<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:99</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:99</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="99"><p><said who="#Σωκράτης"><milestone n="99" unit="page"/><milestone unit="section" resp="Stephanus" n="99a"/><label>ΣΩ.</label> ὀρθῶς δέ γε ἡγεῖσθαι δύο ὄντα ταῦτα μόνα, δόξαν τε ἀληθῆ καὶ ἐπιστήμην, ἃ ἔχων ἄνθρωπος ὀρθῶς ἡγεῖται— τὰ γὰρ ἀπὸ τύχης τινὸς ὀρθῶς γιγνόμενα οὐκ ἀνθρωπίνῃ ἡγεμονίᾳ γίγνεται—ὧν δὲ ἄνθρωπος ἡγεμών ἐστιν ἐπὶ τὸ ὀρθόν, δύο ταῦτα, δόξα ἀληθὴς καὶ ἐπιστήμη.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐπειδὴ οὐ διδακτόν ἐστιν, οὐδʼ ἐπιστήμη δὴ ἔτι γίγνεται ἡ ἀρετή;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="99b"/><label>ΣΩ.</label> δυοῖν ἄρα ὄντοιν ἀγαθοῖν καὶ ὠφελίμοιν τὸ μὲν ἕτερον ἀπολέλυται, καὶ οὐκ ἂν εἴη ἐν πολιτικῇ πράξει ἐπιστήμη ἡγεμών.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα σοφίᾳ τινὶ οὐδὲ σοφοὶ ὄντες οἱ τοιοῦτοι ἄνδρες ἡγοῦντο ταῖς πόλεσιν, οἱ ἀμφὶ Θεμιστοκλέα τε καὶ οὓς ἄρτι Ἄνυτος ὅδε ἔλεγεν· διὸ δὴ καὶ οὐχ οἷοί τε ἄλλους ποιεῖν τοιούτους οἷοι αὐτοί εἰσι, ἅτε οὐ διʼ ἐπιστήμην ὄντες τοιοῦτοι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔοικεν οὕτως ἔχειν, ὦ Σώκρατες, ὡς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ ἐπιστήμῃ, εὐδοξίᾳ δὴ τὸ λοιπὸν <milestone unit="section" resp="Stephanus" n="99c"/> γίγνεται· ᾗ οἱ πολιτικοὶ ἄνδρες χρώμενοι τὰς πόλεις ὀρθοῦσιν, οὐδὲν διαφερόντως ἔχοντες πρὸς τὸ φρονεῖν ἢ οἱ χρησμῳδοί τε καὶ οἱ θεομάντεις· καὶ γὰρ οὗτοι ἐνθουσιῶντες λέγουσιν μὲν ἀληθῆ καὶ πολλά, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> κινδυνεύει οὕτως ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ Μένων, ἄξιον τούτους θείους καλεῖν τοὺς ἄνδρας, οἵτινες νοῦν μὴ ἔχοντες πολλὰ καὶ μεγάλα κατορθοῦσιν ὧν πράττουσι καὶ λέγουσι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς ἄρʼ ἂν καλοῖμεν θείους τε οὓς νυνδὴ ἐλέγομεν <milestone unit="section" resp="Stephanus" n="99d"/> χρησμῳδοὺς καὶ μάντεις καὶ τοὺς ποιητικοὺς ἅπαντας· καὶ τοὺς πολιτικοὺς οὐχ ἥκιστα τούτων φαῖμεν ἂν θείους τε εἶναι καὶ ἐνθουσιάζειν, ἐπίπνους ὄντας καὶ κατεχομένους ἐκ τοῦ θεοῦ, ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα, μηδὲν εἰδότες ὧν λέγουσιν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ αἵ γε γυναῖκες δήπου, ὦ Μένων, τοὺς ἀγαθοὺς ἄνδρας θείους καλοῦσι· καὶ οἱ Λάκωνες ὅταν τινὰ ἐγκωμιάζωσιν ἀγαθὸν ἄνδρα, <q>θεῖος ἀνήρ,</q> φασίν, <q>οὗτος.</q></said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="99e"/><label>ΜΕΝ.</label> καὶ φαίνονταί γε, ὦ Σώκρατες, ὀρθῶς λέγειν. καίτοι ἴσως Ἄνυτος ὅδε σοι ἄχθεται λέγοντι.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>