<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg025.perseus-grc2:293-296</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg025.perseus-grc2:293-296</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="293"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἦ καὶ τῷ Ἀχιλλεῖ,</q> φήσει, <q>ὁ ξένος ὁ Ἠλεῖος ἔφη καλὸν εἶναι ὑστέρῳ τῶν προγόνων ταφῆναι, καὶ τῷ πάππῳ αὐτοῦ Αἰακῷ, καὶ τοῖς ἄλλοις ὅσοι <milestone n="293" unit="page"/><milestone unit="section" resp="Stephanus" n="293a"/> ἐκ θεῶν γεγόνασι, καὶ αὐτοῖς τοῖς θεοῖς;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τί τοῦτο; βάλλʼ ἐς μακαρίαν. τοῦ ἀνθρώπου οὐδʼ εὔφημα, ὦ Σώκρατες, ταῦτά γε τὰ ἐρωτήματα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τὸ ἐρομένου ἑτέρου φάναι ταῦτα οὕτως ἔχειν οὐ πάνυ δύσφημον;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἴσως τοίνυν σὺ εἶ οὗτος,</q> φήσει, <q>ὃς παντὶ φῂς καὶ ἀεὶ καλὸν εἶναι ὑπὸ μὲν τῶν ἐκγόνων ταφῆναι, τοὺς δὲ γονέας θάψαι· ἢ οὐχ εἷς τῶν ἁπάντων καὶ Ἡρακλῆς ἦν καὶ οὓς νυνδὴ ἐλέγομεν πάντες;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλʼ οὐ τοῖς θεοῖς ἔγωγε ἔλεγον. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="293b"/><label>ΣΩ.</label><q>οὐδὲ τοῖς ἥρωσιν, ὡς ἔοικας.</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐχ ὅσοι γε θεῶν παῖδες ἦσαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἀλλʼ ὅσοι μή;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>οὐκοῦν κατὰ τὸν σὸν αὖ λόγον, ὡς φαίνεται, τῶν ἡρώων τῷ μὲν Ταντάλῳ καὶ τῷ Δαρδάνῳ καὶ τῷ Ζήθῳ δεινόν τε καὶ ἀνόσιον καὶ αἰσχρόν ἐστι, Πέλοπι δὲ καὶ τοῖς ἄλλοις τοῖς οὕτω γεγονόσι καλόν.</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>σοὶ τοίνυν δοκεῖ,</q> φήσει, <q>ὃ ἄρτι οὐκ ἔφησθα, τὸ θάψαντι τοὺς προγόνους ταφῆναι ὑπὸ τῶν ἐκγόνων ἐνίοτε καὶ <milestone unit="section" resp="Stephanus" n="293c"/> ἐνίοις αἰσχρὸν εἶναι· ἔτι δὲ μᾶλλον, ὡς ἔοικεν, ἀδύνατον πᾶσι τοῦτο γενέσθαι καὶ εἶναι καλόν, ὥστε τοῦτό γε ὥσπερ καὶ τὰ ἔμπροσθεν ἐκεῖνα, ἥ τε παρθένος καὶ ἡ χύτρα, ταὐτὸν πέπονθε, καὶ ἔτι γελοιοτέρως τοῖς μέν ἐστι καλόν, τοῖς δʼ οὐ καλόν. καὶ οὐδέπω καὶ τήμερον,</q> φήσει, <q>οἷός τʼ εἶ, ὦ Σώκρατες, περὶ τοῦ καλοῦ ὅτι ἐστὶ τὸ ἐρωτώμενον ἀποκρίνασθαι.</q> ταῦτά μοι καὶ τοιαῦτα ὀνειδιεῖ δικαίως, ἐὰν αὐτῷ οὕτως ἀποκρίνωμαι. τὰ μὲν οὖν πολλά, ὦ Ἱππία, σχεδόν <milestone unit="section" resp="Stephanus" n="293d"/> τί μοι οὕτω διαλέγεται· ἐνίοτε δὲ ὥσπερ ἐλεήσας μου τὴν ἀπειρίαν καὶ ἀπαιδευσίαν αὐτός μοι προβάλλει ἐρωτῶν εἰ τοιόνδε μοι δοκεῖ εἶναι τὸ καλόν, ἢ καὶ περὶ ἄλλου ὅτου ἂν τύχῃ πυνθανόμενος καὶ περὶ οὗ ἂν λόγος ᾖ.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι φράσω. <q>ὦ δαιμόνιε,</q> φησί, <q>Σώκρατες, τὰ μὲν τοιαῦτα ἀποκρινόμενος καὶ οὕτω παῦσαι— λίαν γὰρ εὐήθη τε καὶ εὐεξέλεγκτά ἐστιν—ἀλλὰ τὸ τοιόνδε <milestone unit="section" resp="Stephanus" n="293e"/> σκόπει εἴ σοι δοκεῖ καλὸν εἶναι, οὗ καὶ νυνδὴ ἐπελαβόμεθα ἐν τῇ ἀποκρίσει, ἡνίκʼ ἔφαμεν τὸν χρυσὸν οἷς μὲν πρέπει καλὸν εἶναι, οἷς δὲ μή, οὔ, καὶ τἆλλα πάντα οἷς ἂν τοῦτο προσῇ· αὐτὸ δὴ τοῦτο τὸ πρέπον καὶ τὴν φύσιν αὐτοῦ τοῦ πρέποντος σκόπει εἰ τοῦτο τυγχάνει ὂν τὸ καλόν.</q> ἐγὼ μὲν οὖν εἴωθα συμφάναι τὰ τοιαῦτα ἑκάστοτε—οὐ γὰρ ἔχω ὅτι λέγω—σοὶ δʼ οὖν δοκεῖ τὸ πρέπον καλὸν εἶναι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάντως δήπου, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκοπώμεθα, μή πῃ ἄρʼ ἐξαπατώμεθα.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ χρὴ σκοπεῖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="294"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅρα τοίνυν· τὸ πρέπον ἆρα τοῦτο λέγομεν, ὃ παραγενόμενον <milestone n="294" unit="page"/><milestone unit="section" resp="Stephanus" n="294a"/> ποιεῖ ἕκαστα φαίνεσθαι καλὰ τούτων οἷς ἂν παρῇ, ἢ ὃ εἶναι ποιεῖ, ἢ οὐδέτερα τούτων;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔμοιγε δοκεῖ <del>πότερα</del> ὃ ποιεῖ φαίνεσθαι καλά· ὥσπερ γε ἐπειδὰν ἱμάτιά τις λάβῃ ἢ ὑποδήματα ἁρμόττοντα, κἂν ᾖ γελοῖος, καλλίων φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴπερ καλλίω ποιεῖ φαίνεσθαι ἢ ἔστι τὸ πρέπον, ἀπάτη τις ἂν εἴη περὶ τὸ καλὸν τὸ πρέπον, καὶ οὐκ ἂν εἴη τοῦτο ὃ ἡμεῖς ζητοῦμεν, ὦ Ἱππία; ἡμεῖς μὲν γάρ που <milestone unit="section" resp="Stephanus" n="294b"/> ἐκεῖνο ἐζητοῦμεν, ᾧ πάντα τὰ καλὰ πράγματα καλά ἐστιν— ὥσπερ ᾧ πάντα τὰ μεγάλα ἐστὶ μεγάλα, τῷ ὑπερέχοντι· τούτῳ γὰρ πάντα μεγάλα ἐστί, καὶ ἐὰν μὴ φαίνηται, ὑπερέχῃ δέ, ἀνάγκη αὐτοῖς μεγάλοις εἶναι—οὕτω δή, φαμέν, καὶ τὸ καλόν, ᾧ καλὰ πάντα ἐστίν, ἄντʼ οὖν φαίνηται ἄντε μή, τί ἂν εἴη; τὸ μὲν γὰρ πρέπον οὐκ ἂν εἴη· καλλίω γὰρ ποιεῖ φαίνεσθαι ἢ ἔστιν, ὡς ὁ σὸς λόγος, οἷα δʼ ἔστιν οὐκ ἐᾷ φαίνεσθαι. τὸ δὲ ποιοῦν εἶναι καλά, ὅπερ νυνδὴ εἶπον, <milestone unit="section" resp="Stephanus" n="294c"/> ἐάντε φαίνηται ἐάντε μή, πειρατέον λέγειν τί ἐστι· τοῦτο γὰρ ζητοῦμεν, εἴπερ τὸ καλὸν ζητοῦμεν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ τὸ πρέπον, ὦ Σώκρατες, καὶ εἶναι καὶ φαίνεσθαι ποιεῖ καλὰ παρόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀδύνατον ἄρα τῷ ὄντι καλὰ ὄντα μὴ φαίνεσθαι καλὰ εἶναι, παρόντος γε τοῦ ποιοῦντος φαίνεσθαι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀδύνατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁμολογήσομεν οὖν τοῦτο, ὦ Ἱππία, πάντα τὰ τῷ ὄντι καλὰ καὶ νόμιμα καὶ ἐπιτηδεύματα καὶ δοξάζεσθαι καλὰ <milestone unit="section" resp="Stephanus" n="294d"/> εἶναι καὶ φαίνεσθαι ἀεὶ πᾶσιν, ἢ πᾶν τοὐναντίον ἀγνοεῖσθαι καὶ πάντων μάλιστα ἔριν καὶ μάχην περὶ αὐτῶν εἶναι καὶ ἰδίᾳ ἑκάστοις καὶ δημοσίᾳ ταῖς πόλεσιν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὕτω μᾶλλον, ὦ Σώκρατες· ἀγνοεῖσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄν, εἴ γέ που τὸ φαίνεσθαι αὐτοῖς προσῆν· προσῆν δʼ ἄν, εἴπερ τὸ πρέπον καλὸν ἦν καὶ μὴ μόνον καλὰ ἐποίει εἶναι ἀλλὰ καὶ φαίνεσθαι. ὥστε τὸ πρέπον, εἰ μὲν τὸ καλὰ ποιοῦν ἐστιν εἶναι, τὸ μὲν καλὸν ἂν εἴη, ὃ ἡμεῖς ζητοῦμεν, οὐ μέντοι τό γε ποιοῦν φαίνεσθαι· εἰ δʼ αὖ τὸ <milestone unit="section" resp="Stephanus" n="294e"/> φαίνεσθαι ποιοῦν ἐστιν τὸ πρέπον, οὐκ ἂν εἴη τὸ καλόν, ὃ ἡμεῖς ζητοῦμεν. εἶναι γὰρ ἐκεῖνό γε ποιεῖ, φαίνεσθαι δὲ καὶ <del>ποιεῖν</del> εἶναι οὐ μόνον καλὰ οὐκ ἄν ποτε δύναιτο τὸ αὐτό, ἀλλʼ οὐδὲ ἄλλο ὁτιοῦν. ἑλώμεθα δὴ πότερα δοκεῖ τὸ πρέπον εἶναι τὸ φαίνεσθαι καλὰ ποιοῦν, ἢ τὸ εἶναι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τὸ φαίνεσθαι, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βαβαῖ, οἴχεται ἄρʼ ἡμᾶς διαπεφευγός, ὦ Ἱππία, τὸ καλὸν γνῶναι ὅτι ποτέ ἐστιν, ἐπειδή γε τὸ πρέπον ἄλλο τι ἐφάνη ὂν ἢ καλόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="295"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναὶ μὰ Δία, ὦ Σώκρατες, καὶ μάλα ἔμοιγε ἀτόπως. <milestone n="295" unit="page"/></said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="295a"/><label>ΣΩ.</label> ἀλλὰ μέντοι, ὦ ἑταῖρε, μήπω γε ἀνῶμεν αὐτό· ἔτι γάρ τινα ἐλπίδα ἔχω ἐκφανήσεσθαι τί ποτʼ ἐστὶν τὸ καλόν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάντως δήπου, ὦ Σώκρατες· οὐδὲ γὰρ χαλεπόν ἐστιν εὑρεῖν. ἐγὼ μὲν οὖν εὖ οἶδʼ ὅτι, εἰ ὀλίγον χρόνον εἰς ἐρημίαν ἐλθὼν σκεψαίμην πρὸς ἐμαυτόν, ἀκριβέστερον ἂν αὐτό σοι εἴποιμι τῆς ἁπάσης ἀκριβείας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆ μὴ μέγα, ὦ Ἱππία, λέγε. ὁρᾷς ὅσα πράγματα ἡμῖν ἤδη παρέσχηκε· μὴ καὶ ὀργισθὲν ἡμῖν ἔτι μᾶλλον <milestone unit="section" resp="Stephanus" n="295b"/> ἀποδρᾷ. καίτοι οὐδὲν λέγω· σὺ μὲν γὰρ οἶμαι ῥᾳδίως αὐτὸ εὑρήσεις, ἐπειδὰν μόνος γένῃ. ἀλλὰ πρὸς θεῶν ἐμοῦ ἐναντίον αὐτὸ ἔξευρε, εἰ δὲ βούλει, ὥσπερ νῦν ἐμοὶ συζήτει· καὶ ἐὰν μὲν εὕρωμεν, κάλλιστα ἕξει, εἰ δὲ μή, στέρξω οἶμαι ἐγὼ τῇ ἐμῇ τύχῃ, σὺ δʼ ἀπελθὼν ῥᾳδίως εὑρήσεις· καὶ ἐὰν μὲν νῦν εὕρωμεν, ἀμέλει οὐκ ὀχληρὸς ἔσομαί σοι πυνθανόμενος ὅτι ἦν ἐκεῖνο ὃ κατὰ σαυτὸν ἐξηῦρες· νῦν δὲ θέασαι αὐτὸ ὅ σοι <milestone unit="section" resp="Stephanus" n="295c"/> δοκεῖ εἶναι τὸ καλόν. λέγω δὴ αὐτὸ εἶναι—ἀλλὰ γὰρ ἐπισκόπει μοι πάνυ προσέχων τὸν νοῦν μὴ παραληρήσω—τοῦτο γὰρ δὴ ἔστω ἡμῖν καλόν, ὃ ἂν χρήσιμον ᾖ. εἶπον δὲ ἐκ τῶνδε ἐννοούμενος· καλοί, φαμέν, οἱ ὀφθαλμοί εἰσιν, οὐχ οἳ ἂν δοκῶσι τοιοῦτοι εἶναι οἷοι μὴ δυνατοὶ ὁρᾶν, ἀλλʼ οἳ ἂν δυνατοί τε καὶ χρήσιμοι πρὸς τὸ ἰδεῖν. ἦ γάρ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τὸ ὅλον σῶμα οὕτω λέγομεν καλὸν εἶναι, τὸ μὲν πρὸς δρόμον, τὸ δὲ πρὸς πάλην, καὶ αὖ τὰ <milestone unit="section" resp="Stephanus" n="295d"/> ζῷα πάντα, ἵππον καλὸν καὶ ἀλεκτρυόνα καὶ ὄρτυγα, καὶ τὰ σκεύη πάντα καὶ τὰ ὀχήματα τά τε πεζὰ καὶ τὰ ἐν τῇ θαλάττῃ πλοῖά τε καὶ τριήρεις, καὶ τά γε ὄργανα πάντα τά τε ὑπὸ τῇ μουσικῇ καὶ τὰ ὑπὸ ταῖς ἄλλαις τέχναις, εἰ δὲ βούλει, τὰ ἐπιτηδεύματα καὶ τοὺς νόμους, σχεδόν τι πάντα ταῦτα καλὰ προσαγορεύομεν τῷ αὐτῷ τρόπῳ· ἀποβλέποντες πρὸς ἕκαστον αὐτῶν ᾗ πέφυκεν, ᾗ εἴργασται, ᾗ κεῖται, τὸ μὲν χρήσιμον καὶ ᾗ χρήσιμον καὶ πρὸς ὃ χρήσιμον <milestone unit="section" resp="Stephanus" n="295e"/> καὶ ὁπότε χρήσιμον καλόν φαμεν εἶναι, τὸ δὲ ταύτῃ πάντῃ ἄχρηστον αἰσχρόν· ἆρʼ οὐ καὶ σοὶ δοκεῖ οὕτως, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς ἄρα νῦν λέγομεν ὅτι τυγχάνει παντὸς ὂν μᾶλλον καλὸν τὸ χρήσιμον;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὀρθῶς μέντοι, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ δυνατὸν ἕκαστον ἀπεργάζεσθαι, εἰς ὅπερ δυνατόν, εἰς τοῦτο καὶ χρήσιμον, τὸ δὲ ἀδύνατον ἄχρηστον;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δύναμις μὲν ἄρα καλόν, ἀδυναμία δὲ αἰσχρόν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="296"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> σφόδρα γε. τά τε γοῦν ἄλλα, <milestone n="296" unit="page"/><milestone unit="section" resp="Stephanus" n="296a"/> ὦ Σώκρατες, μαρτυρεῖ ἡμῖν ὅτι τοῦτο οὕτως ἔχει, ἀτὰρ οὖν καὶ τὰ πολιτικά· ἐν γὰρ τοῖς πολιτικοῖς τε καὶ τῇ ἑαυτοῦ πόλει τὸ μὲν δυνατὸν εἶναι πάντων κάλλιστον, τὸ δὲ ἀδύνατον πάντων αἴσχιστον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις. ἆρʼ οὖν πρὸς θεῶν, Ἱππία, διὰ ταῦτα καὶ ἡ σοφία πάντων κάλλιστον, ἡ δὲ ἀμαθία πάντων αἴσχιστον;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ τί οἴει, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε δὴ ἠρέμα, ὦ φίλε ἑταῖρε· ὡς φοβοῦμαι τί ποτʼ αὖ λέγομεν. </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="296b"/><label>ΙΠ.</label> τί δʼ αὖ φοβῇ, ὦ Σώκρατες, ἐπεὶ νῦν γέ σοι ὁ λόγος παγκάλως προβέβηκε;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βουλοίμην ἄν, ἀλλά μοι τόδε συνεπίσκεψαι· ἆρʼ ἄν τίς τι ποιήσειεν ὃ μήτʼ ἐπίσταιτο μήτε τὸ παράπαν δύναιτο;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐδαμῶς· πῶς γὰρ ἂν ὅ γε μὴ δύναιτο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ οὖν ἐξαμαρτάνοντες καὶ κακὰ ἐργαζόμενοί τε καὶ ποιοῦντες ἄκοντες, ἄλλο τι οὗτοι, εἰ μὴ ἐδύναντο ταῦτα ποιεῖν, οὐκ ἄν ποτε ἐποίουν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> δῆλον δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μέντοι δυνάμει <milestone unit="section" resp="Stephanus" n="296c"/> γε δύνανται οἱ δυνάμενοι· οὐ γάρ που ἀδυναμίᾳ γε.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δύνανται δέ γε πάντες ποιεῖν οἱ ποιοῦντες ἃ ποιοῦσιν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακὰ δέ γε πολὺ πλείω ποιοῦσιν ἢ ἀγαθὰ πάντες ἄνθρωποι, ἀρξάμενοι ἐκ παίδων, καὶ ἐξαμαρτάνουσιν ἄκοντες.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ταύτην τὴν δύναμιν καὶ ταῦτα τὰ χρήσιμα, ἃ ἂν ᾖ ἐπὶ τὸ κακόν τι ἐργάζεσθαι χρήσιμα, ἆρα φήσομεν ταῦτα εἶναι <milestone unit="section" resp="Stephanus" n="296d"/> καλά, ἢ πολλοῦ δεῖ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πολλοῦ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα, ὦ Ἱππία, τὸ δυνατόν τε καὶ τὸ χρήσιμον ἡμῖν, ὡς ἔοικεν, ἐστὶ τὸ καλόν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἐάν γε, ὦ Σώκρατες, ἀγαθὰ δύνηται καὶ ἐπὶ τοιαῦτα χρήσιμον ᾖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐκεῖνο μὲν τοίνυν οἴχεται, τὸ δυνατόν τε καὶ χρήσιμον ἁπλῶς εἶναι καλόν· ἀλλʼ ἄρα τοῦτʼ ἦν ἐκεῖνο, ὦ Ἱππία, ὃ ἐβούλετο ἡμῶν ἡ ψυχὴ εἰπεῖν, ὅτι τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἐπὶ τὸ ἀγαθόν τι ποιῆσαι, τοῦτʼ ἐστὶ τὸ <milestone unit="section" resp="Stephanus" n="296e"/> καλόν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τοῦτό γε ὠφέλιμόν ἐστιν. ἢ οὔ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτω δὴ καὶ τὰ καλὰ σώματα καὶ τὰ καλὰ νόμιμα καὶ ἡ σοφία καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα καλά ἐστιν, ὅτι ὠφέλιμα.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> δῆλον ὅτι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ὠφέλιμον ἄρα ἔοικεν ἡμῖν εἶναι τὸ καλόν, ὦ Ἱππία.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάντως δήπου, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τό γε ὠφέλιμον τὸ ποιοῦν ἀγαθόν ἐστιν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἔστι γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ποιοῦν δέ γʼ ἐστὶν οὐκ ἄλλο τι ἢ τὸ αἴτιον· ἦ γάρ;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὕτως.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>