<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:96</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:96</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="96"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν ἄλλοις δέ γε ὀλίγον μεταβάς,—
	<quote type="verse"><l met="elegiac">εἰ δʼ ἦν ποιητόν, φησί, καὶ ἔνθετον ἀνδρὶ νόημα,</l></quote> 
	 λέγει πως ὅτι—
		<quote type="verse" rend="merge"><l met="elegiac">πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον</l></quote>
	 οἱ δυνάμενοι τοῦτο ποιεῖν, καὶ—
		<quote type="verse" rend="merge"><l met="elegiac">οὔ ποτʼ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,</l><milestone n="96" unit="page"/><milestone unit="section" resp="Stephanus" n="96a"/><l>πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων</l><l>οὔ ποτε ποιήσεις τὸν κακὸν ἄνδρʼ ἀγαθόν.</l></quote> <bibl>Theognis 434-438 Bergk</bibl>
	ἐννοεῖς ὅτι αὐτὸς αὑτῳ πάλιν περὶ τῶν αὐτῶν τἀναντία λέγει; 
</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι ὁμολογοῦνται, ἀλλʼ οὐδὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ <milestone unit="section" resp="Stephanus" n="96b"/> εἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι, οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ; τοὺς οὖν οὕτω τεταραγμένους περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μήτε οἱ σοφισταὶ μήτε οἱ αὐτοὶ καλοὶ κἀγαθοὶ ὄντες διδάσκαλοί εἰσι τοῦ πράγματος, δῆλον ὅτι οὐκ ἂν ἄλλοι γε;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="96c"/><label>ΣΩ.</label> εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι ἔχειν ὡς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡμολογήκαμεν δέ γε, πράγματος οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, τοῦτο μηδὲ διδακτὸν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ὡμολογήκαΜΕΝ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν;</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="96d"/><label>ΜΕΝ.</label> οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα. ὥστε καὶ θαυμάζω δή, ὦ Σώκρατες, πότερόν ποτε οὐδʼ εἰσὶν ἀγαθοὶ ἄνδρες, ἢ τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν γιγνοΜένων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κινδυνεύομεν, ὦ Μένων, ἐγώ τε καὶ σὺ φαῦλοί τινες εἶναι ἄνδρες, καὶ σέ τε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι καὶ ἐμὲ Πρόδικος. παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἑνί γέ τῳ τρόπῳ βελτίους <milestone unit="section" resp="Stephanus" n="96e"/> ποιήσει· λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν, ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης ἡγουμένης ὀρθῶς τε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ πράγματα, ᾗ ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>