<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:98</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:98</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="98"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν ἐκείνου ποιημάτων λελυμένον μὲν ἐκτῆσθαι οὐ πολλῆς τινος ἄξιόν ἐστι τιμῆς, ὥσπερ δραπέτην ἄνθρωπον —οὐ γὰρ παραμένει—δεδεμένον δὲ πολλοῦ ἄξιον· πάνυ γὰρ καλὰ τὰ ἔργα ἐστίν. πρὸς τί οὖν δὴ λέγω ταῦτα; πρὸς τὰς δόξας τὰς ἀληθεῖς. καὶ γὰρ αἱ δόξαι αἱ ἀληθεῖς, ὅσον μὲν ἂν χρόνον παραμένωσιν, καλὸν τὸ χρῆμα καὶ πάντʼ <milestone n="98" unit="page"/><milestone unit="section" resp="Stephanus" n="98a"/> ἀγαθὰ ἐργάζονται· πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παραμένειν, ἀλλὰ δραπετεύουσιν ἐκ τῆς ψυχῆς τοῦ ἀνθρώπου, ὥστε οὐ πολλοῦ ἄξιαί εἰσιν, ἕως ἄν τις αὐτὰς δήσῃ αἰτίας λογισμῷ. τοῦτο δʼ ἐστίν, ὦ Μένων ἑταῖρε, ἀνάμνησις, ὡς ἐν τοῖς πρόσθεν ἡμῖν ὡμολόγηται. ἐπειδὰν δὲ δεθῶσιν, πρῶτον μὲν ἐπιστῆμαι γίγνονται, ἔπειτα μόνιμοι· καὶ διὰ ταῦτα δὴ τιμιώτερον ἐπιστήμη ὀρθῆς δόξης ἐστίν, καὶ διαφέρει δεσμῷ ἐπιστήμη ὀρθῆς δόξης.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> νὴ τὸν Δία, ὦ Σώκρατες, ἔοικεν τοιούτῳ τινί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="98b"/><label>ΣΩ.</label> καὶ μὴν καὶ ἐγὼ ὡς οὐκ εἰδὼς λέγω, ἀλλὰ εἰκάζων· ὅτι δέ ἐστίν τι ἀλλοῖον ὀρθὴ δόξα καὶ ἐπιστήμη, οὐ πάνυ μοι δοκῶ τοῦτο εἰκάζειν, ἀλλʼ εἴπερ τι ἄλλο φαίην ἂν εἰδέναι—ὀλίγα δʼ ἂν φαίην—ἓν δʼ οὖν καὶ τοῦτο ἐκείνων θείην ἂν ὧν οἶδα.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ ὀρθῶς γε, ὦ Σώκρατες, λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τόδε οὐκ ὀρθῶς, ὅτι ἀληθὴς δόξα ἡγουμένη τὸ ἔργον ἑκάστης τῆς πράξεως οὐδὲν χεῖρον ἀπεργάζεται ἢ ἐπιστήμη;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τοῦτο δοκεῖς μοι ἀληθῆ λέγειν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="98c"/><label>ΣΩ.</label> οὐδὲν ἄρα ὀρθὴ δόξα ἐπιστήμης χεῖρον οὐδὲ ἧττον ὠφελίμη ἔσται εἰς τὰς πράξεις, οὐδὲ ἁνὴρ ὁ ἔχων ὀρθὴν δόξαν ἢ ὁ ἐπιστήμην.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ὅ γε ἀγαθὸς ἀνὴρ ὠφέλιμος ἡμῖν ὡμολόγηται εἶναι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ τοίνυν οὐ μόνον διʼ ἐπιστήμην ἀγαθοὶ ἄνδρες ἂν εἶεν καὶ ὠφέλιμοι ταῖς πόλεσιν, εἴπερ εἶεν, ἀλλὰ καὶ διʼ ὀρθὴν δόξαν, τούτοιν δὲ οὐδέτερον φύσει ἐστὶν τοῖς ἀνθρώποις, <milestone unit="section" resp="Stephanus" n="98d"/> οὔτε ἐπιστήμη οὔτε δόξα ἀληθής, <sic>οὔτʼ</sic> ἐπίκτητα—ἢ δοκεῖ σοι φύσει ὁποτερονοῦν αὐτοῖν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐπειδὴ οὐ φύσει, οὐδὲ οἱ ἀγαθοὶ φύσει εἶεν ἄν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δέ γε οὐ φύσει, ἐσκοποῦμεν τὸ μετὰ τοῦτο εἰ διδακτόν ἐστιν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἡ ἀρετή;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κἂν εἴ γε διδακτὸν εἴη, φρόνησις ἂν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="98e"/><label>ΣΩ.</label> καὶ εἰ μέν γε διδάσκαλοι εἶεν, διδακτὸν ἂν εἶναι, μὴ ὄντων δὲ οὐ διδακτόν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ὡμολογήκαμεν μὴ εἶναι αὐτοῦ διδασκάλους;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡμολογήκαμεν ἄρα μήτε διδακτὸν αὐτὸ μήτε φρόνησιν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἀγαθόν γε αὐτὸ ὁμολογοῦμεν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὠφέλιμον δὲ καὶ ἀγαθὸν εἶναι τὸ ὀρθῶς ἡγούμενον;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>