<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:94-96</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:94-96</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="94"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν καὶ σὺ ὁμολογεῖς ἐν τοῖς ἄριστον τῶν προτέρων εἶναι· ἄλλον <milestone n="94" unit="page"/><milestone unit="section" resp="Stephanus" n="94a"/> δὲ δὴ σκεψώμεθα, Ἀριστείδην τὸν Λυσιμάχου· ἢ τοῦτον οὐχ ὁμολογεῖς ἀγαθὸν γεγονέναι;</said></p><p><said who="#Ἄνυτος"><label>ΑΝ.</label> ἔγωγε, πάντως δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ οὗτος τὸν ὑὸν τὸν αὑτοῦ Λυσίμαχον, ὅσα μὲν διδασκάλων εἴχετο, κάλλιστα Ἀθηναίων ἐπαίδευσε, ἄνδρα δὲ βελτίω δοκεῖ σοι ὁτουοῦν πεποιηκέναι; τούτῳ γάρ που καὶ συγγέγονας καὶ ὁρᾷς οἷός ἐστιν. εἰ δὲ βούλει, <milestone unit="section" resp="Stephanus" n="94b"/> Περικλέα, οὕτως μεγαλοπρεπῶς σοφὸν ἄνδρα, οἶσθʼ ὅτι δύο ὑεῖς ἔθρεψε, Πάραλον καὶ Ξάνθιππον;</said></p><p><said who="#Ἄνυτος"><label>ΑΝ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτους μέντοι, ὡς οἶσθα καὶ σύ, ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνης ἔχεται οὐδενὸς χείρους· ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι; δοκῶ μέν, ἐβούλετο, ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν. ἵνα δὲ μὴ ὀλίγους οἴῃ καὶ τοὺς φαυλοτάτους Ἀθηναίων ἀδυνάτους γεγονέναι τοῦτο <milestone unit="section" resp="Stephanus" n="94c"/> τὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, καὶ τούτους ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων—τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκε, τὸν δὲ Εὐδώρῳ· οὗτοι δέ που ἐδόκουν τῶν τότε κάλλιστα παλαίειν—ἢ οὐ μέμνησαι;</said></p><p><said who="#Ἄνυτος"><label>ΑΝ.</label> ἔγωγε, ἀκοῇ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν δῆλον ὅτι οὗτος οὐκ ἄν ποτε, οὗ μὲν ἔδει <milestone unit="section" resp="Stephanus" n="94d"/> δαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξε τοὺς παῖδας τοὺς αὑτοῦ, οὗ δὲ οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, ταῦτα δὲ οὐκ ἐδίδαξεν, εἰ διδακτὸν ἦν; ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης φαῦλος ἦν, καὶ οὐκ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων καὶ τῶν συμμάχων; καὶ οἰκίας μεγάλης ἦν καὶ ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστε εἴπερ ἦν τοῦτο διδακτόν, ἐξευρεῖν ἂν ὅστις ἔμελλεν αὐτοῦ τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν, ἢ τῶν ἐπιχωρίων τις ἢ τῶν <milestone unit="section" resp="Stephanus" n="94e"/> ξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζεν διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν. ἀλλὰ γάρ, ὦ ἑταῖρε Ἄνυτε, μὴ οὐκ ᾖ διδακτὸν ἀρετή.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="95"><p><said who="#Ἄνυτος"><label>ΑΝ.</label> ὦ Σώκρατες, ῥᾳδίως μοι δοκεῖς κακῶς λέγειν ἀνθρώπους. ἐγὼ μὲν οὖν ἄν σοι συμβουλεύσαιμι, εἰ ἐθέλεις ἐμοὶ πείθεσθαι, εὐλαβεῖσθαι· ὡς ἴσως μὲν καὶ ἐν ἄλλῃ πόλει ῥᾷόν ἐστιν κακῶς ποιεῖν ἀνθρώπους ἢ εὖ, ἐν τῇδε δὲ καὶ <milestone n="95" unit="page"/><milestone unit="section" resp="Stephanus" n="95a"/> πάνυ· οἶμαι δὲ σὲ καὶ αὐτὸν εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Μένων, Ἄνυτος μέν μοι δοκεῖ χαλεπαίνειν, καὶ οὐδὲν θαυμάζω· οἴεται γάρ με πρῶτον μὲν κακηγορεῖν τούτους τοὺς ἄνδρας, ἔπειτα ἡγεῖται καὶ αὐτὸς εἶναι εἷς τούτων. ἀλλʼ οὗτος μὲν ἐάν ποτε γνῷ οἷόν ἐστιν τὸ κακῶς λέγειν, παύσεται χαλεπαίνων, νῦν δὲ ἀγνοεῖ· σὺ δέ μοι εἰπέ, οὐ καὶ παρʼ ὑμῖν εἰσιν καλοὶ κἀγαθοὶ ἄνδρες;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="95b"/><label>ΣΩ.</label> τί οὖν; ἐθέλουσιν οὗτοι παρέχειν αὑτοὺς διδασκάλους τοῖς νέοις, καὶ ὁμολογεῖν διδάσκαλοί τε εἶναι καὶ διδακτὸν ἀρετήν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ τοτὲ μὲν ἂν αὐτῶν ἀκούσαις ὡς διδακτόν, τοτὲ δὲ ὡς οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φῶμεν οὖν τούτους διδασκάλους εἶναι τούτου τοῦ πράγματος, οἷς μηδὲ αὐτὸ τοῦτο ὁμολογεῖται;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; οἱ σοφισταί σοι οὗτοι, οἵπερ μόνοι ἐπαγγέλλονται, δοκοῦσι διδάσκαλοι εἶναι ἀρετῆς;</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="95c"/><label>ΜΕΝ.</label> καὶ Γοργίου μάλιστα, ὦ Σώκρατες, ταῦτα ἄγαμαι, ὅτι οὐκ ἄν ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου, ἀλλὰ καὶ τῶν ἄλλων καταγελᾷ, ὅταν ἀκούσῃ ὑπισχνουΜένων· ἀλλὰ λέγειν οἴεται δεῖν ποιεῖν δεινούς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα σοὶ δοκοῦσιν οἱ σοφισταὶ διδάσκαλοι εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ ἔχω λέγειν, ὦ Σώκρατες. καὶ γὰρ αὐτὸς ὅπερ οἱ πολλοὶ πέπονθα· τοτὲ μέν μοι δοκοῦσιν, τοτὲ δὲ οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα δὲ ὅτι οὐ μόνον σοί τε καὶ τοῖς ἄλλοις τοῖς πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δʼ οὔ, <milestone unit="section" resp="Stephanus" n="95d"/> ἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθʼ ὅτι ταὐτὰ ταῦτα λέγει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἐν ποίοις ἔπεσιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τοῖς ἐλεγείοις, οὗ λέγει—
	<cit><quote type="verse"><l met="elegiac">καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν</l><l>ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.</l><l>ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσιν</l><milestone unit="section" resp="Stephanus" n="95e"/><l>συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.</l></quote><bibl>Theognis 33-36 Bergk</bibl></cit>
	οἶσθ᾽ ὅτι ἐν τούτοις μὲν ὡς διδακτοῦ οὔσης τῆς ἀρετῆς λέγει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεταί γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="96"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν ἄλλοις δέ γε ὀλίγον μεταβάς,—
	<quote type="verse"><l met="elegiac">εἰ δʼ ἦν ποιητόν, φησί, καὶ ἔνθετον ἀνδρὶ νόημα,</l></quote> 
	 λέγει πως ὅτι—
		<quote type="verse" rend="merge"><l met="elegiac">πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον</l></quote>
	 οἱ δυνάμενοι τοῦτο ποιεῖν, καὶ—
		<quote type="verse" rend="merge"><l met="elegiac">οὔ ποτʼ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,</l><milestone n="96" unit="page"/><milestone unit="section" resp="Stephanus" n="96a"/><l>πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων</l><l>οὔ ποτε ποιήσεις τὸν κακὸν ἄνδρʼ ἀγαθόν.</l></quote> <bibl>Theognis 434-438 Bergk</bibl>
	ἐννοεῖς ὅτι αὐτὸς αὑτῳ πάλιν περὶ τῶν αὐτῶν τἀναντία λέγει; 
</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι ὁμολογοῦνται, ἀλλʼ οὐδὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ <milestone unit="section" resp="Stephanus" n="96b"/> εἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι, οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ; τοὺς οὖν οὕτω τεταραγμένους περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μήτε οἱ σοφισταὶ μήτε οἱ αὐτοὶ καλοὶ κἀγαθοὶ ὄντες διδάσκαλοί εἰσι τοῦ πράγματος, δῆλον ὅτι οὐκ ἂν ἄλλοι γε;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="96c"/><label>ΣΩ.</label> εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι ἔχειν ὡς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡμολογήκαμεν δέ γε, πράγματος οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, τοῦτο μηδὲ διδακτὸν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ὡμολογήκαΜΕΝ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν;</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="96d"/><label>ΜΕΝ.</label> οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα. ὥστε καὶ θαυμάζω δή, ὦ Σώκρατες, πότερόν ποτε οὐδʼ εἰσὶν ἀγαθοὶ ἄνδρες, ἢ τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν γιγνοΜένων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κινδυνεύομεν, ὦ Μένων, ἐγώ τε καὶ σὺ φαῦλοί τινες εἶναι ἄνδρες, καὶ σέ τε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι καὶ ἐμὲ Πρόδικος. παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἑνί γέ τῳ τρόπῳ βελτίους <milestone unit="section" resp="Stephanus" n="96e"/> ποιήσει· λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν, ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης ἡγουμένης ὀρθῶς τε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ πράγματα, ᾗ ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>