔρως, ἑνὸς δὲ ὀνόματος οὐχ ὅμοια τὰ πάθη κεκοινώνηκε· καὶ γὰρ Αἰδὼς ὠφελείας ὁμοῦ καὶ βλάβης ἀμφίβολός ἐστι δαίμων· Αἰδὼς ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν. οὐ μὴν οὐδ’ Ἐρίδων γένος ἔστιν ἕν, ἀλλ’ ἐπὶ γαῖαν εἰσὶ δύω, τὴν μέν κεν ἐπαινήσειε νοήσας. ἡ δ’ ἐπιμωμητή· διὰ δ’ ἄνδιχα θυμὸν ἔχουσιν. οὐδὲν οὖν παράδοξον, εἰ πάθος ἀρετῇ κοινὴν προσηγορίαν ἔχειν ἔτυχεν, ὥστε ἔρωτα καλεῖσθαι καὶ τὴν ἀκόλαστον ἡδονὴν καὶ τὴν σωφρονοῦσαν εὔνοιαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="38"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>Γάμους οὖν, φησί, τὸ μηδὲν οἴει, καὶ τὸ θῆλυ τοῦ βίου φυγαδεύεις, ἵνα πῶς μείνωμεν ἄνθρωποι; ξηλωτὸν μὲν ἦν κατὰ τὸν σοφώτατον Εὐριπίδην, εἰ δίχα τῆς πρὸς γυναῖκας συνόδου φοιτῶντες ἐπὶ ἱερὰ καὶ ναοὺς ἀργύρου καὶ χρυσοῦ τέκνα ὑπὲρ τῆς διαδοχῆς ἐωνούμεθα· ἀνάγκη γὰρ βαρὺν κατ’ αὐχένων ξυγὸν ἡμῖν ἐπιθεῖσα τοῖς κελευομένοις πειθαρχεῖν βιάζεται. τὸ μὲν οὖν καλὸν αἱρώμεθα τοῖς λογισμοῖς, εἰκέτω δὲ τῇ ἀνάγκῃ τὸ χρειῶδες. <milestone unit="Reitz_page" n="440"/> ἄχρι τέκνων γυναῖχες ἀριθμὸς ἔστωσαν, ἐν δὲ τοῖς ἄλλοις ἄπαγε, μή μοι γένοιτο. τίς γὰρ ἂν εὖ φρονῶν ἀνέχεσθαι δύναιτο ἐξ ἑωθινοῦ γυναικὸς ὡραϊσμένης ἐπικτήτοις σοφίσμασιν, ἧς ὁ μὲν ἀληθῶς χαρακτὴρ ἄμορφος. <pb facs="operaexrecogniti02luciuoft_0252"/> ἀλλότριοι δὲ κόσμοι τὸ τῆς φύσεως ἀπρεπὲς βουκολοῦσιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="39"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>εἰ γοῦν ἀπὸ τῆς νυκτέρου κοίτης πρὸς ὄρθρον ἂν ἴδοι τις ἀνισταμένας γυναῖκας, αἰσχίω νομίσει θηρίων τῶν πρωΐας ὥρας ὀνομασθῆναι δυσκληδονίστων· ὅθεν ἀκριβῶς οἴκοι καθείργουσιν αὑτὰς οὐδενὶ τῶν ἀρρένων βλεπομένας· γρᾶες δὲ καὶ θεραπαινίδων ὁ σύμμορφος ὄχλος ἐν κύκλῳ περιεστᾶσι ποικίλοις φαρμάκοις καταφαρμακεύουσαι τὰ δυστυχῆ πρόσωπα· οὐ γὰρ ὕδατος ἀκράτῳ νάματι τὸν ὑπνηλὸν ἀπονιψάμεναι κάρον εὐθὺς ἅπτονται σπουδῆς ἐχομένου τινὸς πράγματος, ἀλλ’ αἱ πολλαὶ τῶν διαπασμάτων συνθέσεις τὸν ἀηδῆ τοῦ προσώπου χρῶτα φαιδρύνουσιν, ὡς δὲ ἐπὶ δημοτελοῦς πομπῆς ἄλλο τι ἄλλη τῶν ὑπηρετουσῶν ἐγκεχείρισται, λεκανίδας ἀργυρᾶς καὶ προχόους ἔσοπτρά τε καὶ καθάπερ ἐν φαρμακοπώλου πυξίδων ὄχλον, ἀγγεῖα μεστὰ πολλῆς <milestone unit="Reitz_page" n="441"/> κακοδαιμονίας, ἐν οἷς ὀδόντων σμηκτικαὶ δυνάμεις ἢ βλέφαρα μελαίνουσα τέχνη θησαυρίζεται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="40"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τὸ δὲ πλεῖστον ἀναλίσκει μέρος ἡ πλοκὴ τῶν τριχῶν· αἱ μὲν γὰρ φαρμάκοις ἐρυθαίνειν δυναμένοις πρὸς ἡλίου μεσημβρίαν τοὺς πλοκάμους ἴσα ταῖς τῶν ἐρίων χροιαῖς ξανθῷ μεταβάπτουσιν ἄνθει τὴν ἰδίαν κατακρίνουσαι φύσιν· ὁπόσαις δὲ ἀρκεῖν ἡ μέλαινα χαίτη νομίζεται, τὸν τῶν γεγαμηκότων πλοῦτον εἰς ταύτην ἀναλίσκουσιν ὅλην Ἀραβίαν σχεδὸν ἐκ τῶν τριχῶν ἀποπνέουσαι, σιδηρᾶ τε ὄργανα πυρὸς ἀμβλείᾳ φλογὶ χλιανθέντα βία τὴν ἑλίκων οὐλότητα διαπλέκχει, καὶ περίεργοι μὲν αἱ μέχρι τῶν ὀφρύων ἐφειλκυσμέναι κόμαι βραχὺ τῷ μετώπῳ τὸ μεταίχμιον ἀφιᾶσι, σοβαρῶς δὲ ἄχρι τῶν μεταφρένων οἱ ὄπισθεν ἐπισαλεύονται πλόκαμοι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="41"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καὶ μετὰ τοῦτο ἀνθοβαφῆ πέδιλα τῆς σαρκὸς ἐνδοτέρω τοὺς πόδας ἐπισφίγγοντα καὶ λεπτοϋφὴς ἐς πρόφασιν ἐσθὴς ὑπὲρ τοῦ δοκεῖν μὴ γεγυμνῶσθαι. πάντα δὲ τὰ ἐντὸς αὐτῆς γνωριμώτερα <pb facs="operaexrecogniti02luciuoft_0253"/> <milestone unit="Reitz_page" n="442"/> τοῦ προσώπου χωρὶς τῶν ἀμόρφως προπεπτωκότων μαζῶν, οὓς ἀεὶ περιφέρουσι δεσμώτας. τί δεῖ τὰ τούτων πλουσιώτερα κακὰ διεξιέναι; λίθους Ἐρυθραίους κατὰ τῶν λοβῶν πολυτάλαντον ἠρτημένους βρῖθος ἢ τοὺς περὶ καρποῖς καὶ βραχίοσι δράκοντας, ὡς ὤφελον ὄντως ἀντὶ χρυσίου δράκοντες εἶναι· καὶ στεφάνη μὲν ἐν κύκλῳ τὴν κεφαλὴν περιθεῖ λίθοις Ἰνδικαῖς διάστερος, πολυτελεῖς δὲ τῶν αὐχένων ὅρμοι καθεῖνται, καὶ ἄχρι τῶν ποδῶν ἐσχάτων καταβέβηκεν ὁ ἄθλιος χρυσὸς ἅπαν, εἴ τι τοῦ σφυροῦ γυμνοῦται, περισφίγγων. ἄξιον δ’ ἦν σιδήρῳ <milestone unit="Reitz_page" n="443"/> τὰ περίσφυρα σκέλη πεπεδῆσθαι. κἀπειδὰν αὐτῶν ὅλον τὸ σῶμα νόθης εὐμορφίας ἐξαπατῶντι κάλλει διαμαγευθῇ, τὰς ἀναισχύντους παρειὰς ἐρυθαίνουσιν ἐπιχρίστοις φύκεσιν, ἵνα τὴν ὑπέρλευκον αὐτῶν καὶ πίονα χροιὰν τὸ πορφυροῦν ἄνθος ἐπιφοινίξῃ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="42"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τίς οὖν ὁ μετὰ τὴν τοσαύτην παρασκευὴν βίος; εὐθὺς ἀπὸ τῆς οἰκίας ἔξοδοι, καὶ πᾶς θεὸς ἐπιτρίβων τοὺς γεγαμηκότας, ὧν ἐνίων οἱ κακοδαίμονες ἄνδρες οὐδὲ αὐτὰ ἴσασι τὰ ὀνόματα, Κωλιάδας, εἰ τύχοι, καὶ Γενετυλλίδας ἢ τὴν <milestone unit="Reitz_page" n="444"/> Φρυγίαν δαίμονα καὶ τὸν δυσέρωτα κῶμον ἐπὶ τῷ ποιμένι. τελεταὶ δὲ ἀπόρρητοι καὶ χωρὶς ἀνδρῶν ὕποπτα μυστήρια καὶ — τί γὰρ δεῖ περιπλέχειν; — ψυχῆς. διαφθορὰ ἐπειδὰν δὲ τούτων ἀπαλλαγῶσιν, οἴκοι εὐθὺς τὰ μακρὰ λουτρά, καὶ πολυτελὴς μὲν νὴ Δία τράπεζα, πολὺς δὲ ὁ μετὰ τῶν ἀνδρῶν ἀκκισμός. ἐπειδὰν γὰρ ὑπέρπλεω γένωνται ταῖς παρ’ αὐταῖς γαστριμαργίαις, οὐκέτ’ οὐδὲ τοῦ φάρυγγος αὐταῖς παραδέχεσθαι δυναμένου τι <milestone unit="Reitz_page" n="445"/> σιτίον, ἄκροις δακτύλοις ἐπιγράφουσαι τῶν παρακειμένων ἕκαστον ἀπογεύονται νύκτας ἐπὶ τούτοις διηγούμεναι καὶ τοὺς ἑτερόχρωτας ὕπνους καὶ θηλύτητος εὐνὴν γέμουσαν, ἀφ’ ἧς ἀναστὰς ἕκαστος εὐθὺ λουτροῦ χρεῖός ἐστιν. </p></sp></div><pb facs="operaexrecogniti02luciuoft_0254"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="43"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Ταυτὶ μὲν οὖν εὐσταθοῦς βίου τεκμήρια· τῶν δὲ πικροτέρων εἴ τις ἐθελήσειε τὸ ἀληθὲς κατὰ μέρος ἐξετάζειν, ὄντως καταράσεται Προμηθεῖ τὴν Μενάνδρειον ἐκείνην ἀπορρήξας φωνήν· 
    <quote rend="blockquote"><l>Εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον</l><l>γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις;</l><milestone unit="Reitz_page" n="446"/><l>καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν</l><l>ἀγαθόν. ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεοῦς,</l><l>γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί,</l><l>ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ;</l><l>λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί,</l><l>γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν</l><l>καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος</l><l>φθόνος, μεθ’ οὗ ξῇ πάντα τὸν βίον γυνή.</l></quote> τίς ταῦτα τὰ ἀγαθὰ διώκει; τίνι βίος ὁ δυστυχὴς οὗτος θυμήρης;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="44"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἄξιον τοίνυν ἀντιθεῖναι τοῖς θήλεσι κακοῖς τὴν ἄρρενα τῶν παίδων ἀγωγήν. ὄρθριος ἀναστὰς ἐκ τῆς ἀζύγου κοίτης τὸν ἐπὶ τῶν ὀμμάτων ἔτι λοιπὸν ὕπνον <milestone unit="Reitz_page" n="447"/> ἀπονιψάμενος ὕδατι λιτῷ καὶ τὴν ἱερὰν χλαμύδα ταῖς ἐπωμίοις περόναις συρράψας ἀπὸ τῆς πατρῴας ἑστίας ἐξέρχεται κάτω κεκυφὼς καὶ μηδένα τῶν ἀπαντώντων ἐξ ἐναντίου προσβλέπων· ἀκόλουθοι δὲ καὶ παιδαγωγοὶ χορὸς αὐτῷ κόσμιος ἕπονται τὰ σεμνὰ τῆς ἀρετῆς ἐν χερσὶν ὄργανα κρατοῦντες, οὐ πριστοῦ κτενὸς ἐντομὰς κόμην καταψήχειν δυναμένας οὐδὲ ἔσοπτρα τῶν ἀντιμόρφων χαρακτήρων ἀγράφους εἰκόνας, ἀλλ’ ἢ πολύπτυχοι δέλτοι κατόπιν ἀκολουθοῦσιν ἢ παλαιῶν ἔργων ἀρετὰς φυλάττουσαι βίβλοι, κἂν εἰς μουσικοῦ δέῃ φοιτᾶν, εὐμελὴς λύρα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="45"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>πᾶσι δὲ τοῖς φιλοσόφοις ψυχῆς μαθήμασι <milestone unit="Reitz_page" n="448"/> λιπαρῶς ἐναθλήσας, ἐπειδὰν ἡ διάνοια τῶν ἐγκυκλίων ἀγαθῶν κορεσθῇ, τὸ σῶμα ταῖς ἐλευθερίοις ἀσκήσεσιν ἐκπονεῖ· Θεσσαλοὶ γὰρ ἵπποι μέλουσιν αὐτῷ· καὶ <pb facs="operaexrecogniti02luciuoft_0255"/> βραχὺ τὴν νεότητα πωλοδαμνήσας ἐν εἰρήνῃ μελετᾷ τὰ πολεμικὰ ἄκοντας ἀφιεὶς καὶ βέλη δι᾿ εὐστόχου δεξιᾶς ἀποπάλλων. εἶθ’ αἱ λιπαραὶ παλαῖστραι, καὶ πρὸς ἡλίου μεσημβρινὸν θάλπος ἐγκονίεται τὸ σῶμα πυκνούμενον, οἵ τε τῶν ἐναγωνίων πόνων ἀποσταλάζοντες ἱδρῶτες, μεθ’ οὓς λουτρὰ σύντομα καὶ τράπεζα τῇ μετὰ μικρὸν ἐπινήφουσα πράξει· πάλιν γὰρ αὐτῷ διδάσκαλοι καὶ παλαιῶν ἔργων αἰνιττόμεναι καὶ ἐπιμελούμεναι μνῆμαι, τίς ἀνδρεῖος ἥρως ἢ τίς ἐπὶ φρονήσει μαρτυρούμενος ἢ οἷοι δικαιοσύνην καὶ σωφροσύνην ἠσπάσαντο. τοιαύταις ἀρεταῖς ἁπαλὴν ἔτι τὴν ψυχὴν ἐπάρδων, ὅταν ἑσπέρα τὴν πρᾶξιν ὁρίσῃ, τῇ γαστρὸς ἀνάγκῃ τὸν ὀφειλόμενον δασμὸν ἐπιμετρήσας ἡδίους ὕπνους καθεύδει τοῖς μεθ’ ἡμέραν καμάτοις ἐπηρεμῶν ἐπίφθονον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="46"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τίς οὐκ ἂν ἐραστὴς ἐφήβου γένοιτο τοιούτου; τίνι δ’ οὕτω τυφλαὶ μὲν αἱ τῶν ὀμμάτων βολαί, πηροὶ δὲ οἱ τῆς διανοίας λογισμοί; πῶς δ’ οὐκ ἂν ἀγαπήσαι τὸν ἐν παλαίστραις μὲν Ἑρμῆν, <milestone unit="Reitz_page" n="449"/> Ἀπόλλωνα δὲ ἐν λύραις, ἱππαστὴν δὲ ὡς Κάστορα, θείας δὲ ἀρετὰς διὰ θνητοῦ διώκοντα σώματος; ἀλλ’ ἐμοὶ μέν, δαίμονες οὐράνιοι, βίος εἴη διηνεκὴς οὗτος, ἀπαντικρυ τοῦ φίλου καθέζεσθαι καὶ πλησίον ἡδὺ λαλοῦντος ἀκούειν, ἐξιόντι δὲ αὐτῷ συνεξιέναι καὶ παντὸς ἔργου κοινῶνίαν ἔχειν. εὔξαιτο μὲν οὖν ἐρῶν τις δι᾿ ἀπταίστου καὶ ἀκλινοῦς βίου τὸν στεργόμενον ἀλύπως εἰς γῆρας ὁδεῦσαι μηδεμιᾶς τύχης πειράσαντα βάσκανον ἐπήρειαν. εἰ δὲ καί, οἷος ἀνθρωπίνης φύσεως νόμος, νόσος ἐπιψαύσειεν αὐτοῦ. κάμνοντι συννοσήσω καὶ διὰ χειμερίου θαλάττης ἀναγομένῳ συμπλεύσομαι· κἂν τυραννικὴ βία δεσμὰ περιάψῃ, τὸν ἴσον ἐμαυτῷ περιθήσω σίδηρον· ἐχθρὸς ἅπας ὁ μισῶν ἐκεῖνον ἐμὸς ἔσται, καὶ φιλήσω τοὺς πρὸς αὐτὸν εὐνοϊκῶς ἔχοντας· εἰ δὲ λῃστὰς ἢ πολεμίους θεασαίμην ἐπ᾿ αὐτὸν ὁρμῶντας, ὁπλισαίμην καὶ παρὰ <pb facs="operaexrecogniti02luciuoft_0256"/> δύναμιν· κἂν ἀποθάνῃ, ξῆν οὐκ ἀνέξομαι· τελευταίας δὲ ἐντολὰς τοῖς μετ’ ἐκεῖνον ὑπ’ ἐμοῦ στεργομένοις ἐπιθήσομαι κοινὸν ἀμφοτέροις ἐπιχῶσαι τάφον, ὀστέοις δὲ ἀναμίξαντας ὀστέα μηδὲ τὴν κωφὴν κόνιν ἀπ᾿ ἀλλήλων διακρῖναι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="47"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ταῦτα δ’ οὐ πρῶτοι χαράξουσιν οἱ ἐμοὶ πρὸς τοὺς ἀξίους ἔρωτες, ἀλλ’ ἡ θεοῖς γείτων ἡρωϊκὴ φρόνησις ἐνομοθέτησεν, ἐν οἷς ὁ φιλίας ἔρως ἄχρι θανάτου <milestone unit="Reitz_page" n="450"/> συνεξέπνευσεν. Φωκὶς ἐκ νηπίων ἔτι χρόνων Ὀρέστην Πυλάδῃ συνήψειν· θεὸν δὲ τῶν πρὸς ἀλλήλους παθῶν μεσίτην λαβόντες ὡς ἐφ’ ἑνὸς σκάφους τοῦ βίου συνέπλευσαν· ἀμφότεροι Κλυταιμνήστραν ἀνῄρουν ὡς Ἀγαμέμνονος παῖδες, ὑπ’ ἀμφοῖν Αἴγισθος ἐφονεύετο· τὰς Ὀρέστην ἐλαυνούσας Ποινὰς Πυλάδης ἐνόσει μᾶλλον, κρινομένῳ συνηγωνίζετο. τὴν δὲ ἐρωτικὴν φιλίαν οὐδὲ τοῖς τῆς Ἑλλάδος ὅροις ἐμέτρησαν, ἀλλ’ ἐπὶ τοὺς ἐσχάτους Σκυθῶν τέρμονας ἔπλευσαν, ὁ μὲν νοσῶν, ὁ δὲ θεραπεύων. τῆς γοῦν Ταυρικῆς γῆς ἐπιβαίνοντας εὐθὺς ἡ μητροκτόνος αὐτοὺς Ἐρινὺς ἐξενοδόχησε, καὶ τῶν βαρβάρων ἐν κύκλῳ περιεστώτων ὁ μὲν ὑπὸ τῆς συνήθους μανίας πεσὼν ἔκειτο, Πυλάδης δὲ <quote rend="blockquote"><l>ἀφρόν τ’ ἀπέψα σώματός τ’ ἐτημέλει</l><l>πέπλου τε προὐκάλυπτεν εὐπήκτους ὑφάς,</l></quote> οὐκ ἐραστοῦ μόνον, ἀλλὰ καὶ πατρὸς ἐνδεικνύμενος ἦθος. ἡνίκα γοῦν ἐκρίθη θατέρου μένοντος ἐπὶ τῷ φονευθῆναι τὸν ἕτερον ἐς Μυκήνας ἀπιέναι κομιοῦντα γράμματα, μένειν ὑπὲρ ἀλλήλων ἀμφότεροι θέλουσιν ἑκάτερος ἐν θατέρῳ ζῶντι ζῆν ἑαυτὸν ἡγούμενος. ἀπωθεῖται δὲ τὰς ἐπιστολὰς Ὀρέστης ὡς Πυλάδου λαβεῖν <milestone unit="Reitz_page" n="451"/> ἀξιωτέρου, μόνον οὐκ ἐραστὴς ἀντ’ ἐρωμένου γενόμενος· <quote rend="blockquote"><l>τὸ γὰρ σφαγῆναι τόνδ’ ἐμοὶ βάρος μέγα·</l><l>ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφορᾶς.</l></quote> καὶ μετ’ ὀλίγον φησί, <pb facs="operaexrecogniti02luciuoft_0257"/> <quote rend="blockquote"><l rend="align(indent)">τῷδε μὲν δέλτον δίδου·</l><l>πέμψω γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·</l><l>ἡμᾶς δ’ ὁ χρῄζων κτεινέτω.</l></quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="48"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν· ὅταν γὰρ ἐκ παίδων ὁ σπουδαῖος ἔρως ἐντραφεὶς ἐπὶ τὴν ἤδη λογίζεσθαι δυνα μένην ἡλικίαν ἀνδρωθῇ, τὸ πάλαι φιληθὲν ἀμοιβαίους ἔρωτας ἀνταποδίδωσι, καὶ δυσχερὲς αἰσθέσθαι ποτέρου πότερος ἐραστής ἐστιν, ὥσπερ ἀπ᾿ ἐσόπτρου τῆς τοῦ φιλήσαντος εὐνοίας ἐπὶ τὸν ἐρώμενον ὁμοίου πεσόντος εἰ δώλου. τί δὴ οὖν τοῦ καθ’ ἡμᾶς βίου ξένην αὐτὸ τρυφὴν ὀνειδίζεις θείοις νόμοις ὁρισθὲν ἐκ διαδοχῆς ἐφ’ ἡμᾶς καταβεβηκός; ἀσμένως δὲ αὐτὸ δεξάμενοι μεθ’ ἁγνῆς διανοίας νεωκοροῦμεν· ὄλβιος γὰρ ὡς ἀληθῶς κατὰ τὴν τῶν σοφῶν ἀπόφασιν, <quote rend="blockquote"><l>ᾧ παῖδές τε νέοι καὶ μώνυχες ἵπποι,</l><l>γηράσκει δ’ ὁ γέρων κεῖνος ἐλαφρότατα,</l><l>κοῦροι τὸν φιλέουσιν.</l></quote> αἵ γε μὴν Σωκρατικαὶ διδασκαλίαι καὶ τὸ λαμπρὸν ἐχεῖνο <milestone unit="Reitz_page" n="452"/> τῆς ἀρετῆς δικαστήριον τοῖς Δελφικοῖς τρίποσιν ἐτιμήθη· χρησμὸν γὰρ ἀληθείας ὁ Πύθιος ἐθέσπισεν, <quote rend="blockquote">ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος,</quote> ὃς ἅμα τοῖς ἄλλοις μαθήμασιν, ἐξ ὧν τὸν βίον ὤνησε, καὶ τὸ παιδεραστεῖν ὡς μάλιστα ὠφελοῦν προσήκατο.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>