<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:95</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:95</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="95"><p><said who="#Ἄνυτος"><label>ΑΝ.</label> ὦ Σώκρατες, ῥᾳδίως μοι δοκεῖς κακῶς λέγειν ἀνθρώπους. ἐγὼ μὲν οὖν ἄν σοι συμβουλεύσαιμι, εἰ ἐθέλεις ἐμοὶ πείθεσθαι, εὐλαβεῖσθαι· ὡς ἴσως μὲν καὶ ἐν ἄλλῃ πόλει ῥᾷόν ἐστιν κακῶς ποιεῖν ἀνθρώπους ἢ εὖ, ἐν τῇδε δὲ καὶ <milestone n="95" unit="page"/><milestone unit="section" resp="Stephanus" n="95a"/> πάνυ· οἶμαι δὲ σὲ καὶ αὐτὸν εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Μένων, Ἄνυτος μέν μοι δοκεῖ χαλεπαίνειν, καὶ οὐδὲν θαυμάζω· οἴεται γάρ με πρῶτον μὲν κακηγορεῖν τούτους τοὺς ἄνδρας, ἔπειτα ἡγεῖται καὶ αὐτὸς εἶναι εἷς τούτων. ἀλλʼ οὗτος μὲν ἐάν ποτε γνῷ οἷόν ἐστιν τὸ κακῶς λέγειν, παύσεται χαλεπαίνων, νῦν δὲ ἀγνοεῖ· σὺ δέ μοι εἰπέ, οὐ καὶ παρʼ ὑμῖν εἰσιν καλοὶ κἀγαθοὶ ἄνδρες;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="95b"/><label>ΣΩ.</label> τί οὖν; ἐθέλουσιν οὗτοι παρέχειν αὑτοὺς διδασκάλους τοῖς νέοις, καὶ ὁμολογεῖν διδάσκαλοί τε εἶναι καὶ διδακτὸν ἀρετήν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ τοτὲ μὲν ἂν αὐτῶν ἀκούσαις ὡς διδακτόν, τοτὲ δὲ ὡς οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φῶμεν οὖν τούτους διδασκάλους εἶναι τούτου τοῦ πράγματος, οἷς μηδὲ αὐτὸ τοῦτο ὁμολογεῖται;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; οἱ σοφισταί σοι οὗτοι, οἵπερ μόνοι ἐπαγγέλλονται, δοκοῦσι διδάσκαλοι εἶναι ἀρετῆς;</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="95c"/><label>ΜΕΝ.</label> καὶ Γοργίου μάλιστα, ὦ Σώκρατες, ταῦτα ἄγαμαι, ὅτι οὐκ ἄν ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου, ἀλλὰ καὶ τῶν ἄλλων καταγελᾷ, ὅταν ἀκούσῃ ὑπισχνουΜένων· ἀλλὰ λέγειν οἴεται δεῖν ποιεῖν δεινούς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα σοὶ δοκοῦσιν οἱ σοφισταὶ διδάσκαλοι εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ ἔχω λέγειν, ὦ Σώκρατες. καὶ γὰρ αὐτὸς ὅπερ οἱ πολλοὶ πέπονθα· τοτὲ μέν μοι δοκοῦσιν, τοτὲ δὲ οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα δὲ ὅτι οὐ μόνον σοί τε καὶ τοῖς ἄλλοις τοῖς πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δʼ οὔ, <milestone unit="section" resp="Stephanus" n="95d"/> ἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθʼ ὅτι ταὐτὰ ταῦτα λέγει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἐν ποίοις ἔπεσιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τοῖς ἐλεγείοις, οὗ λέγει—
	<cit><quote type="verse"><l met="elegiac">καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν</l><l>ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.</l><l>ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσιν</l><milestone unit="section" resp="Stephanus" n="95e"/><l>συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.</l></quote><bibl>Theognis 33-36 Bergk</bibl></cit>
	οἶσθ᾽ ὅτι ἐν τούτοις μὲν ὡς διδακτοῦ οὔσης τῆς ἀρετῆς λέγει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεταί γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>