<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:89</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:89</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="89"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτω δὴ κατὰ πάντων εἰπεῖν ἔστιν, τῷ ἀνθρώπῳ τὰ μὲν ἄλλα πάντα εἰς τὴν ψυχὴν ἀνηρτῆσθαι, τὰ δὲ τῆς ψυχῆς αὐτῆς εἰς φρόνησιν, εἰ <milestone n="89" unit="page"/><milestone unit="section" resp="Stephanus" n="89a"/> μέλλει ἀγαθὰ εἶναι· καὶ τούτῳ τῷ λόγῳ φρόνησις ἂν εἴη τὸ ὠφέλιμον· φαμὲν δὲ τὴν ἀρετὴν ὠφέλιμον εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φρόνησιν ἄρα φαμὲν ἀρετὴν εἶναι, ἤτοι σύμπασαν ἢ μέρος τι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι καλῶς λέγεσθαι, ὦ Σώκρατες, τὰ λεγόμενα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἂν εἶεν φύσει οἱ ἀγαθοί.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="89b"/><label>ΣΩ.</label> καὶ γὰρ ἄν που καὶ τόδʼ ἦν· εἰ φύσει οἱ ἀγαθοὶ ἐγίγνοντο, ἦσάν που ἂν ἡμῖν οἳ ἐγίγνωσκον τῶν νέων τοὺς ἀγαθοὺς τὰς φύσεις, οὓς ἡμεῖς ἂν παραλαβόντες ἐκείνων ἀποφηνάντων ἐφυλάττομεν ἂν ἐν ἀκροπόλει, κατασημηνάμενοι πολὺ μᾶλλον ἢ τὸ χρυσίον, ἵνα μηδεὶς αὐτοὺς διέφθειρεν, ἀλλʼ ἐπειδὴ ἀφίκοιντο εἰς τὴν ἡλικίαν, χρήσιμοι γίγνοιντο ταῖς πόλεσι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> εἰκός γέ τοι, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνονται, <milestone unit="section" resp="Stephanus" n="89c"/> ἆρα μαθήσει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι· καὶ δῆλον, ὦ Σώκρατες, κατὰ τὴν ὑπόθεσιν, εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή, ὅτι διδακτόν ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως νὴ Δία· ἀλλὰ μὴ τοῦτο οὐ καλῶς ὡμολογήσαμεν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ μὴν ἐδόκει γε ἄρτι καλῶς λέγεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴ οὐκ ἐν τῷ ἄρτι μόνον δέῃ αὐτὸ δοκεῖν καλῶς λέγεσθαι, ἀλλὰ καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἔπειτα, εἰ μέλλει τι αὐτοῦ ὑγιὲς εἶναι.</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="89d"/><label>ΜΕΝ.</label> τί οὖν δή; πρὸς τί βλέπων δυσχεραίνεις αὐτὸ καὶ ἀπιστεῖς μὴ οὐκ ἐπιστήμη ᾖ ἡ ἀρετή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ, ὦ Μένων. τὸ μὲν γὰρ διδακτὸν αὐτὸ εἶναι, εἴπερ ἐπιστήμη ἐστίν, οὐκ ἀνατίθεμαι μὴ οὐ καλῶς λέγεσθαι· ὅτι δὲ οὐκ ἔστιν ἐπιστήμη, σκέψαι ἐάν σοι δοκῶ εἰκότως ἀπιστεῖν. τόδε γάρ μοι εἰπέ· εἰ ἔστιν διδακτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ καὶ διδασκάλους καὶ μαθητὰς εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="89e"/><label>ΣΩ.</label> οὐκοῦν τοὐναντίον αὖ, οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, καλῶς ἂν αὐτὸ εἰκάζοντες εἰκάζοιμεν μὴ διδακτὸν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα· ἀλλʼ ἀρετῆς διδάσκαλοι οὐ δοκοῦσί σοι εἶναι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>