<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5.20.3-5.21.4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5.20.3-5.21.4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5" n="5"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5" n="20"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5.20" n="3"><p> οἱ δʼ οὖν Φοίνικες διὰ τὰς προειρημένας αἰτίας ἐρευνῶντες τὴν ἐκτὸς τῶν στηλῶν παραλίαν καὶ παρὰ τὴν Λιβύην πλέοντες, ὑπʼ ἀνέμων μεγάλων ἀπηνέχθησαν ἐπὶ πολὺν πλοῦν δι’ ὠκεανοῦ. χειμασθέντες δʼ ἐπὶ πολλὰς ἡμέρας προσηνέχθησαν τῇ προειρημένῃ νήσῳ, καὶ τὴν εὐδαιμονίαν αὐτῆς καὶ φύσιν κατοπτεύσαντες ἅπασι γνώριμον ἐποίησαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5.20" n="4"><p> διὸ καὶ Τυρρηνῶν θαλαττοκρατούντων καὶ πέμπειν εἰς αὐτὴν ἀποικίαν ἐπιβαλλομένων, διεκώλυσαν αὐτοὺς Καρχηδόνιοι, ἅμα μὲν εὐλαβούμενοι μὴ διὰ τὴν ἀρετὴν τῆς νήσου πολλοὶ τῶν ἐκ τῆς Καρχηδόνος εἰς ἐκείνην μεταστῶσιν, ἅμα δὲ πρὸς τὰ παράλογα τῆς τύχης κατασκευαζόμενοι καταφυγήν, εἴ τι περὶ τὴν Καρχηδόνα ὁλοσχερὲς πταῖσμα συμβαίνοι· δυνήσεσθαι γὰρ αὐτοὺς θαλαττοκρατοῦντας ἀπᾶραι πανοικίους εἰς ἀγνοουμένην ὑπὸ τῶν ὑπερεχόντων νῆσον. </p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5" n="21"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5.21" n="1"><p> ἐπεὶ δὲ περὶ τοῦ κατὰ τὴν Λιβύην ὠκεανοῦ καὶ τῶν ἐν αὐτῷ νήσων διήλθομεν, μεταβιβάσομεν <pb n="v.2.p.31"/> τὸν λόγον ἐπὶ τὴν Εὐρώπην. κατὰ γὰρ τὴν Γαλατίαν τὴν παρωκεανῖτιν κατʼ ἀντικρὺ τῶν Ἑρκυνίων ὀνομαζομένων δρυμῶν ʽμεγίστους γὰρ ὑπάρχειν παρειλήφαμεν τῶν κατὰ τὴν Εὐρώπηνʼ νῆσοι πολλαὶ κατὰ τὸν ὠκεανὸν ὑπάρχουσιν, ὧν ἐστι μεγίστη ἡ Βρεττανικὴ καλουμένη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5.21" n="2"><p>αὕτη δὲ τὸ μὲν παλαιὸν ἀνεπίμικτος ἐγένετο ξενικαῖς δυνάμεσιν· οὔτε γὰρ Διόνυσον οὔθʼ Ἡρακλέα παρειλήφαμεν οὔτε τῶν ἄλλων ἡρώων <del>ἢ δυναστῶν</del> ἐστρατευμένον ἐπʼ αὐτήν· καθʼ ἡμᾶς δὲ Γάιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ἐπονομασθεὶς θεὸς πρῶτος τῶν μνημονευομένων ἐχειρώσατο τὴν νῆσον, καὶ τοὺς Βρεττανοὺς καταπολεμήσας ἠνάγκασε τελεῖν ὡρισμένους φόρους. ἀλλὰ περὶ μὲν τούτων τὰς κατὰ μέρος πράξεις ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν, περὶ δὲ τῆς νήσου καὶ τοῦ φυομένου κατʼ αὐτὴν καττιτέρου νῦν διέξιμεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5.21" n="3"><p>αὕτη γὰρ τῷ σχήματι τρίγωνος οὖσα παραπλησίως τῇ Σικελίᾳ τὰς πλευρὰς οὐκ ἰσοκώλους ἔχει. παρεκτεινούσης δʼ αὐτῆς παρὰ τὴν Εὐρώπην λοξῆς, τὸ μὲν ἐλάχιστον ἀπὸ τῆς ἠπείρου διεστηκὸς ἀκρωτήριον, ὃ καλοῦσι Κάντιον, φασὶν ἀπέχειν ἀπὸ τῆς γῆς σταδίους ὡς ἑκατόν, καθʼ ὃν τόπον ἡ θάλαττα ποιεῖται τὸν ἔκρουν, τὸ δʼ ἕτερον ἀκρωτήριον τὸ καλούμενον Βελέριον ἀπέχειν λέγεται τῆς ἠπείρου πλοῦν ἡμερῶν τεττάρων, τὸ δʼ ὑπολειπόμενον ἀνήκειν μὲν ἱστοροῦσιν εἰς τὸ πέλαγος, <pb n="v.2.p.32"/> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0060.tlg001.perseus-grc5:5.21" n="4"><p> ὀνομάζεσθαι δʼ Ὄρκαν. τῶν δὲ πλευρῶν τὴν μὲν ἐλαχίστην εἶναι σταδίων ἑπτακισχιλίων πεντακοσίων, παρήκουσαν παρὰ τὴν Εὐρώπην, τὴν δὲ δευτέραν τὴν ἀπὸ τοῦ πορθμοῦ πρὸς τὴν κορυφὴν ἀνήκουσαν σταδίων μυρίων πεντακισχιλίων, τὴν δὲ λοιπὴν σταδίων δισμυρίων, ὥστε τὴν πᾶσαν εἶναι τῆς νήσου περιφορὰν σταδίων τετρακισμυρίων δισχιλίων πεντακοσίων. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>