<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:1-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:1-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="1"><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p><milestone unit="Reitz_page" n="397"/> Ἐρωτικῆς παιδιᾶς, ἑταῖρέ μοι Θεόμνηστε, ἐξ ἑωθινοῦ πεπλήρωκας ἡμῶν τὰ κεκμηκότα πρὸς τὰς συνεχεῖς σπουδὰς ὦτα, καί μοι σφόδρα διψῶντι τοιαύτης ἀνέσεως εὔκαιρος ἡ τῶν ἱλαρῶν σου λόγων ἐρρύη χάρις· ἀσθενὴς γὰρ ἡ ψυχὴ διηνεκοῦς σπουδῆς ἀνέχεσθαι, ποθοῦσι δ’ οἱ φιλότιμοι πόνοι μικρὰ τῶν ἐπαχθῶν φροντίδων χαλασθέντες εἰς ἡδονὰς ἀνίεσθαι. πάνυ δή μὲ ὑπὸ τὸν ὄρθρον ἡ τῶν ἀκολάστων σου διηγημάτων αἱμύλη καὶ γλυκεῖα πειθὼ κατεύφρανεν, ὥστ᾽ ὀλίγου δεῖν Ἀριστείδης ἐνόμιζον εἶναι τοῖς Μιλησιακοῖς λόγοις ὑπερκηλούμενος, ἄχθομαί τε νὴ τοὺς σοὺς ἔρω τας, οἷς πλατὺς εὑρέθης σκοπός, ὅτι πέπαυσαι διηγούμενος· καί σὲ πρὸς αὐτῆς ἀντιβολοῦμεν Ἀφροδίτης, εἰ <milestone unit="Reitz_page" n="398"/> περιττά μὲ λέγειν ἔοικας, εἴ τις ἄρρην ἢ καὶ νὴ Δία θῆλυς ἐφεῖταί σοι πόθος, ἠρέμα τῇ μνήμῃ ἐκκαλέσασθαι. καὶ γὰρ ἄλλως ἑορταστικὴν ἄγομεν ἡμέραν Ἡράκλεια θύοντες· οὐκ ἀγνοεῖς δὲ δή που τὸν θεὸν ὡς ὀξὺς ἦν πρὸς Ἀφροδίτην· ἥδιστα οὖν δοκεῖ μοι τῶν λόγων τὰς θυσίας προσήσεσθαι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="2"><sp rend="align(indent)"><speaker>Θεόμνηστος</speaker><p>Θᾶττον ἄν μοι, ὦ Λυκῖνε, θαλάττης κύματα καὶ πυκνὰς ἀπ’ οὐρανοῦ νιφάδας ἀριθμήσειας ἢ τοὺς ἐμοὺς Ἔρωτας. ἐγὼ γοῦν ἅπασαν αὐτῶν κενὴν ἀπολελεῖφθαι φαρέτραν νομίζω, κἂν ἐπ’ ἄλλον τινὰ πτῆναι θελήσωσιν, ἄνοπλος αὐτῶν ἡ δεξιὰ γελασθήσεται· σχεδὸν γὰρ ἐκ τῆς ἀντίπαιδος ἡλικίας εἰς τοὺς ἐφήβους κριθεὶς ἄλλαις ἀπ᾿ ἄλλων ἐπιθυμίαις βουκολοῦμαι· διάδοχοι ἔρωτες ἀλλήλων καὶ πρὶν ἢ λῆξαι τοὺς προτέρους, <milestone unit="Reitz_page" n="399"/> ἄρχονται δεύτεροι, κάρηνα Λερναῖα τῆς παλιμφυοῦς <pb facs="operaexrecogniti02luciuoft_0229"/> Ὕδρας πολυπλοκώτερα μηδ’ Ἰόλεων βοηθὸν ἔχειν δυναάμενα· πυρὶ γὰρ οὐ σβέννυται πῦρ. οὕτω τις ὑγρὸς τοῖς ὄμμασιν ἐνοικεῖ μύωψ, ὃς ἅπαν κάλλος εἰς αὑτὸν ἁρπάξων ἐπ’ οὐδενὶ κόρῳ παύεται· καὶ συνεχὲς ἀπορεῖν ἐπέρχεταί μοι, τίς οὗτος Ἀφροδίτης ὁ χόλος· οὐ γὰρ Ἡλιάδης ἐγώ τις οὐδὲ Λημνιάδων ὕβρεις οὐδὲ Ἱππολύτειον ἀγροικίαν ὠφρυωμένος, ὡς ἐρεθίσαι τῆς θεοῦ τὴν ἄπαυστον ταύτην ὀργήν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="3"><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p>Πέπαυσο τῆς ἐπιπλάστου καὶ δυσχεροῦς ταύτης ὑποκρίσεως, Θεόμνηστε. ἄχθῃ γὰρ ὅτι τούτῳ τῷ βίῳ ἡ τύχη προσεκλήρωσέ σε, καὶ χαλεπὸν εἶναι νομίζεις, εἰ γυναιξὶν ὡραίαις καὶ μετὰ παίδων τὸ καλὸν ἀνθούντων ὁμιλεῖς; ἀλλα σοι καὶ καθαρσίων τάχα δεήσει πρὸς <milestone unit="Reitz_page" n="400"/> τὸ δυσχερὲς οὕτω νόσημα· δεινὸν γὰρ τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτον τὸν πολὺν ἐκχέας λῆρον εὐδαίμονα σαυτὸν εἶναι νομιεῖς, ὅτι σοι ὁ θεὸς οὐκ αὐχμηρὰν γεωργίαν ἐπέκλωσεν οὐδ’ ἐμπορικὰς ἄλας καὶ στρατιώτην ἐν ὅπλοις βίον, ἀλλὰ λιπαραὶ παλαῖστραι μέλουσί σοι καὶ φαιδρὰ μὲν ἐσθὴς μέχρι ποδῶν τὴν τρυφὴν καθειμένη, διακριδὸν δ’ ἠσκημένης κόμης ἐπιμέλεια; τῶν γε μὴν ἐρωτικῶν ἱμέρων καὶ αὐτὸ τὸ βασανίζον εὐφραίνει καὶ γλυκὺς ὀδοὺς ὃ τοῦ πόθου δάκνει· πειράσας μὲν γὰρ ἐλπίζεις, τυχὼν δ’ ἀπολέλαυκας· ἴση δὲ ἡδονὴ τὸ παρεῖναι καὶ τὸ μέλλον. ἔναγχος γοῦν διηγουμένου σοῦ τὸν πολύν, ὡς καὶ παρ’ Ἡσιόδῳ, κατάλογον ὧν ἀρχῆθεν ἠράσθης, ἱλαραὶ μὲν τῶν ὀμμάτων αἱ βολαὶ τακερῶς ἀνυγραίνοντο, <milestone unit="Reitz_page" n="401"/> τὴν φωνὴν δ’ ἴσην τῇ Λυκάμβου θυγατρὶ λεπτὸν ἀφηδύνων ἀπ᾿ αὐτοῦ τοῦ σχήματος εὐθὺς δῆλος ἦς οὐκ ἐκείνων μόνων, ἀλλὰ καὶ τῆς ἐπ᾿ αὐτοῖς μνήμης ἐρῶν. ἀλλ’ εἴ τί σοι τοῦ κατὰ τὴν Ἀφροδίτην περίπλου λείψανον ἀφεῖται, μηδὲν ἀποκρύψῃ, τῷ δὲ Ἡρακλεῖ τὴν θυσίαν ἐντελὴ παράσχου. </p></sp></div><pb facs="operaexrecogniti02luciuoft_0230"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="4"><sp rend="align(indent)"><speaker>Θεόμνηστος</speaker><p>Βουφάγος μὲν ὁ δαίμων, ὦ Λυκῖνε, καὶ ταῖς ἀκάπνοις, φασί, τῶν θυσιῶν ἥκιστα τερπόμενος. ἐπεὶ δ’ αὐτοῦ τὴν ἐτήσιον ἑορτὴν λόγῳ γεραίρομεν, αἱ μὲν ἐμαὶ διηγήσεις ἐξ ἑωθινοῦ παραταθεῖσαι κόρον ἔχουσιν, ἡ δὲ σὴ Μοῦσα τῆς συνήθους μεθαρμοσαμένη σπουδῆς ἱλαρῶς τῷ θεῷ συνδιημερευσάτω, καί μοι γενοῦ δικαστὴς ἴσος, ἐπεὶ μηδ’ εἰς ἕτερόν σε τοῦ πάθους ῥέποντα ὁρῶ, ποτέρους ἀμείνονας ἡγῇ, τοὺς φιλόπαιδας <milestone unit="Reitz_page" n="402"/> ἢ τοὺς γυναίοις ἀσμενίζοντας; ἐγὼ μὲν γὰρ ὁ πληγεὶς ἑκατέρῳ καθάπερ ἀκριβὴς τρυτάνη ταῖς ἐπ᾿ ἀμφότερα πλάστιγξιν ἰσορρόπως ταλαντεύομαι, σὺ δ’ ἐκτὸς ὢν ἀδεκάστῳ κριτῇ τῷ λογισμῷ τὸ βέλτιον αἱρήσῃ. πᾶντα δὴ περιελὼν ἀκκισμόν, ὦ φιλότης, ᾓν πεπίστευκέ σοι ψῆφον ἡ περὶ τῶν ἐμῶν ἐρώτων κρίσις, ἤδη φέρε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="5"><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p>Παιδιᾶς, ὦ Θεόμνηστε, καὶ γέλωτος ἡγῇ τὴν διήγησιν; ἡ δ’ ἐπαγγέλλεται καὶ σπουδαῖον. ἐγὼ γοῦν ἐξ ὑπογύου τῆς ἐπιχειρήσεως ἡψάμην, εἰδὼς ὅτι λίαν σπουδαία, ἐξ ὅτου δυοῖν ἀνδροῖν ἀκηκοὼς περὶ τούτοιν συντόνως ἁμιλλωμένοιν ἔτι τὴν μνήμην ἔναυλον ἔχω. διήρητο δ’ αὐτῶν ἅμα τοῖς λόγοις τὰ πάθη οὐχ ὥσπερ σὺ κατ’ εὐκολίαν ψυχῆς ἄϋπνος ὢν διττοὺς ἄρνυσαι μισθούς <quote rend="blockquote">τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων,</quote> ἀλλ’ ὁ μὲν ὑπερφυῶς παιδικοῖς ἥδετο τὴν θήλειαν Ἀφροδίτην <milestone unit="Reitz_page" n="403"/> βάραθρον ἡγούμενος, ὁ δ’ ἁγνεύων ἔρωτος ἄρρενος ἐς γυναῖκας ἐπτόητο. δυοῖν οὖν μαχομένοιν παθοῖν ἀγωνοθετήσας ἅμιλλαν οὐδ’ ἂν εἰπεῖν δυναίμην ὡς ὑπερευφράνθην· καί μοι τὰ τῶν λόγων ἴχνη ταῖς ἀκοαῖς ἐνεσφράγισται σχεδὸν ὡς ἀρτίως εἰρημένα. πᾶσαν οὖν ὑποτιμήσεως ἀφορμὴν ἐκποδὼν ἀποθέμενος ἃ παρ’ ἀμφοῖν ἤκουσα λεγόντοιν κατ’ ἀκριβὲς ἐπέξειμί σοι.</p></sp><pb facs="operaexrecogniti02luciuoft_0231"/><sp rend="align(indent)"><speaker>Θεόμνηστος</speaker><p>Καὶ μὴν ἔγωγε ἐπαναστὰς ἔνθεν ἀπαντικχρὺ καθεδοῦμαί σου, <quote rend="blockquote">δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.</quote> σὺ δ’ ἡμῖν τὰ πάλαι κλέα τῆς ἐρωτικῆς διαφορᾶς μελῳδία περαίνειν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="6"><sp rend="align(indent)"><speaker>Λυκίνος</speaker><p>Ἐπ᾿ Ἰταλίαν μοι πλεῖν διανοουμένῳ ταχυναυτοῦν σκάφος εὐτρέπιστο τούτων τῶν δικρότων, οἷς μάλιστα χρῆσθαι Λιβυρνοὶ δοκοῦσιν ἔθνος Ἰονίῳ κόλπῳ παρῳκισμένον. ὡς δ’ ἐνῆν, πάντας ἐπιχωρίους θεοὺς <milestone unit="Reitz_page" n="404"/> προσκυνήσας καὶ Δία ξένιον ἵλεω συνεφάψασθαι τὴς ἀποδήμου στρατείας ἐπικαλεσάμενος ἀπ᾿ ἄστεος ὀρικῷ ζεύγει κατῄειν ἐπὶ θάλατταν· εἶτα τοὺς παραπέμποντας με δεξιωσάμενος — ἠκολούθει δὲ παιδείας λιπαρὴς ὄχλος, οἳ συνεχὲς ἡμῖν ἐντυγχάνοντες ἀνιαρῶς διεξευγνυντο — πρύμνης τῆς ἐπιβὰς ἐγγὺς ἐμαυτὸν ἵδρυσα τοῦ κυβερνήτου. καὶ ῥοθίῳ τῷ τῶν ἐλατήρων μετὰ μικρὸν ἀπὸ τῆς γῆς ἀναχθέντες, ἐπειδὴ μάλα καὶ κατόπιν ἡμᾶς ἐποίμαινον αὖραι, τὸν ἱστὸν ἐκ τῶν μεσοκοίλων ἄραντες καρχησίῳ τὸ κέρας προσεστείλαμεν· εἶτ’ ἀθρόας κατὰ τῶν καλῶν τὰς ὀθόνας ἐκχέαντες ἠρέμα πιμπλαμένου τοὺ λίνου κατ’ οὐδὲν οἶμαι βέλους ἐλάττονι ῥοίζῳ διιπτάμεθα βαρὺ τοῦ κύματος ὑποβρυχωμένου περὶ τὴν σχίζουσαν αὐτὸ πρῷραν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="7"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἀλλ’ ἅ γε μὴν ἐν τῷ μεταξὺ παράπλῳ σπουδῆς ἢ παιδιᾶς ἐχόμενα συνηνέχθη, καιρὸς οὐ πάνυ μηκύνειν. <milestone unit="Reitz_page" n="405"/> ὡς δὲ τῆς Κιλικίας τὴν ἔφαλον ἀμείψαντες εἰχόμεθα τοῦ Παμφυλίου κόλπου, Χελιδονέας ὑπερθέοντες οὐκ ἀμοχθεὶ τοὺς εὐτυχεῖς τῆς παλαιᾶς Ἑλλάδος ὅρους, ἑκάστῃ τῶν Λυκιακῶν πόλεων ἐπεξενούμεθα μύθοις τὰ πολλὰ χαίροντες· οὐδὲν γὰρ ἐν αὐταῖς σαφὲς εὐδαιμονίας ὁρᾶται λείψανον· ἄχρι τῆς Ἡλιάδος ἁψάμενοι Ῥόδου τὸ συνεχὲς τοὺ μεταξὺ πλοὺ διαναπαῦσαι πρὸς ὀλίγον ἐκρίναμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="8"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>οἱ μὲν οὖν ἐρέται τὸ σκάφος ἔξαλον ἐς γῆν ἀνασπάσαντες <pb facs="operaexrecogniti02luciuoft_0232"/> ἐγγὺς ἐσκήνωσαν, ἐγὼ δ’ εὐτρεπισμένου μοι ξενῶνος ἀπαντιkρὺ τοῦ Διονυσίου κατὰ σχολὴν ἐβάδιζον ὑπερφυοῦς ἀπολαύσεως ἐμπιπλάμενος· ἔστι γὰρ ὄντως ἡ πόλις Ἡλίου πρέπον ἔχουσα τῷ θεῷ τὸ κάλλος. ἐκπεριιὼν δὲ τὰς ἐν τῷ Διονυσίῳ στοὰς ἑκάστην γραφὴν κατώπτευον ἅμα τῷ τέρποντι τῆς ὄψεως ἡρωϊκοὺς μύθους ἀνανεού μενος· εὐθὺ γάρ μοι δύο ἢ καὶ τρεῖς προσερρύησαν ὀλίγου διαφόρου πᾶσαν ἱστορίαν ἀφηγούμενοι· τὰ δὲ πολλὰ <milestone unit="Reitz_page" n="406"/> καὶ αὐτὸς εἰκασίᾳ προὐλάμβανον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="9"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἤδη δὲ τῆς θέας ἅλις ἔχοντι καὶ διανοουμένῳ μοι βαδίζειν οἴκαδε τὸ ἥδιστον ἐπὶ ξένης ἀπήντησέ μοι κέρδος, ἄνδρες ἐκ παλαιοῦ χρόνου συνήθεις, οὖς οὐδ’ αὐτὸς ἀγνοεῖν μοι δοκεῖς πολλάκις ἡμῖν ἰδὼν ἐπιφοιτῶντας ἐνταῦθα, τὸν ἐκ Κορίνθου Χαρικλέα νεανίαν οὐκ ἄμορφον, ἔχοντά τι καὶ κομμωτικῆς ἀσκήσεως ἅτε οἶμαι γυναίοις ἐνωραϊζόμενον· ἅμα δ’ αὐτῷ καὶ Καλλικρατίδαν τὸν Ἀθηναῖον τὸν τρόπον ἁπλοϊκόν· προηγουμένως γὰρ πολιτικῶν λόγων προΐστατο καὶ ταυτησὶ τῆς ἀγοραίου ῥητορικῆς. ἦν δὲ καὶ τῷ σώματι γυμναστικός, οὐ δι᾿ ἄλλο τί μοι δοκεῖν τὰς παλαίστρας ἀγαπῶν ἢ διὰ τοὺς παιδικοὺς ἔρωτας· ὅλος γὰρ εἰς τοῦτο ἐπτόητο· τῷ δὲ πρὸς τὸ θῆλυ μίσει πολλὰ καὶ Προμηθεῖ κατηρᾶτο. πόρρωθεν οὖν ἰδὼν ἑκάτερός με γήθους καὶ χαρᾶς πλέοι προσέδραμον· εἶθ’ ὁποῖα φιλεῖ, δεξιωσάμενοι πρὸς αὐτὸν ἐλθεῖν ἑκάτερος ἠξίουν με. κἀγὼ φιλονεικοῦντας ὁρῶν περαιτέρω, Τὸ μὲν τήμερον, εἶπον, ὦ Καλλικρατίδα καὶ Χαρίκλεις, ἄμφω καλῶς ἔχον ἐστὶν ὑμᾶς παρ’ ἐμοὶ φοιτᾶν, ἵνα μὴ πλείω τὴν ἔριν ἐγείρητε· ταῖς δὲ ἐφεξῆς ἡμέραις — τρεῖς γὰρ ἐνταῦθα ἢ τέτταρας <milestone unit="Reitz_page" n="407"/> διέγνωκα μένειν — ἀμοιβαίως ἀνθεστιάσετέ με, κλήρῳ διακριθεὶς ὁ πρότερος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="10"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>δοκεῖ ταῦτα. κἀκείνην μὲν τὴν ἡμέραν εἱστιάρχουν ἐγώ, τῇ δ’ ἐπιούσῃ Καλλικρατίδας, εἶτα μετ’ αὐτὸν ὁ Χαρικλῆς. ἑώρων δὴ καὶ παρὰ τὴν <pb facs="operaexrecogniti02luciuoft_0233"/> ἑστίασιν ἐναργῆ τῆς ἑκατέρου διαθέσεως τεκμήρια· ὁ μὲν γὰρ Ἀθηναῖος εὐμόρφοις παισὶν ἐξήσκητο, καὶ πᾶς οἰκέτης αὐτῷ σχεδὸν ἀγένειος ἦν μέχρι τοῦ πρῶτον ὑπογραφέντος αὐτοῖς χνοῦ παραμένοντες, ἐπειδὰν δὲ ἰούλοις αἱ παρειαὶ πυκασθῶσιν, οἰκονόμοι καὶ τῶν Ἀθήνησι χωρίων κηδεμόνες ἀπεστέλλοντο. Χαρικλεῖ γε μὴν πολὺς ὀρχηστρίδων καὶ μουσουργῶν χορὸς εἵπετο καὶ πᾶν τὸ δωμάτιον ὡς ἐν Θεσμοφορίοις γυναικῶν μεστὸν ἦν ἀνδρὸς οὐδ’ ἀκαρὴ παρόντος. εἰ μή τί που νήπιον ἢ γέρων ὑπερῆλιξ ὀψοποιὸς ὀφθείη, τοῦ χρόνου ξηλοτυπίας ὑποψίαν οὐκ ἔχοντος. ἦν μὲν οὖν, ὡς ἔφην, καὶ ταῦθ’ ἱχανὰ τῆς ἀμφοτέρων γνώμης δείγματα. πολλάκις γε μὴν ἁψιμαχίαι τινὲς ἐπ᾿ ὀλίγον αὐτοῖς ἐκινήθησαν, οὐχ ὡς πέρας <milestone unit="Reitz_page" n="408"/> ἔχειν τι τὴν ζήτησιν. ἀλλ’ ἐπεὶ καιρὸς ἦν ἀνάγεσθαι, σύμπλους ἐθελήσαντας αὐτοὺς ἐπηγόμην· διενοοῦντο γὰρ εἰς τὴν Ἰταλίαν ἀπαίρειν ὁμοίως ἐμοί.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="11"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καὶ δόξαν ἡμῖν Κνίδῳ προσορμίσαι κατὰ θέαν τοῦ Ἀφροδίτης ἱεροῦ — ὑμνεῖται δὲ τούτου τὸ τῆς Πραξιτέλους εὐχερείας ὄντως ἐπαφρόδιτον — ἠρέμα τῂ γῂ προσηνέχθημεν αὐτῆς οἶμαι τῆς θεοῦ λιπαρᾷ γαλήνῃ πομποστολούσης τὸ σκαφος. τοῖς μὲν οὖν ἄλλοις ἔμελον αἱ συνήθεις παρασκευαί, ἐγὼ δὲ τὸ ἐρωτικὸν ζεῦγος ἑκατέρωθεν ἐξαψάμενος κύκλῳ περιῄειν τὴν Κνίδον οὐκ ἀγελαστὶ τῆς κεραμευτικῆς ἀκολασίας μετέχων ὡς ἐν Ἀφροδίτης πόλει. στοὰς δὲ Σωστράτου καὶ τἆλλα ὅσα τέρπειν ἡμᾶς ἐδύνατο, πρῶτον ἐκπεριελθόντες ἐπὶ τὸν νεὼν τῆς Ἀφροδίτης βαδίζομεν. <milestone unit="Reitz_page" n="409"/> νὼ μέν, ἐγώ τε καὶ Χαρικλῆς. πάνυ προθύμως, Καλλικρατίδας δ’ ὡς ἐπὶ θέαν θήλειαν ἄκων, ἥδιον ἂν οἶμαι τῆς Ἀφροδίτης τῆς Κνιδίας τὸν ἐν Θεσπιαῖς ἀντικαταλλαξάμενος Ἔρωτα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="12"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>καί πὼς εὐθὺς ἡμῖν ἀπ’ αὐτοῦ τοῦ τεμένους Ἀφροδίσιοι προσέπνευσαν αὖραι· τὸ γὰρ αἴθριον οὐκ εἰς ἔδαφος ἄγονον μάλιστα λίθων πλαξὶ <pb facs="operaexrecogniti02luciuoft_0234"/> λείαις ἐστρωμένον, ἀλλ’ ὡς ἐν Ἀφροδίτης ἅπαν ἦν γόνιμον ἡμέρων καρπῶν, ἃ ταῖς κόμαις εὐθαλέσιν ἄχρι πόρρω βρύοντα τὸν πέριξ ἀέρα συνωρόφουν. περιττόν γὲ μὴν ἡ πυκνόκαρπος ἐτεθήλει μυρρίνη παρὰ τὴν δέσποιναν αὐτῆς δαψιλὴς πεφυκυῖα τῶν τε λοιπῶν δένδρων ἕκαστον, ὅσα κάλλους μετείληχεν· οὐδ’ αὐτὰ γέροντος ἤδη χρόνου πολιὰ καθαύαινεν, ἀλλ’ ὑπ’ ἀκμῆς σφριγῶντα νέοις κλωσὶν ἦν ὥρια. τούτοις δ’ ἀνεμέμικτο καὶ τὰ καρπῶν μὲν ἄλλως ἄγονα. τὴν δ’ εὐμορφίαν ἔχοντα <milestone unit="Reitz_page" n="410"/> καρπόν, κυπαρίττων γε καὶ πλατανίστων αἰθέρια μήκη καὶ σὺν αὐταῖς αὐτόμολος Ἀφροδίτης ἡ τῆς θεοῦ πάλαι φυγὰς Δάφνη. παντί γε μὴν δένδρῳ περιπλέγδην ὁ φίλερως προσείρπυζε κιττός. ἀμφιλαφεῖς ἄμπελοι πυκνοῖς κατήρτηντο βότρυσιν· τερπνοτέρα γὰρ Ἀφροδίτη μετὰ Διονύσου καὶ τὸ παρ’ ἀμφοῖν ἡδὺ σύγκρατον, εἰ δ’ ἀποζευχθεῖεν ἀλλήλων, ἧττον εὐφραίνουσιν. ἦν δ’ ὑπὸ ταῖς ἄγαν παλινσκίοις ὕλαις ἱλαραὶ κλισίαι τοῖς ἐνεστιᾶσθαι θέλουσιν, εἰς ἃ τῶν μὲν ἀστικῶν σπανίως ἐπεφοίτων τινές, ἀθρόος δ’ ὁ πολιτικὸς ὄχλος ἐπανηγύριζεν ὄντως ἀφροδισιάζοντες.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>