<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg030.perseus-grc2:3.413</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg030.perseus-grc2:3.413</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" resp="perseus" n="413"><p><said who="#Σωκράτης" rend="merge"><milestone ed="P" unit="para"/>ἐγώ σοι, ἔφην, ἐρῶ. φαίνεταί μοι δόξα ἐξιέναι ἐκ διανοίας ἢ ἑκουσίως ἢ ἀκουσίως, ἑκουσίως μὲν ἡ ψευδὴς 
<milestone unit="page" resp="Stephanus" n="413"/><milestone unit="section" resp="Stephanus" n="413a"/>
τοῦ μεταμανθάνοντος, ἀκουσίως δὲ πᾶσα ἡ ἀληθής.
<milestone ed="P" unit="para"/>τὸ μὲν τῆς ἑκουσίου, ἔφη, μανθάνω, τὸ δὲ τῆς ἀκουσίου δέομαι μαθεῖν.
<milestone ed="P" unit="para"/>τί δέ; οὐ καὶ σὺ ἡγῇ, ἔφην ἐγώ, τῶν μὲν ἀγαθῶν ἀκουσίως στέρεσθαι τοὺς ἀνθρώπους, τῶν δὲ κακῶν ἑκουσίως; ἢ οὐ τὸ μὲν ἐψεῦσθαι τῆς ἀληθείας κακόν, τὸ δὲ ἀληθεύειν ἀγαθόν; ἢ οὐ τὸ τὰ ὄντα δοξάζειν ἀληθεύειν δοκεῖ σοι εἶναι;
<milestone ed="P" unit="para"/>ἀλλʼ, ἦ δʼ ὅς, ὀρθῶς λέγεις, καί μοι δοκοῦσιν ἄκοντες ἀληθοῦς δόξης στερίσκεσθαι.  <milestone unit="section" resp="Stephanus" n="413b"/>  
<milestone ed="P" unit="para"/>οὐκοῦν κλαπέντες ἢ γοητευθέντες ἢ βιασθέντες τοῦτο πάσχουσιν;
<milestone ed="P" unit="para"/>οὐδὲ νῦν, ἔφη, μανθάνω.
<milestone ed="P" unit="para"/>τραγικῶς, ἦν δʼ ἐγώ, κινδυνεύω λέγειν. κλαπέντας μὲν γὰρ τοὺς μεταπεισθέντας λέγω καὶ τοὺς ἐπιλανθανομένους, ὅτι τῶν μὲν χρόνος, τῶν δὲ λόγος ἐξαιρούμενος λανθάνει· νῦν γάρ που μανθάνεις;
<milestone ed="P" unit="para"/>ναί.
<milestone ed="P" unit="para"/>τοὺς τοίνυν βιασθέντας λέγω οὓς ἂν ὀδύνη τις ἢ ἀλγηδὼν μεταδοξάσαι ποιήσῃ.
<milestone ed="P" unit="para"/>καὶ τοῦτʼ, ἔφη, ἔμαθον, καὶ ὀρθῶς λέγεις.  <milestone unit="section" resp="Stephanus" n="413c"/>  
<milestone ed="P" unit="para"/>τοὺς μὴν γοητευθέντας, ὡς ἐγᾦμαι, κἂν σὺ φαίης εἶναι οἳ ἂν μεταδοξάσωσιν ἢ ὑφʼ ἡδονῆς κηληθέντες ἢ ὑπὸ φόβου τι δείσαντες.
<milestone ed="P" unit="para"/>ἔοικε γάρ, ἦ δʼ ὅς, γοητεύειν πάντα ὅσα ἀπατᾷ.
<milestone ed="P" unit="para"/>ὃ τοίνυν ἄρτι ἔλεγον, ζητητέον τίνες ἄριστοι φύλακες τοῦ παρʼ αὑτοῖς δόγματος, τοῦτο ὡς ποιητέον ὃ ἂν τῇ πόλει ἀεὶ δοκῶσι βέλτιστον εἶναι <del>αὑτοῖς ποιεῖν</del>. τηρητέον δὴ εὐθὺς ἐκ παίδων προθεμένοις ἔργα ἐν οἷς ἄν τις τὸ τοιοῦτον μάλιστα ἐπιλανθάνοιτο καὶ ἐξαπατῷτο, καὶ τὸν μὲν μνήμονα  <milestone unit="section" resp="Stephanus" n="413d"/> καὶ δυσεξαπάτητον ἐγκριτέον, τὸν δὲ μὴ ἀποκριτέον. ἦ γάρ;
<milestone ed="P" unit="para"/>ναί.
<milestone ed="P" unit="para"/>καὶ πόνους γε αὖ καὶ ἀλγηδόνας καὶ ἀγῶνας αὐτοῖς θετέον, ἐν οἷς ταὐτὰ ταῦτα τηρητέον.
<milestone ed="P" unit="para"/>ὀρθῶς, ἔφη.
<milestone ed="P" unit="para"/>οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ τρίτου εἴδους τούτοις γοητείας ἅμιλλαν ποιητέον, καὶ θεατέον—ὥσπερ τοὺς πώλους ἐπὶ τοὺς ψόφους τε καὶ θορύβους ἄγοντες σκοποῦσιν εἰ φοβεροί, οὕτω νέους ὄντας εἰς δείματʼ ἄττα κομιστέον καὶ εἰς ἡδονὰς  <milestone unit="section" resp="Stephanus" n="413e"/> αὖ μεταβλητέον, βασανίζοντας πολὺ μᾶλλον ἢ χρυσὸν ἐν πυρί—εἰ δυσγοήτευτος καὶ εὐσχήμων ἐν πᾶσι φαίνεται, φύλαξ αὑτοῦ ὢν ἀγαθὸς καὶ μουσικῆς ἧς ἐμάνθανεν, εὔρυθμόν τε καὶ εὐάρμοστον ἑαυτὸν ἐν πᾶσι τούτοις παρέχων, οἷος δὴ ἂν ὢν καὶ ἑαυτῷ καὶ πόλει χρησιμώτατος εἴη.</said></p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>