<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg025.perseus-grc2:289-292</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg025.perseus-grc2:289-292</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="289"><p><said who="#Σωκράτης"><milestone n="289" unit="page"/><milestone unit="section" resp="Stephanus" n="289a"/><label>ΣΩ.</label> εἶεν· μανθάνω, ὦ Ἱππία, ὡς ἄρα χρὴ ἀντιλέγειν πρὸς τὸν ταῦτα ἐρωτῶντα τάδε· ὦ ἄνθρωπε, ἀγνοεῖς ὅτι τὸ τοῦ Ἡρακλείτου εὖ ἔχει, ὡς ἄρα <q>πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμβάλλειν,</q> καὶ χυτρῶν ἡ καλλίστη αἰσχρὰ παρθένων γένει συμβάλλειν, ὥς φησιν Ἱππίας ὁ σοφός. οὐχ οὕτως, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ μὲν οὖν, ὦ Σώκρατες, ὀρθῶς ἀπεκρίνω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄκουε δή. μετὰ τοῦτο γὰρ εὖ οἶδʼ ὅτι φήσει· <q>τί δέ, ὦ Σώκρατες; τὸ τῶν παρθένων γένος θεῶν γένει ἄν τις <milestone unit="section" resp="Stephanus" n="289b"/> συμβάλλῃ, οὐ ταὐτὸν πείσεται ὅπερ τὸ τῶν χυτρῶν τῷ τῶν παρθένων συμβαλλόμενον; οὐχ ἡ καλλίστη παρθένος αἰσχρὰ φανεῖται;</q> ἢ οὐ καὶ Ἡράκλειτος αὐτὸ τοῦτο λέγει, ὃν σὺ ἐπάγῃ, ὅτι <q>ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν;</q> ὁμολογήσωμεν, Ἱππία, τὴν καλλίστην παρθένον πρὸς θεῶν γένος αἰσχρὰν εἶναι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τίς γὰρ ἂν ἀντείποι τούτῳ γε, ὦ Σώκρατες; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="289c"/><label>ΣΩ.</label> ἂν τοίνυν ταῦτα ὁμολογήσωμεν, γελάσεταί τε καὶ ἐρεῖ· <q>ὦ Σώκρατες, μέμνησαι οὖν ὅτι ἠρωτήθης;</q> ἔγωγε, φήσω, ὅτι αὐτὸ τὸ καλὸν ὅτι ποτέ ἐστιν. <q>ἔπειτα,</q> φήσει, <q>ἐρωτηθεὶς τὸ καλὸν ἀποκρίνῃ ὃ τυγχάνει ὄν, ὡς αὐτὸς φῄς, οὐδὲν μᾶλλον καλὸν ἢ αἰσχρόν;</q> ἔοικε, φήσω· ἢ τί μοι συμβουλεύεις, ὦ φίλε, φάναι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τοῦτο ἔγωγε· καὶ γὰρ δὴ πρός γε θεοὺς ὅτι οὐ καλὸν τὸ ἀνθρώπειον γένος, ἀληθῆ ἐρεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>εἰ δέ σε ἠρόμην,</q> φήσει, <q>ἐξ ἀρχῆς τί ἐστι <milestone unit="section" resp="Stephanus" n="289d"/> καλόν τε καὶ αἰσχρόν, εἴ μοι ἅπερ νῦν ἀπεκρίνω, ἆρʼ οὐκ ἂν ὀρθῶς ἀπεκέκρισο; ἔτι δὲ καὶ δοκεῖ σοι αὐτὸ τὸ καλόν, ᾧ καὶ τἆλλα πάντα κοσμεῖται καὶ καλὰ φαίνεται, ἐπειδὰν προσγένηται ἐκεῖνο τὸ εἶδος, τοῦτʼ εἶναι παρθένος ἢ ἵππος ἢ λύρα;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ μέντοι, ὦ Σώκρατες, εἰ τοῦτό γε ζητεῖ, πάντων ῥᾷστον ἀποκρίνασθαι αὐτῷ τί ἐστι τὸ καλὸν ᾧ καὶ τὰ ἄλλα πάντα κοσμεῖται καὶ προσγενομένου αὐτοῦ καλὰ φαίνεται. <milestone unit="section" resp="Stephanus" n="289e"/> εὐηθέστατος οὖν ἐστιν ὁ ἄνθρωπος καὶ οὐδὲν ἐπαΐει περὶ καλῶν κτημάτων. ἐὰν γὰρ αὐτῷ ἀποκρίνῃ ὅτι τοῦτʼ ἐστὶν ὃ ἐρωτᾷ τὸ καλὸν οὐδὲν ἄλλο ἢ χρυσός, ἀπορήσει καὶ οὐκ ἐπιχειρήσει σε ἐλέγχειν. ἴσμεν γάρ που πάντες ὅτι ὅπου ἂν τοῦτο προσγένηται, κἂν πρότερον αἰσχρὸν φαίνηται, καλὸν φανεῖται χρυσῷ γε κοσμηθέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄπειρος εἶ τοῦ ἀνδρός, ὦ Ἱππία, ὡς σχέτλιός ἐστι καὶ οὐδὲν ῥᾳδίως ἀποδεχόμενος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="290"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> τί οὖν τοῦτο, ὦ Σώκρατες; τὸ γὰρ ὀρθῶς λεγόμενον <milestone n="290" unit="page"/><milestone unit="section" resp="Stephanus" n="290a"/>ἀνάγκη αὐτῷ ἀποδέχεσθαι, ἢ μὴ ἀποδεχομένῳ καταγελάστῳ εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὲν δὴ ταύτην γε τὴν ἀπόκρισιν, ὦ ἄριστε, οὐ μόνον οὐκ ἀποδέξεται, ἀλλὰ πάνυ με καὶ τωθάσεται, καὶ ἐρεῖ· <q>ὦ τετυφωμένε σύ, Φειδίαν οἴει κακὸν εἶναι δημιουργόν;</q> καὶ ἐγὼ οἶμαι ἐρῶ ὅτι οὐδʼ ὁπωστιοῦν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ὀρθῶς γʼ ἐρεῖς, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς μέντοι. τοιγάρτοι ἐκεῖνος, ἐπειδὰν ἐγὼ ὁμολογῶ ἀγαθὸν εἶναι δημιουργὸν τὸν Φειδίαν, <q>εἶτα,</q> <milestone unit="section" resp="Stephanus" n="290b"/> φήσει, <q>οἴει τοῦτο τὸ καλὸν ὃ σὺ λέγεις ἠγνόει Φειδίας;</q> καὶ ἐγώ· τί μάλιστα; φήσω. <q>ὅτι,</q> ἐρεῖ, <q>τῆς Ἀθηνᾶς τοὺς ὀφθαλμοὺς οὐ χρυσοῦς ἐποίησεν, οὐδὲ τὸ ἄλλο πρόσωπον οὐδὲ τοὺς πόδας οὐδὲ τὰς χεῖρας, εἴπερ χρυσοῦν γε δὴ ὂν κάλλιστον ἔμελλε φαίνεσθαι, ἀλλʼ ἐλεφάντινον· δῆλον ὅτι τοῦτο ὑπὸ ἀμαθίας ἐξήμαρτεν, ἀγνοῶν ὅτι χρυσὸς ἄρʼ ἐστὶν ὁ πάντα καλὰ ποιῶν, ὅπου ἂν προσγένηται.</q> ταῦτα οὖν λέγοντι τί ἀποκρινώμεθα, ὦ Ἱππία; </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="290c"/><label>ΙΠ.</label> οὐδὲν χαλεπόν· ἐροῦμεν γὰρ ὅτι ὀρθῶς ἐποίησε. καὶ γὰρ τὸ ἐλεφάντινον οἶμαι καλόν ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>τοῦ οὖν ἕνεκα,</q> φήσει, <q>οὐ καὶ τὰ μέσα τῶν ὀφθαλμῶν ἐλεφάντινα ἠργάσατο, ἀλλὰ λίθινα, ὡς οἷόν τʼ ἦν ὁμοιότητα τοῦ λίθου τῷ ἐλέφαντι ἐξευρών; ἢ καὶ ὁ λίθος ὁ καλὸς καλόν ἐστι;</q> φήσομεν, ὦ Ἱππία;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> φήσομεν μέντοι, ὅταν γε πρέπων ᾖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ὅταν δὲ μὴ πρέπων, αἰσχρόν;</q> ὁμολογῶ ἢ μή;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὁμολόγει, ὅταν γε μὴ πρέπῃ. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="290d"/><label>ΣΩ.</label><q>τί δὲ δή; ὁ ἐλέφας καὶ ὁ χρυσός,</q> φήσει, <q>ὦ σοφὲ σύ, οὐχ ὅταν μὲν πρέπῃ, καλὰ ποιεῖ φαίνεσθαι, ὅταν δὲ μή, αἰσχρά;</q> ἔξαρνοι ἐσόμεθα ἢ ὁμολογήσομεν αὐτῷ ὀρθῶς λέγειν αὐτόν;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ὁμολογήσομεν τοῦτό γε, ὅτι ὃ ἂν πρέπῃ ἑκάστῳ, τοῦτο καλὸν ποιεῖ ἕκαστον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>πότερον οὖν πρέπει,</q> φήσει, <q>ὅταν τις τὴν χύτραν ἣν ἄρτι ἐλέγομεν, τὴν καλήν, ἕψῃ ἔτνους καλοῦ μεστήν, χρυσῆ τορύνη αὐτῇ ἢ συκίνη;</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> Ἡράκλεις, οἷον λέγεις ἄνθρωπον, ὦ Σώκρατες. οὐ <milestone unit="section" resp="Stephanus" n="290e"/> βούλει μοι εἰπεῖν τίς ἐστιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ ἂν γνοίης, εἴ σοι εἴποιμι τοὔνομα.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ καὶ νῦν ἔγωγε γιγνώσκω, ὅτι ἀμαθής τίς ἐστιν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="291"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μέρμερος πάνυ ἐστίν, ὦ Ἱππία· ἀλλʼ ὅμως τί φήσομεν; ποτέραν πρέπειν τοῖν τορύναιν τῷ ἔτνει καὶ τῇ χύτρᾳ; ἢ δῆλον ὅτι τὴν συκίνην; εὐωδέστερον γάρ που τὸ ἔτνος ποιεῖ, καὶ ἅμα, ὦ ἑταῖρε, οὐκ ἂν συντρίψασα ἡμῖν τὴν χύτραν ἐκχέαι τὸ ἔτνος καὶ τὸ πῦρ ἀποσβέσειεν καὶ τοὺς μέλλοντας ἑστιᾶσθαι ἄνευ ὄψου ἂν πάνυ γενναίου ποιήσειεν· ἡ δὲ χρυσῆ ἐκείνη πάντα ἂν ταῦτα ποιήσειεν, ὥστʼ ἔμοιγε <milestone n="291" unit="page"/><milestone unit="section" resp="Stephanus" n="291a"/> δοκεῖν τὴν συκίνην ἡμᾶς μᾶλλον φάναι πρέπειν ἢ τὴν χρυσῆν, εἰ μή τι σὺ ἄλλο λέγεις.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πρέπει μὲν γάρ, ὦ Σώκρατες, μᾶλλον· οὐ μεντἂν ἔγωγε τῷ ἀνθρώπῳ τοιαῦτα ἐρωτῶντι διαλεγοίμην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς γε, ὦ φίλε· σοὶ μὲν γὰρ οὐκ ἂν πρέποι τοιούτων ὀνομάτων ἀναπίμπλασθαι, καλῶς μὲν οὑτωσὶ ἀμπεχομένῳ, καλῶς δὲ ὑποδεδεμένῳ, εὐδοκιμοῦντι δὲ ἐπὶ σοφίᾳ ἐν πᾶσι τοῖς Ἕλλησιν. ἀλλʼ ἐμοὶ οὐδὲν πρᾶγμα φύρεσθαι <milestone unit="section" resp="Stephanus" n="291b"/> πρὸς τὸν ἄνθρωπον· ἐμὲ οὖν προδίδασκε καὶ ἐμὴν χάριν ἀποκρίνου. <q>εἰ γὰρ δὴ πρέπει γε μᾶλλον ἡ συκίνη τῆς χρυσῆς,</q> φήσει ὁ ἄνθρωπος, <q>ἄλλο τι καὶ καλλίων ἂν εἴη, ἐπειδήπερ τὸ πρέπον, ὦ Σώκρατες, κάλλιον ὡμολόγησας εἶναι τοῦ μὴ πρέποντος;</q> ἄλλο τι ὁμολογῶμεν, ὦ Ἱππία, τὴν συκίνην καλλίω τῆς χρυσῆς εἶναι;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> βούλει σοι εἴπω, ὦ Σώκρατες, ὃ εἰπὼν εἶναι τὸ καλὸν ἀπαλλάξεις σαυτὸν τῶν πολλῶν λόγων; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="291c"/><label>ΣΩ.</label> πάνυ μὲν οὖν· μὴ μέντοι πρότερόν γε πρὶν ἄν μοι εἴπῃς ποτέραν ἀποκρίνωμαι οἷν ἄρτι ἔλεγον τοῖν τορύναιν πρέπουσάν τε καὶ καλλίω εἶναι.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλʼ, εἰ βούλει, αὐτῷ ἀπόκριναι ὅτι ἡ ἐκ τῆς συκῆς εἰργασμένη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δὴ νυνὶ ὃ ἄρτι ἔμελλες λέγειν. ταύτῃ μὲν γὰρ τῇ ἀποκρίσει, <del>ᾗ</del> ἂν φῶ τὸ καλὸν χρυσὸν εἶναι, οὐδὲν ὡς ἔοικέ μοι ἀναφανήσεται κάλλιον ὂν χρυσὸς ἢ ξύλον σύκινον· τὸ δὲ νῦν τί αὖ λέγεις τὸ καλὸν εἶναι; </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="291d"/><label>ΙΠ.</label> ἐγώ σοι ἐρῶ. ζητεῖν γάρ μοι δοκεῖς τοιοῦτόν τι τὸ καλὸν ἀποκρίνασθαι, ὃ μηδέποτε αἰσχρὸν μηδαμοῦ μηδενὶ φανεῖται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν, ὦ Ἱππία· καὶ καλῶς γε νῦν ὑπολαμβάνεις.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἄκουε δή· πρὸς γὰρ τοῦτο ἴσθι, ἐάν τις ἔχῃ ὅτι ἀντείπῃ, φάναι ἐμὲ μηδʼ ὁτιοῦν ἐπαΐειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δὴ ὡς τάχιστα πρὸς θεῶν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> λέγω τοίνυν ἀεὶ καὶ παντὶ καὶ πανταχοῦ κάλλιστον εἶναι ἀνδρί, πλουτοῦντι, ὑγιαίνοντι, τιμωμένῳ ὑπὸ τῶν Ἑλλήνων, ἀφικομένῳ εἰς γῆρας, τοὺς αὑτοῦ γονέας τελευτήσαντας <milestone unit="section" resp="Stephanus" n="291e"/> καλῶς περιστείλαντι, ὑπὸ τῶν αὑτοῦ ἐκγόνων καλῶς καὶ μεγαλοπρεπῶς ταφῆναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἰοὺ ἰού, ὦ Ἱππία, ἦ θαυμασίως τε καὶ μεγαλείως καὶ ἀξίως σαυτοῦ εἴρηκας· καὶ νὴ τὴν Ἥραν ἄγαμαί σου ὅτι μοι δοκεῖς εὐνοϊκῶς, καθʼ ὅσον οἷός τʼ εἶ, βοηθεῖν· ἀλλὰ γὰρ τοῦ ἀνδρὸς οὐ τυγχάνομεν, ἀλλʼ ἡμῶν δὴ νῦν καὶ πλεῖστον καταγελάσεται, εὖ ἴσθι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="292"><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πονηρόν γʼ, ὦ Σώκρατες, γέλωτα· ὅταν γὰρ πρὸς ταῦτα ἔχῃ μὲν μηδὲν ὅτι λέγῃ, γελᾷ δέ, αὑτοῦ καταγελάσεται <milestone n="292" unit="page"/><milestone unit="section" resp="Stephanus" n="292a"/> καὶ ὑπὸ τῶν παρόντων αὐτὸς ἔσται καταγέλαστος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως οὕτως ἔχει· ἴσως μέντοι ἐπί γε ταύτῃ τῇ ἀποκρίσει, ὡς ἐγὼ μαντεύομαι, κινδυνεύσει οὐ μόνον μου καταγελᾶν.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> ἀλλὰ τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι, ἂν τύχῃ βακτηρίαν ἔχων, ἂν μὴ ἐκφύγω φεύγων αὐτόν, εὖ μάλα μου ἐφικέσθαι πειράσεται.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πῶς λέγεις; δεσπότης τίς σου ὁ ἄνθρωπός ἐστιν, καὶ τοῦτο ποιήσας οὐκ ἀχθήσεται καὶ δίκας ὀφλήσει; ἢ οὐκ <milestone unit="section" resp="Stephanus" n="292b"/> ἔνδικος ὑμῖν ἡ πόλις ἐστίν, ἀλλʼ ἐᾷ ἀδίκως τύπτειν ἀλλήλους τοὺς πολίτας;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ὁπωστιοῦν ἐᾷ.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> οὐκοῦν δώσει δίκην ἀδίκως γέ σε τύπτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔ μοι δοκεῖ, ὦ Ἱππία, οὔκ, εἰ ταῦτά γε ἀποκριναίμην, ἀλλὰ δικαίως, ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ἐμοὶ τοίνυν δοκεῖ, ὦ Σώκρατες, ἐπειδήπερ γε αὐτὸς ταῦτα οἴει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴπω σοι καὶ ᾗ αὐτὸς οἴομαι δικαίως ἂν τύπτεσθαι ταῦτα ἀποκρινόμενος; ἢ καὶ σύ με ἄκριτον τυπτήσεις; ἢ δέξῃ λόγον; </said></p><p><said who="#Ἱππίας"><milestone unit="section" resp="Stephanus" n="292c"/><label>ΙΠ.</label> δεινὸν γὰρ ἂν εἴη, ὦ Σώκρατες, εἰ μὴ δεχοίμην· ἀλλὰ πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ, τὸν αὐτὸν τρόπον ὅνπερ νυνδή, μιμούμενος ἐκεῖνον, ἵνα μὴ πρὸς σὲ λέγω ῥήματα, οἷα ἐκεῖνος εἰς ἐμὲ ἐρεῖ, χαλεπά τε καὶ ἀλλόκοτα. εὖ γὰρ ἴσθι, <q>εἰπέ μοι,</q> φήσει, <q>ὦ Σώκρατες, οἴει ἂν ἀδίκως πληγὰς λαβεῖν, ὅστις διθύραμβον τοσουτονὶ ᾁσας οὕτως ἀμούσως πολὺ ἀπῇσας ἀπὸ τοῦ ἐρωτήματος;</q> πῶς δή; φήσω ἐγώ. <q>ὅπως;</q> φήσει· <q>οὐχ οἷός τʼ εἶ μεμνῆσθαι ὅτι τὸ καλὸν αὐτὸ ἠρώτων, <milestone unit="section" resp="Stephanus" n="292d"/> ὃ παντὶ ᾧ ἂν προσγένηται, ὑπάρχει ἐκείνῳ καλῷ εἶναι, καὶ λίθῳ καὶ ξύλῳ καὶ ἀνθρώπῳ καὶ θεῷ καὶ πάσῃ πράξει καὶ παντὶ μαθήματι; αὐτὸ γὰρ ἔγωγε, ὤνθρωπε, κάλλος ἐρωτῶ ὅτι ἐστίν, καὶ οὐδέν σοι μᾶλλον γεγωνεῖν δύναμαι ἢ εἴ μοι παρεκάθησο λίθος, καὶ οὗτος μυλίας, μήτε ὦτα μήτε ἐγκέφαλον ἔχων.</q> εἰ οὖν φοβηθεὶς εἴποιμι ἐγὼ ἐπὶ τούτοις τάδε, ἆρα οὐκ ἂν ἄχθοιο, ὦ Ἱππία; ἀλλὰ μέντοι τόδε τὸ <milestone unit="section" resp="Stephanus" n="292e"/> καλὸν εἶναι Ἱππίας ἔφη· καίτοι ἐγὼ αὐτὸν ἠρώτων οὕτως ὥσπερ σὺ ἐμέ, ὃ πᾶσι καλὸν καὶ ἀεί ἐστι. πῶς οὖν φῄς; οὐκ ἀχθέσῃ, ἂν εἴπω ταῦτα;</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> εὖ γʼ οὖν οἶδα, ὦ Σώκρατες, ὅτι πᾶσι καλὸν τοῦτʼ ἐστίν, ὃ ἐγὼ εἶπον, καὶ δόξει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἦ καὶ ἔσται;</q> φήσει· <q>ἀεὶ γάρ που τό γε καλὸν καλόν.</q></said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>οὐκοῦν καὶ ἦν;</q> φήσει.</said></p><p><said who="#Ἱππίας"><label>ΙΠ.</label> καὶ ἦν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>