<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="1"><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p><milestone unit="Reitz_page" n="397"/> Ἐρωτικῆς παιδιᾶς, ἑταῖρέ μοι Θεόμνηστε, ἐξ ἑωθινοῦ πεπλήρωκας ἡμῶν τὰ κεκμηκότα πρὸς τὰς συνεχεῖς σπουδὰς ὦτα, καί μοι σφόδρα διψῶντι τοιαύτης ἀνέσεως εὔκαιρος ἡ τῶν ἱλαρῶν σου λόγων ἐρρύη χάρις· ἀσθενὴς γὰρ ἡ ψυχὴ διηνεκοῦς σπουδῆς ἀνέχεσθαι, ποθοῦσι δ’ οἱ φιλότιμοι πόνοι μικρὰ τῶν ἐπαχθῶν φροντίδων χαλασθέντες εἰς ἡδονὰς ἀνίεσθαι. πάνυ δή μὲ ὑπὸ τὸν ὄρθρον ἡ τῶν ἀκολάστων σου διηγημάτων αἱμύλη καὶ γλυκεῖα πειθὼ κατεύφρανεν, ὥστ᾽ ὀλίγου δεῖν Ἀριστείδης ἐνόμιζον εἶναι τοῖς Μιλησιακοῖς λόγοις ὑπερκηλούμενος, ἄχθομαί τε νὴ τοὺς σοὺς ἔρω τας, οἷς πλατὺς εὑρέθης σκοπός, ὅτι πέπαυσαι διηγούμενος· καί σὲ πρὸς αὐτῆς ἀντιβολοῦμεν Ἀφροδίτης, εἰ <milestone unit="Reitz_page" n="398"/> περιττά μὲ λέγειν ἔοικας, εἴ τις ἄρρην ἢ καὶ νὴ Δία θῆλυς ἐφεῖταί σοι πόθος, ἠρέμα τῇ μνήμῃ ἐκκαλέσασθαι. καὶ γὰρ ἄλλως ἑορταστικὴν ἄγομεν ἡμέραν Ἡράκλεια θύοντες· οὐκ ἀγνοεῖς δὲ δή που τὸν θεὸν ὡς ὀξὺς ἦν πρὸς Ἀφροδίτην· ἥδιστα οὖν δοκεῖ μοι τῶν λόγων τὰς θυσίας προσήσεσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="2"><sp rend="align(indent)"><speaker>Θεόμνηστος</speaker><p>Θᾶττον ἄν μοι, ὦ Λυκῖνε, θαλάττης κύματα καὶ πυκνὰς ἀπ’ οὐρανοῦ νιφάδας ἀριθμήσειας ἢ τοὺς ἐμοὺς Ἔρωτας. ἐγὼ γοῦν ἅπασαν αὐτῶν κενὴν ἀπολελεῖφθαι φαρέτραν νομίζω, κἂν ἐπ’ ἄλλον τινὰ πτῆναι θελήσωσιν, ἄνοπλος αὐτῶν ἡ δεξιὰ γελασθήσεται· σχεδὸν γὰρ ἐκ τῆς ἀντίπαιδος ἡλικίας εἰς τοὺς ἐφήβους κριθεὶς ἄλλαις ἀπ᾿ ἄλλων ἐπιθυμίαις βουκολοῦμαι· διάδοχοι ἔρωτες ἀλλήλων καὶ πρὶν ἢ λῆξαι τοὺς προτέρους, <milestone unit="Reitz_page" n="399"/> ἄρχονται δεύτεροι, κάρηνα Λερναῖα τῆς παλιμφυοῦς <pb facs="operaexrecogniti02luciuoft_0229"/> Ὕδρας πολυπλοκώτερα μηδ’ Ἰόλεων βοηθὸν ἔχειν δυναάμενα· πυρὶ γὰρ οὐ σβέννυται πῦρ. οὕτω τις ὑγρὸς τοῖς ὄμμασιν ἐνοικεῖ μύωψ, ὃς ἅπαν κάλλος εἰς αὑτὸν ἁρπάξων ἐπ’ οὐδενὶ κόρῳ παύεται· καὶ συνεχὲς ἀπορεῖν ἐπέρχεταί μοι, τίς οὗτος Ἀφροδίτης ὁ χόλος· οὐ γὰρ Ἡλιάδης ἐγώ τις οὐδὲ Λημνιάδων ὕβρεις οὐδὲ Ἱππολύτειον ἀγροικίαν ὠφρυωμένος, ὡς ἐρεθίσαι τῆς θεοῦ τὴν ἄπαυστον ταύτην ὀργήν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="3"><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p>Πέπαυσο τῆς ἐπιπλάστου καὶ δυσχεροῦς ταύτης ὑποκρίσεως, Θεόμνηστε. ἄχθῃ γὰρ ὅτι τούτῳ τῷ βίῳ ἡ τύχη προσεκλήρωσέ σε, καὶ χαλεπὸν εἶναι νομίζεις, εἰ γυναιξὶν ὡραίαις καὶ μετὰ παίδων τὸ καλὸν ἀνθούντων ὁμιλεῖς; ἀλλα σοι καὶ καθαρσίων τάχα δεήσει πρὸς <milestone unit="Reitz_page" n="400"/> τὸ δυσχερὲς οὕτω νόσημα· δεινὸν γὰρ τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτον τὸν πολὺν ἐκχέας λῆρον εὐδαίμονα σαυτὸν εἶναι νομιεῖς, ὅτι σοι ὁ θεὸς οὐκ αὐχμηρὰν γεωργίαν ἐπέκλωσεν οὐδ’ ἐμπορικὰς ἄλας καὶ στρατιώτην ἐν ὅπλοις βίον, ἀλλὰ λιπαραὶ παλαῖστραι μέλουσί σοι καὶ φαιδρὰ μὲν ἐσθὴς μέχρι ποδῶν τὴν τρυφὴν καθειμένη, διακριδὸν δ’ ἠσκημένης κόμης ἐπιμέλεια; τῶν γε μὴν ἐρωτικῶν ἱμέρων καὶ αὐτὸ τὸ βασανίζον εὐφραίνει καὶ γλυκὺς ὀδοὺς ὃ τοῦ πόθου δάκνει· πειράσας μὲν γὰρ ἐλπίζεις, τυχὼν δ’ ἀπολέλαυκας· ἴση δὲ ἡδονὴ τὸ παρεῖναι καὶ τὸ μέλλον. ἔναγχος γοῦν διηγουμένου σοῦ τὸν πολύν, ὡς καὶ παρ’ Ἡσιόδῳ, κατάλογον ὧν ἀρχῆθεν ἠράσθης, ἱλαραὶ μὲν τῶν ὀμμάτων αἱ βολαὶ τακερῶς ἀνυγραίνοντο, <milestone unit="Reitz_page" n="401"/> τὴν φωνὴν δ’ ἴσην τῇ Λυκάμβου θυγατρὶ λεπτὸν ἀφηδύνων ἀπ᾿ αὐτοῦ τοῦ σχήματος εὐθὺς δῆλος ἦς οὐκ ἐκείνων μόνων, ἀλλὰ καὶ τῆς ἐπ᾿ αὐτοῖς μνήμης ἐρῶν. ἀλλ’ εἴ τί σοι τοῦ κατὰ τὴν Ἀφροδίτην περίπλου λείψανον ἀφεῖται, μηδὲν ἀποκρύψῃ, τῷ δὲ Ἡρακλεῖ τὴν θυσίαν ἐντελὴ παράσχου. </p></sp></div><pb facs="operaexrecogniti02luciuoft_0230"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="4"><sp rend="align(indent)"><speaker>Θεόμνηστος</speaker><p>Βουφάγος μὲν ὁ δαίμων, ὦ Λυκῖνε, καὶ ταῖς ἀκάπνοις, φασί, τῶν θυσιῶν ἥκιστα τερπόμενος. ἐπεὶ δ’ αὐτοῦ τὴν ἐτήσιον ἑορτὴν λόγῳ γεραίρομεν, αἱ μὲν ἐμαὶ διηγήσεις ἐξ ἑωθινοῦ παραταθεῖσαι κόρον ἔχουσιν, ἡ δὲ σὴ Μοῦσα τῆς συνήθους μεθαρμοσαμένη σπουδῆς ἱλαρῶς τῷ θεῷ συνδιημερευσάτω, καί μοι γενοῦ δικαστὴς ἴσος, ἐπεὶ μηδ’ εἰς ἕτερόν σε τοῦ πάθους ῥέποντα ὁρῶ, ποτέρους ἀμείνονας ἡγῇ, τοὺς φιλόπαιδας <milestone unit="Reitz_page" n="402"/> ἢ τοὺς γυναίοις ἀσμενίζοντας; ἐγὼ μὲν γὰρ ὁ πληγεὶς ἑκατέρῳ καθάπερ ἀκριβὴς τρυτάνη ταῖς ἐπ᾿ ἀμφότερα πλάστιγξιν ἰσορρόπως ταλαντεύομαι, σὺ δ’ ἐκτὸς ὢν ἀδεκάστῳ κριτῇ τῷ λογισμῷ τὸ βέλτιον αἱρήσῃ. πᾶντα δὴ περιελὼν ἀκκισμόν, ὦ φιλότης, ᾓν πεπίστευκέ σοι ψῆφον ἡ περὶ τῶν ἐμῶν ἐρώτων κρίσις, ἤδη φέρε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="5"><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p>Παιδιᾶς, ὦ Θεόμνηστε, καὶ γέλωτος ἡγῇ τὴν διήγησιν; ἡ δ’ ἐπαγγέλλεται καὶ σπουδαῖον. ἐγὼ γοῦν ἐξ ὑπογύου τῆς ἐπιχειρήσεως ἡψάμην, εἰδὼς ὅτι λίαν σπουδαία, ἐξ ὅτου δυοῖν ἀνδροῖν ἀκηκοὼς περὶ τούτοιν συντόνως ἁμιλλωμένοιν ἔτι τὴν μνήμην ἔναυλον ἔχω. διήρητο δ’ αὐτῶν ἅμα τοῖς λόγοις τὰ πάθη οὐχ ὥσπερ σὺ κατ’ εὐκολίαν ψυχῆς ἄϋπνος ὢν διττοὺς ἄρνυσαι μισθούς <quote rend="blockquote">τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων,</quote> ἀλλ’ ὁ μὲν ὑπερφυῶς παιδικοῖς ἥδετο τὴν θήλειαν Ἀφροδίτην <milestone unit="Reitz_page" n="403"/> βάραθρον ἡγούμενος, ὁ δ’ ἁγνεύων ἔρωτος ἄρρενος ἐς γυναῖκας ἐπτόητο. δυοῖν οὖν μαχομένοιν παθοῖν ἀγωνοθετήσας ἅμιλλαν οὐδ’ ἂν εἰπεῖν δυναίμην ὡς ὑπερευφράνθην· καί μοι τὰ τῶν λόγων ἴχνη ταῖς ἀκοαῖς ἐνεσφράγισται σχεδὸν ὡς ἀρτίως εἰρημένα. πᾶσαν οὖν ὑποτιμήσεως ἀφορμὴν ἐκποδὼν ἀποθέμενος ἃ παρ’ ἀμφοῖν ἤκουσα λεγόντοιν κατ’ ἀκριβὲς ἐπέξειμί σοι.</p></sp><pb facs="operaexrecogniti02luciuoft_0231"/><sp rend="align(indent)"><speaker>Θεόμνηστος</speaker><p>Καὶ μὴν ἔγωγε ἐπαναστὰς ἔνθεν ἀπαντικχρὺ καθεδοῦμαί σου, <quote rend="blockquote">δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.</quote> σὺ δ’ ἡμῖν τὰ πάλαι κλέα τῆς ἐρωτικῆς διαφορᾶς μελῳδία περαίνειν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="6"><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p>Ἐπ᾿ Ἰταλίαν μοι πλεῖν διανοουμένῳ ταχυναυτοῦν σκάφος εὐτρέπιστο τούτων τῶν δικρότων, οἷς μάλιστα χρῆσθαι Λιβυρνοὶ δοκοῦσιν ἔθνος Ἰονίῳ κόλπῳ παρῳκισμένον. ὡς δ’ ἐνῆν, πάντας ἐπιχωρίους θεοὺς <milestone unit="Reitz_page" n="404"/> προσκυνήσας καὶ Δία ξένιον ἵλεω συνεφάψασθαι τὴς ἀποδήμου στρατείας ἐπικαλεσάμενος ἀπ᾿ ἄστεος ὀρικῷ ζεύγει κατῄειν ἐπὶ θάλατταν· εἶτα τοὺς παραπέμποντας με δεξιωσάμενος — ἠκολούθει δὲ παιδείας λιπαρὴς ὄχλος, οἳ συνεχὲς ἡμῖν ἐντυγχάνοντες ἀνιαρῶς διεξευγνυντο — πρύμνης τῆς ἐπιβὰς ἐγγὺς ἐμαυτὸν ἵδρυσα τοῦ κυβερνήτου. καὶ ῥοθίῳ τῷ τῶν ἐλατήρων μετὰ μικρὸν ἀπὸ τῆς γῆς ἀναχθέντες, ἐπειδὴ μάλα καὶ κατόπιν ἡμᾶς ἐποίμαινον αὖραι, τὸν ἱστὸν ἐκ τῶν μεσοκοίλων ἄραντες καρχησίῳ τὸ κέρας προσεστείλαμεν· εἶτ’ ἀθρόας κατὰ τῶν καλῶν τὰς ὀθόνας ἐκχέαντες ἠρέμα πιμπλαμένου τοὺ λίνου κατ’ οὐδὲν οἶμαι βέλους ἐλάττονι ῥοίζῳ διιπτάμεθα βαρὺ τοῦ κύματος ὑποβρυχωμένου περὶ τὴν σχίζουσαν αὐτὸ πρῷραν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="7"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἀλλ’ ἅ γε μὴν ἐν τῷ μεταξὺ παράπλῳ σπουδῆς ἢ παιδιᾶς ἐχόμενα συνηνέχθη, καιρὸς οὐ πάνυ μηκύνειν. <milestone unit="Reitz_page" n="405"/> ὡς δὲ τῆς Κιλικίας τὴν ἔφαλον ἀμείψαντες εἰχόμεθα τοῦ Παμφυλίου κόλπου, Χελιδονέας ὑπερθέοντες οὐκ ἀμοχθεὶ τοὺς εὐτυχεῖς τῆς παλαιᾶς Ἑλλάδος ὅρους, ἑκάστῃ τῶν Λυκιακῶν πόλεων ἐπεξενούμεθα μύθοις τὰ πολλὰ χαίροντες· οὐδὲν γὰρ ἐν αὐταῖς σαφὲς εὐδαιμονίας ὁρᾶται λείψανον· ἄχρι τῆς Ἡλιάδος ἁψάμενοι Ῥόδου τὸ συνεχὲς τοὺ μεταξὺ πλοὺ διαναπαῦσαι πρὸς ὀλίγον ἐκρίναμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="8"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>οἱ μὲν οὖν ἐρέται τὸ σκάφος ἔξαλον ἐς γῆν ἀνασπάσαντες <pb facs="operaexrecogniti02luciuoft_0232"/> ἐγγὺς ἐσκήνωσαν, ἐγὼ δ’ εὐτρεπισμένου μοι ξενῶνος ἀπαντιkρὺ τοῦ Διονυσίου κατὰ σχολὴν ἐβάδιζον ὑπερφυοῦς ἀπολαύσεως ἐμπιπλάμενος· ἔστι γὰρ ὄντως ἡ πόλις Ἡλίου πρέπον ἔχουσα τῷ θεῷ τὸ κάλλος. ἐκπεριιὼν δὲ τὰς ἐν τῷ Διονυσίῳ στοὰς ἑκάστην γραφὴν κατώπτευον ἅμα τῷ τέρποντι τῆς ὄψεως ἡρωϊκοὺς μύθους ἀνανεού μενος· εὐθὺ γάρ μοι δύο ἢ καὶ τρεῖς προσερρύησαν ὀλίγου διαφόρου πᾶσαν ἱστορίαν ἀφηγούμενοι· τὰ δὲ πολλὰ <milestone unit="Reitz_page" n="406"/> καὶ αὐτὸς εἰκασίᾳ προὐλάμβανον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="9"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἤδη δὲ τῆς θέας ἅλις ἔχοντι καὶ διανοουμένῳ μοι βαδίζειν οἴκαδε τὸ ἥδιστον ἐπὶ ξένης ἀπήντησέ μοι κέρδος, ἄνδρες ἐκ παλαιοῦ χρόνου συνήθεις, οὖς οὐδ’ αὐτὸς ἀγνοεῖν μοι δοκεῖς πολλάκις ἡμῖν ἰδὼν ἐπιφοιτῶντας ἐνταῦθα, τὸν ἐκ Κορίνθου Χαρικλέα νεανίαν οὐκ ἄμορφον, ἔχοντά τι καὶ κομμωτικῆς ἀσκήσεως ἅτε οἶμαι γυναίοις ἐνωραϊζόμενον· ἅμα δ’ αὐτῷ καὶ Καλλικρατίδαν τὸν Ἀθηναῖον τὸν τρόπον ἁπλοϊκόν· προηγουμένως γὰρ πολιτικῶν λόγων προΐστατο καὶ ταυτησὶ τῆς ἀγοραίου ῥητορικῆς. ἦν δὲ καὶ τῷ σώματι γυμναστικός, οὐ δι᾿ ἄλλο τί μοι δοκεῖν τὰς παλαίστρας ἀγαπῶν ἢ διὰ τοὺς παιδικοὺς ἔρωτας· ὅλος γὰρ εἰς τοῦτο ἐπτόητο· τῷ δὲ πρὸς τὸ θῆλυ μίσει πολλὰ καὶ Προμηθεῖ κατηρᾶτο. πόρρωθεν οὖν ἰδὼν ἑκάτερός με γήθους καὶ χαρᾶς πλέοι προσέδραμον· εἶθ’ ὁποῖα φιλεῖ, δεξιωσάμενοι πρὸς αὐτὸν ἐλθεῖν ἑκάτερος ἠξίουν με. κἀγὼ φιλονεικοῦντας ὁρῶν περαιτέρω, Τὸ μὲν τήμερον, εἶπον, ὦ Καλλικρατίδα καὶ Χαρίκλεις, ἄμφω καλῶς ἔχον ἐστὶν ὑμᾶς παρ’ ἐμοὶ φοιτᾶν, ἵνα μὴ πλείω τὴν ἔριν ἐγείρητε· ταῖς δὲ ἐφεξῆς ἡμέραις — τρεῖς γὰρ ἐνταῦθα ἢ τέτταρας <milestone unit="Reitz_page" n="407"/> διέγνωκα μένειν — ἀμοιβαίως ἀνθεστιάσετέ με, κλήρῳ διακριθεὶς ὁ πρότερος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="10"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>δοκεῖ ταῦτα. κἀκείνην μὲν τὴν ἡμέραν εἱστιάρχουν ἐγώ, τῇ δ’ ἐπιούσῃ Καλλικρατίδας, εἶτα μετ’ αὐτὸν ὁ Χαρικλῆς. ἑώρων δὴ καὶ παρὰ τὴν <pb facs="operaexrecogniti02luciuoft_0233"/> ἑστίασιν ἐναργῆ τῆς ἑκατέρου διαθέσεως τεκμήρια· ὁ μὲν γὰρ Ἀθηναῖος εὐμόρφοις παισὶν ἐξήσκητο, καὶ πᾶς οἰκέτης αὐτῷ σχεδὸν ἀγένειος ἦν μέχρι τοῦ πρῶτον ὑπογραφέντος αὐτοῖς χνοῦ παραμένοντες, ἐπειδὰν δὲ ἰούλοις αἱ παρειαὶ πυκασθῶσιν, οἰκονόμοι καὶ τῶν Ἀθήνησι χωρίων κηδεμόνες ἀπεστέλλοντο. Χαρικλεῖ γε μὴν πολὺς ὀρχηστρίδων καὶ μουσουργῶν χορὸς εἵπετο καὶ πᾶν τὸ δωμάτιον ὡς ἐν Θεσμοφορίοις γυναικῶν μεστὸν ἦν ἀνδρὸς οὐδ’ ἀκαρὴ παρόντος. εἰ μή τί που νήπιον ἢ γέρων ὑπερῆλιξ ὀψοποιὸς ὀφθείη, τοῦ χρόνου ξηλοτυπίας ὑποψίαν οὐκ ἔχοντος. ἦν μὲν οὖν, ὡς ἔφην, καὶ ταῦθ’ ἱχανὰ τῆς ἀμφοτέρων γνώμης δείγματα. πολλάκις γε μὴν ἁψιμαχίαι τινὲς ἐπ᾿ ὀλίγον αὐτοῖς ἐκινήθησαν, οὐχ ὡς πέρας <milestone unit="Reitz_page" n="408"/> ἔχειν τι τὴν ζήτησιν. ἀλλ’ ἐπεὶ καιρὸς ἦν ἀνάγεσθαι, σύμπλους ἐθελήσαντας αὐτοὺς ἐπηγόμην· διενοοῦντο γὰρ εἰς τὴν Ἰταλίαν ἀπαίρειν ὁμοίως ἐμοί.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="11"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καὶ δόξαν ἡμῖν Κνίδῳ προσορμίσαι κατὰ θέαν τοῦ Ἀφροδίτης ἱεροῦ — ὑμνεῖται δὲ τούτου τὸ τῆς Πραξιτέλους εὐχερείας ὄντως ἐπαφρόδιτον — ἠρέμα τῂ γῂ προσηνέχθημεν αὐτῆς οἶμαι τῆς θεοῦ λιπαρᾷ γαλήνῃ πομποστολούσης τὸ σκαφος. τοῖς μὲν οὖν ἄλλοις ἔμελον αἱ συνήθεις παρασκευαί, ἐγὼ δὲ τὸ ἐρωτικὸν ζεῦγος ἑκατέρωθεν ἐξαψάμενος κύκλῳ περιῄειν τὴν Κνίδον οὐκ ἀγελαστὶ τῆς κεραμευτικῆς ἀκολασίας μετέχων ὡς ἐν Ἀφροδίτης πόλει. στοὰς δὲ Σωστράτου καὶ τἆλλα ὅσα τέρπειν ἡμᾶς ἐδύνατο, πρῶτον ἐκπεριελθόντες ἐπὶ τὸν νεὼν τῆς Ἀφροδίτης βαδίζομεν. <milestone unit="Reitz_page" n="409"/> νὼ μέν, ἐγώ τε καὶ Χαρικλῆς. πάνυ προθύμως, Καλλικρατίδας δ’ ὡς ἐπὶ θέαν θήλειαν ἄκων, ἥδιον ἂν οἶμαι τῆς Ἀφροδίτης τῆς Κνιδίας τὸν ἐν Θεσπιαῖς ἀντικαταλλαξάμενος Ἔρωτα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="12"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καί πὼς εὐθὺς ἡμῖν ἀπ’ αὐτοῦ τοῦ τεμένους Ἀφροδίσιοι προσέπνευσαν αὖραι· τὸ γὰρ αἴθριον οὐκ εἰς ἔδαφος ἄγονον μάλιστα λίθων πλαξὶ <pb facs="operaexrecogniti02luciuoft_0234"/> λείαις ἐστρωμένον, ἀλλ’ ὡς ἐν Ἀφροδίτης ἅπαν ἦν γόνιμον ἡμέρων καρπῶν, ἃ ταῖς κόμαις εὐθαλέσιν ἄχρι πόρρω βρύοντα τὸν πέριξ ἀέρα συνωρόφουν. περιττόν γὲ μὴν ἡ πυκνόκαρπος ἐτεθήλει μυρρίνη παρὰ τὴν δέσποιναν αὐτῆς δαψιλὴς πεφυκυῖα τῶν τε λοιπῶν δένδρων ἕκαστον, ὅσα κάλλους μετείληχεν· οὐδ’ αὐτὰ γέροντος ἤδη χρόνου πολιὰ καθαύαινεν, ἀλλ’ ὑπ’ ἀκμῆς σφριγῶντα νέοις κλωσὶν ἦν ὥρια. τούτοις δ’ ἀνεμέμικτο καὶ τὰ καρπῶν μὲν ἄλλως ἄγονα. τὴν δ’ εὐμορφίαν ἔχοντα <milestone unit="Reitz_page" n="410"/> καρπόν, κυπαρίττων γε καὶ πλατανίστων αἰθέρια μήκη καὶ σὺν αὐταῖς αὐτόμολος Ἀφροδίτης ἡ τῆς θεοῦ πάλαι φυγὰς Δάφνη. παντί γε μὴν δένδρῳ περιπλέγδην ὁ φίλερως προσείρπυζε κιττός. ἀμφιλαφεῖς ἄμπελοι πυκνοῖς κατήρτηντο βότρυσιν· τερπνοτέρα γὰρ Ἀφροδίτη μετὰ Διονύσου καὶ τὸ παρ’ ἀμφοῖν ἡδὺ σύγκρατον, εἰ δ’ ἀποζευχθεῖεν ἀλλήλων, ἧττον εὐφραίνουσιν. ἦν δ’ ὑπὸ ταῖς ἄγαν παλινσκίοις ὕλαις ἱλαραὶ κλισίαι τοῖς ἐνεστιᾶσθαι θέλουσιν, εἰς ἃ τῶν μὲν ἀστικῶν σπανίως ἐπεφοίτων τινές, ἀθρόος δ’ ὁ πολιτικὸς ὄχλος ἐπανηγύριζεν ὄντως ἀφροδισιάζοντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="13"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἐπεὶ δ’ ἱκανῶς τοῖς φυτοῖς ἐτέρφθημεν, <milestone unit="Reitz_page" n="411"/> εἴσω τοῦ νεὼ παρῄειμεν. ἡ μὲν οὖν θεὸς ἐν μέσῳ καθίδρυται — Παρίας δὲ λίθου δαίδαλμα κάλλιστον — ὑπερήφανον καὶ σεσηρότι γέλωτι μικρὸν ὑπομειδιῶσα. πᾶν δὲ τὸ κάλλος αὐτῆς ἀκάλυπτον οὐδεμιᾶς ἐσθῆτος ἀμπεχούσης γεγύμνωται, πλὴν ὅσα τῇ ἑτέρᾳ χειρὶ τὴν αἰδῶ λεληθότως ἐπικρύπτειν. τοσοῦτό γε μὴν ἡ δημιουργὸς ἴσχυσε τέχνη, ὥστε τὴν ἀντίτυπον οὕτω καὶ καρτερὰν τοῦ λίθου φύσιν ἑκάστοις μέλεσιν ἐπιπρέπειν. ὁ γοῦν Χαρικλῆς ἐμμανές τι καὶ παράφορον ἀναβοήσας, Εὐτυχέστατος, εἶπε, θεῶν ὁ διὰ ταύτην δεθεὶς Άρης, καὶ ἅμα προσδραμὼν λιπαροῖς τοῖς χείλεσιν ἐφ’ ὅσον ἦν δυνατὸν <milestone unit="Reitz_page" n="412"/> ἐκτείνων τὸν αὐχένα κατεφίλει· σιγῇ δ’ ἐφεστὼς ὁ Καλλικρατίδας <pb facs="operaexrecogniti02luciuoft_0235"/> κατὰ νοῦν ἀπεθαύμαζεν. ἔστι δ’ ἀμφίθυρος ὁ νεὼς τοῖς θέλουσι καὶ κατὰ νώτου τὴν θεὸν ἰδεῖν ἀκριβῶς, ἵνα μηδὲν αὐτῆς ἀθαύμαστον ᾖ. δι’ εὐμαρείας οὖν ἐστι τῇ ἑτέρα πύλῃ παρελθοῦσι τὴν ὄπισθεν εὐμορφίαν διαθρῆσαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="14"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>δόξαν οὖν ὅλην τὴν θεὸν ἰδεῖν, εἰς τὸ κατόπιν τοῦ σηκοῦ περιήλθομεν. εἶτ’ ἀνοιγείσης τῆς θύρας ὑπὸ τοῦ κλειδοφύλακος ἐμπεπιστευμένου γυναίου θάμβος αἰφνίδιον ἡμᾶς εἶχε τοῦ κάλλους. ὁ γοῦν Ἀθηναῖος ἡσυχῇ πρὸ μικροῦ βλέπων ἐπεὶ τὰ παιδικὰ μέρη τῆς θεοῦ κατώπτευσεν, ἀθρόως πολὺ τοῦ Χαρικλέους ἐμμανέστερον ἀνεβόησεν, Ἡράκλεις, ὅση μὲν τῶν μεταφρένων εὐρυθμία, πῶς δ’ ἀμφιλαφεῖς αἱ λαγόνες, ἀγκάλισμα χειροπληθές· ὡς δ’ εὐπερίγραφοι τῶν γλουτῶν αἱ σάρκες ἐπικυρτοῦνται μήτ’ ἄγαν ἐλλιπεῖς αὐτοῖς ὀστέοις προσεσταλμέναι μήτε εἰς ὑπέρογκον ἐκκεχυμέναι πιότητα. τῶν δὲ τοῖς ἰσχίοις ἐνεσφραγισμένων ἐξ ἑκατέρων <milestone unit="Reitz_page" n="413"/> τύπων οὐκ ἂν εἴποι τις ὡς ἡδὺς ὁ γέλως· μηροῦ τε καὶ κνήμης ἐπ᾿ εὐθὺ τεταμένης ἄχρι ποδὸς ἠκριβωμένοι ῥυθμοί. τοιοῦτος ἄρα Γανυμήδης ἐν οὐρανῷ Διὶ τὸ νέκταρ ἥδιον ἐγχεῖ· παρὰ μὲν γὰρ Ἥβης οὐχ ἂν ἐγὼ διακονουμένης ποτὸν ἐδεξάμην. ἐνθεαστικῶς ταῦτα τοῦ Καλλικρατίδου βοῶντος ὁ Χαρικλῆς ὑπὸ τοῦ σφόδρα θάμβους ὀλίγου δεῖν ἐπεπήγει τακερόν τι καὶ ῥέον ἐν τοῖς ὄμμασι πάθος ἀνυγραίνων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="15"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἐπεὶ δὲ τοῦ θαυμάζειν ὁ κόρος ἡμᾶς ἀπήλλαξεν, ἐπὶ θατέρου μηροῦ σπίλον εἴδομεν ὥσπερ ἐν ἐσθῆτι κηλῖδα· ἤλεγχε δ’ αὐτοῦ τὴν ἀμορφίαν ἡ περὶ τἆλλα τῆς λίθου λαμπρότης. ἐγὼ μὲν οὖν πιθανῇ τἀληθὲς εἰκασίᾳ τοπάξων φύσιν ᾤμην τοῦ λίθου τὸ βλεπόμενον εἶναι· πάθος γὰρ οὐδὲ τούτων ἔστιν ἔξω, πολλὰ δὲ τοῖς κατ’ ἄκρον εἶναι δυναμένοις καλοῖς ἡ τύχη παρεμποδίζει. μέλαιναν οὖν ἐσπιλῶσθαι φυσικήν τινα κηλῖδα νομίζων καὶ κατὰ τοῦτο τοῦ Πραξιτέλους <pb facs="operaexrecogniti02luciuoft_0236"/> ἐθαύμαζον, ὅτι τοῦ λίθου τὸ δύσμορφον ἐν τοῖς ἧττον ἐλέγχεσθαι δυναμένοις μέρεσιν ἀπέκρυψεν. ἡ δὲ παρεστῶσα <milestone unit="Reitz_page" n="414"/> πλησίον ἡμῶν ζάκορος ἀπίστου λόγου καινὴν παρέδωκεν ἱστορίαν· ἔφη γὰρ οὐκ ἀσήμου γένους νεανίαν — ἡ δὲ πρᾶξις ἀνώνυμον αὐτὸν ἐσίγησε — πολλάκις ἐπιφοιτῶντα τῷ τεμένει σὺν δειλαίῳ δαίμονι ἐρασθῆναι τῆς θεοῦ καὶ πανήμερον αὐτὸν ἐνδιατρίβοντα τῷ ναῷ κατ’ ἀρχὰς ἔχειν δεισιδαίμονος ἁγιστείας δόκησιν· ἔκ τε γὰρ τῆς ἑωθινῆς κοίτης πολὺ προλαμβάνων τὸν ὄρθρον ἐπεφοίτα καὶ μετὰ δύσιν ἄκων ἐβάδιζεν οἴκαδε τήν θ’ ὅλην ἡμέραν ἀπαντικρὺ τῆς θεοῦ καθεζόμενος ὀρθὰς ἐπ’ αὐτὴν διηνεκῶς τὰς τῶν ὀμμάτων βολὰς ἀπήρειδεν. ἄσημοι δ’ αὐτῷ ψιθυρισμοὶ καὶ κλεπτομένης λαλιᾶς ἐρωτικαὶ διεπεραίνοντο μέμψεις.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="16"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἐπειδὰν δὲ καὶ μικρὰ τοῦ <milestone unit="Reitz_page" n="415"/> πάθους ἑαυτὸν ἀποβουκολῆσαι θελήσειε, προσειπών, τῇ δὲ τραπέζῃ τέτταρας ἀστραγάλους Λιβυκῆς δορκὸς ἀπαριθμήσας διεπέττευε τὴν ἐλπίδα, καὶ βαλὼν μὲν ἐπίσκοπα, μάλιστα δ’ εἴ ποτε τὴν θεὸν αὐτὴν εὐβολήσειε, μηδενὸς ἀστραγάλου πεσόντος ἴσῳ σχήματι, προσεκύνει τῆς ἐπιθυμίας τεύξεσθαι νομίζων· εἰ δ’, ὁποῖα φιλεῖ, φαύλως κατὰ τῆς τραπέζης ῥίψειεν. οἱ δ’ ἐπὶ τὸ δυσφημότερον ἀνασταῖεν, ὅλῃ Κνίδῳ καταρώμενος ὡς ἐπ’ ἀνηκέστῳ συμφορᾷ κατήφει καὶ δι᾿ ὀλίγου συναρπάσας ἑτέρῳ βόλῳ τὴν πρὶν ἀστοχίαν ἐθεράπευεν. ἤδη δὲ πλέον αὐτῷ τοῦ πάθους ἐρεθιζομένου τοῖχος ἅπας ἐχαράσσετο καὶ <milestone unit="Reitz_page" n="416"/> πᾶς μαλακοῦ δένδρου φλοιὸς Ἀφροδίτην καλὴν ἐκήρυσσεν· ἐτιμᾶτο δ’ ἐξ ἴσου Διὶ Πραξιτέλης καὶ πᾶν ὅ τι κειμήλιον εὐπρεπὲς οἴκοι φυλάττοιτο, τοῦτ’ ἦν ἀνάθημα τῆς, θεοῦ. πέρας αἱ σφοδραὶ τῶν ἐν αὐτῷ πόθων ἐπιτάσεις ἀπενοήθησαν, εὑρέθη δὲ τόλμα τῆς ἐπιθυμίας μαστροπός· ἤδη γὰρ ἐπὶ δύσιν ἡλίου κλίνοντος ἠρέμα λαθὼν τοὺς παρόντας ὄπισθε τῆς θύρας παρεισερρύη καὶ <pb facs="operaexrecogniti02luciuoft_0237"/> στὰς ἀφανὴς ἐνδοτάτω σχεδὸν οὐδ’ ἀναπνέων ἠτρέμει, συνήθως δὲ τῶν ζακόρων ἔξωθεν τὴν θύραν ἐφελκυσαμένων ἔνδον ὁ καινὸς Ἀγχίσης καθεῖρκτο. καὶ τί γὰρ ἀρρήτου νυκτὸς ἐγὼ τόλμαν ἡ λάλος ἐπ’ ἀκριβὲς ὑμῖν διηγοῦμαι; τῶν ἐρωτικῶν περιπλοκῶν ἴχνη ταῦτα μεθ’ ἡμέραν ὤφθη καὶ τὸν σπίλον εἶχεν ἡ θεὸς ὧν ἔπαθεν ἔλεγχον. αὐτόν γε μὴν τὸν νεανίαν, ὡς ὁ δημώδης ἱστορεῖ λόγος, ἢ κατὰ πετρῶν φασιν ἢ κατὰ πελαγίου κύματος ἐνεχθέντα παντελῶς ἀφανῆ γενέσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="17"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ταῦτα τῆς ζακόρου διηγουμένης μεταξὺ τοῦ λόγου διαβοήσας εἶπεν <milestone unit="Reitz_page" n="417"/> ὁ Χαρικλῆς, Οὐκοῦν τὸ θῆλυ. κἂν λίθινον ᾖ, φιλεῖται. τί δ’, εἴ τις ἔμψυχον εἶδε τοιοῦτο κάλλος; ἆρ’ οὐκ ἂν ἡ μία νὺξ τῶν τοῦ Διὸς σκήπτρων ἐτιμᾶτο; μειδιάσας δὲ ὁ Καλλικρατίδας, Οὐδέπω, φησίν, ἴσμεν, ὦ Χαρίκλεις, εἰ πολλῶν ἀκουσόμεθα τοιούτων διηγημάτων, ὅταν ἐν Θεσπιαῖς γενώμεθα. καὶ νῦν δὲ τῆς ὑπὸ σοῦ ξηλουμένης Ἀφροδίτης ἐναργές ἐστι τοῦτο δεῖγμα. Πῶς; ἐρομένου τοῦ Χαρικλέους, ἄγαν πιθανῶς μοι ἔδοξε λέγειν ὁ Καλλικρατίδας· ἔφη γὰρ ὡς ὁ ἐρασθεὶς νεανίας παννυχου σχολῆς λαβόμενος, ὥσθ’ ὅλην τοῦ πάθους ἔχειν ἐξουσίαν κορεσθῆναι. παιδικῶς τῷ λίθῳ προσωμίλησε βουληθεὶς οἶδ’ ὅτι μηδ’ ἐν τῷ θήλει πρόσθεν εἶναι τὸ θῆλυ. πολλὼν οὖν ἀκρίτων ἀφυλακτουμένων λόγων τὸν συμμιγῆ καταπαύσας ἐγὼ θόρυβον, Ἄνδρες, εἶπον, ἑταῖροι, τῆς κατὰ κόσμον ἔχεσθε ζητήσεως, ὡς εὐπρεπής ἐστι νόμος παιδείας. ἀπαλλαγέντες οὖν τῆς ἀτάκτου καὶ πέρας οὐδὲν ἐχούσης φιλονεικίας ἐν μέρει ὑπὲρ τῆς αὐτὸς ἑαυτοῦ δόξης ἑκάτερος ἀποτείνασθε· καὶ γὰρ οὐδέπω <milestone unit="Reitz_page" n="418"/> καιρὸς ἐπὶ ναῦν ἀπιέναι· τῇ δὲ σχολῇ καταχρηστέον εἰς ἱλαρίαν καὶ μετὰ τέρψεως ὠφελῆσαι δυναμένην σπουδήν. ὑπεκστάντες οὖν τοῦ νεὼ — πολὺς γὰρ ὁ κατ’ εὐσέβειαν ἐπιφοιτῶν ὄχλος — εἰς ἕν τι τῶν συμποσίων ἀποκλίνωμεν, <pb facs="operaexrecogniti02luciuoft_0238"/> ὅπως δι’ ἠρεμίας ἀκούειν τε καὶ λέγειν ἄττ’ ἂν ᾖ βουλομένοις ἐξῇ. μέμνησθε δὲ ὡς ὁ τήμερον ἡττηθεὶς οὐκέτ’ αὖθις ἡμῖν περὶ τῶν ἴσων διοχλήσει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="18"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καλῶς ἔδοξα ταῦτα λέγειν καὶ συγκαταινεσάντων ἐξῄειμεν, ἐγὼ μὲν ἡδόμενος οὐδεμιᾶς μὲ πιεζούσης φροντίδος, οἱ δ’ ἐπὶ συννοίας μεγάλην ἐν ἑαυτοῖς σκέψιν ἄνω καὶ κάτω κυκλοῦντες ὡς περὶ τῆς προπομπίας ἀγωνιούμενοι Πλαταιᾶσιν. ἐπεὶ δ’ ἥκομεν εἴς τι συνηρεφὲς καὶ παλίνσκιον ὥρᾳ θέρους ἀναπαυστήριον, Ἡδύς, εἰπών, ὁ τόπος, ἐγώ, καὶ γὰρ οἱ κατὰ κορυφὴν λιγυρὸν ὑπηχοῦσι τέττιγες, ἐν μέσῳ πάνυ δικαστικῶς καθεζόμην αὐτὴν ἐπὶ ταῖς ὀφρύσι τὴν Ἡλιαίαν ἔχων. προθεὶς δ’ ἀμφοτέροις κλῆρον ὑπὲρ τοῦ τίνα χρὴ πρῶτον εἰπεῖν, ἐπειδὴ Χαρικλῆς ἐλελόγχει πρότερον, εὐθὺς ἐνάρχεσθαι τοῦ λόγου διεκελευσάμην.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="19"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ὁ δὲ τῇ δεξιᾷ τὸ πρόσωπον ἀνατρίψας ἡσυχῇ καὶ μικρὸν ἐπισχὼν ἄρχεται τῇδέ πη, Σέ, δέσποινα, τῶν ὑπὲρ σοῦ λόγων, Ἀφροδίτη, σε βοηθὸν αἱ ἐμαὶ δεήσεις καλούσιν· ἅπαντι μὲν γὰρ ἔργῳ κἂν βραχὺ τῆς ἰδίας πειθοῦς ἐπιστάξῃς, τελειότατόν ἐστιν, οἱ δ’ ἐρωτικοὶ λόγοι περιττῶς σοῦ δέονται· σὺ γὰρ αὐτῶν γνησιωτάτη <milestone unit="Reitz_page" n="419"/> μήτηρ. ἴθι δὴ γυναιξὶ συνήγορος ἡ θήλεια, χάρισαι δὲ καὶ τοῖς ἀνδράσι μένειν ἄρρεσιν, ὡς ἐγεννήθησαν. ἔγωγ’ οὖν εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου τὴν προμήτορα καὶ πάσης γενέσεως πρωτόρριζον ὧν ἀξιῶ μάρτυρα ἐπικαλοῦμαι, λέγω δὲ τὴν ἱερὰν τῶν ὅλων φύσιν, ἣ τὰ πρῶτα πηξαμένη στοιχεῖα τοῦ κόσμου γῆν ἀέρα πῦρ ὕδωρ τῇ πρὸς ἀλληλα τούτων ἐπικράσει πᾶν ἐζῳογόνησεν ἔμψυχον. ἐπισταμένη δ’ ὅτι θνητῆς ἐσμὲν ὕλης δημιούργημα καὶ βραχὺς χρόνος ὁ τοῦ ζῆν ἑκάστῳ καθείμαρται, τὴν ἑτέρου φθορὰν ἄλλου γένεσιν ἐμηχανήσατο καὶ τῷ θνήσκοντι τὸ τικτόμενον ἀντεμέτρησεν, ἵνα ταῖς παρ’ ἀλλήλων διαδοχαῖς εἰς τὸν ἀεὶ χρόνον ζῶμεν. ἐπεὶ δ’ ἦν ἄπορον ἐξ <pb facs="operaexrecogniti02luciuoft_0239"/> ἑνός τι γεννᾶσθαι, διπλὴν ἐν ἑκάστῳ φύσιν ἐμηχανήσατο· τοῖς μὲν γὰρ ἄρρεσιν ἰδίας καταβολὰς σπερμάτων χαρισαμένη, τὸ θῆλυ δ’ ὥσπερ γονῆς τι δοχεῖον ἀποφήνασα, κοινὸν ἀμφοτέρῳ γένει πόθον ἐγκερασαμένη συνέζευξεν ἀλλήλοις, θεσμὸν ἀνάγκης ὅσιον καταγράψασα μένειν ἐπὶ τῆς οἰκείας φύσεως ἑκάτερον, καὶ μήτε τὸ θήλυ παρὰ φύσιν ἀρρενοῦσθαι μήτε τἄρρεν ἀπρεπῶς μαλακίζεσθαι. διὰ τοῦθ’ αἱ σὺν γυναιξὶν ἀνδρῶν ὁμιλίαι μέχρι δεῦρο τὸν ἀνθρώπινον βίον ἀθανάτοις διαδοχαῖς φυλάττουσιν· οὐδεὶς δ’ ἀνὴρ ἀπ᾿ ἀνδρὸς αὐχεῖ γενέσθαι. <milestone unit="Reitz_page" n="420"/> δυοῖν δ’ ὀνομάτοιν σεβασμίοιν πᾶσαι τιμαὶ μένουσιν ἐξ ἴσου πατρὶ μητέρα προσκυνούντων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="20"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>κατ’ ἀρχὰς μὲν οὖν ἔθ’ ἡρωϊκὰ φρονῶν ὁ βίος καὶ τὴν γείτονα θεῶν σέβων ἀρετὴν οἷς ἐνομοθέτησεν ἡ φύσις ἐπειθάρχει, καὶ καθ’ ἡλικίας μέτρα γυναιξὶ ζευγνύμενοι γενναίων πατέρες ἐγίγνοντο τέκνων· κατὰ μικρὸν δ’ ὁ χρόνος ἀπ᾿ ἐκείνου τοῦ μεγέθους ἐς τὰ τῆς ἡδονῆς καταβαίνων βάραθρα ξένας ὁδοὺς καὶ παρηλλαγμένας ἀπολαύσεων ἔτεμνεν. εἶθ’ ἡ πάντα τολμῶσα τρυφὴ τὴν φύσιν αὐτὴν παρενόμησε· καὶ τίς ἄρα πρῶτος ὀφθαλμοῖς τὸ ἄρρεν εἶδεν ὡς θῆλυ, δυοῖν θάτερον ἢ τυραννικῶς βιασάμενος ἢ πείσας πανούργως; συνῆλθε δ’ εἰς μίαν κοίτην μία φύσις· αὐτοὺς δ’ ἐν ἀλλήλοις ὁρῶντες οὔθ’ ἃ δρῶσιν οὔθ’ ἃ πάσχουσιν ᾐδοῦντο, κατὰ πετρῶν δέ, φασίν, ἀγόνων σπείραντες ὀλίγης ἡδονῆς ἀντικατηλλάξαντο μεγάλην ἀδοξίαν. </p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>