<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:85-88</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:85-88</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="85"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν <milestone n="85" unit="page"/><milestone unit="section" resp="Stephanus" n="85a"/> <del>τινὰ</del> τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> γίγνονται γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> οὐ μανθάνω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τέτταρα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσα δὲ ἐν τῷδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> δύο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> διπλάσια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τόδε οὖν <milestone unit="section" resp="Stephanus" n="85b"/> ποσάπουν γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ὀκτώπουν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ ποίας γραμμῆς;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἀπὸ ταύτης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί· ὥστʼ εἰ ταύτῃ διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ Μένωνος, γίγνοιτʼ ἂν τὸ διπλάσιον χωρίον.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ μὲν οὖν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί σοι δοκεῖ, ὦ Μένων; ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο;</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="85c"/><label>ΜΕΝ.</label> οὔκ, ἀλλʼ ἑαυτοῦ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι· ἢ οὔ;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται· εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθʼ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς <milestone unit="section" resp="Stephanus" n="85d"/> ἐπιστήσεται περὶ τούτων.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλʼ ἐρωτήσαντος ἐπιστήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων· εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη. ἢ <milestone unit="section" resp="Stephanus" n="85e"/> δεδίδαχέν τις τοῦτον γεωμετρεῖν; οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων. ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν; δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν καὶ τέθραπται.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀλλʼ οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀνάγκη, ὦ Σώκρατες, φαίνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="86"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών, οὐκ ἤδη τοῦτο <milestone n="86" unit="page"/><milestone unit="section" resp="Stephanus" n="86a"/> δῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὗτός γέ ἐστιν ὁ χρόνος ὅτʼ οὐκ ἦν ἄνθρωπος;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν ὅν τʼ ἂν ᾖ χρόνον καὶ ὃν ἂν μὴ ᾖ ἄνθρωπος, ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι ἐπιστῆμαι γίγνονται, ἆρʼ οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα ἔσται ἡ ψυχὴ αὐτοῦ; δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν ἢ οὐκ ἔστιν ἄνθρωπος.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="86b"/><label>ΣΩ.</label> οὐκοῦν εἰ ἀεὶ ἡ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ἡ ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ ὃ μὴ τυγχάνεις ἐπιστάμενος νῦν—τοῦτο δʼ ἐστὶν ὃ μὴ μεμνημένος—ἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῄσκεσθαι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, οὐκ οἶδʼ ὅπως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ἐγὼ ἐμοί, ὦ Μένων. καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην· ὅτι δʼ οἰόμενοι δεῖν ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ <milestone unit="section" resp="Stephanus" n="86c"/> δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτʼ ἐστὶν ἀρετή;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ μὲν οὖν. οὐ μέντοι, ὦ Σώκρατες, ἀλλʼ ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαίμην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπιχειρεῖν, <milestone unit="section" resp="Stephanus" n="86d"/> ἢ ὡς φύσει ἢ ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης τοῖς ἀνθρώποις τῆς ἀρετῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εἰ μὲν ἐγὼ ἦρχον, ὦ Μένων, μὴ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν εἴτε οὐ διδακτὸν ἡ ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό· ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδʼ ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοι—τί γὰρ χρὴ ποιεῖν; —ἔοικεν οὖν σκεπτέον <milestone unit="section" resp="Stephanus" n="86e"/> εἶναι ποῖόν τί ἐστιν ὃ μήπω ἴσμεν ὅτι ἐστίν. εἰ μή τι οὖν ἀλλὰ σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε ὁπωσοῦν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="87"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> λέγω δὲ τὸ ἐξ ὑποθέσεως ὧδε, ὥσπερ οἱ γεωμέτραι πολλάκις σκοποῦνται, ἐπειδάν τις ἔρηται αὐτούς, οἷον περὶ χωρίου, εἰ οἷόν τε ἐς τόνδε τὸν κύκλον τόδε τὸ χωρίον <milestone n="87" unit="page"/><milestone unit="section" resp="Stephanus" n="87a"/> τρίγωνον ἐνταθῆναι, εἴποι ἄν τις ὅτι <q>οὔπω οἶδα εἰ ἔστιν τοῦτο τοιοῦτον, ἀλλʼ ὥσπερ μέν τινα ὑπόθεσιν προὔργου οἶμαι ἔχειν πρὸς τὸ πρᾶγμα τοιάνδε· εἰ μέν ἐστιν τοῦτο τὸ χωρίον τοιοῦτον οἷον παρὰ τὴν δοθεῖσαν αὐτοῦ γραμμὴν παρατείναντα ἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ παρατεταμένον ᾖ, ἄλλο τι συμβαίνειν μοι δοκεῖ, καὶ ἄλλο αὖ, εἰ ἀδύνατόν ἐστιν ταῦτα παθεῖν. ὑποθέμενος οὖν ἐθέλω <milestone unit="section" resp="Stephanus" n="87b"/> εἰπεῖν σοι τὸ συμβαῖνον περὶ τῆς ἐντάσεως αὐτοῦ εἰς τὸν κύκλον, εἴτε ἀδύνατον εἴτε μή.</q> οὕτω δὴ καὶ περὶ ἀρετῆς ἡμεῖς, ἐπειδὴ οὐκ ἴσμεν οὔθʼ ὅτι ἐστὶν οὔθʼ ὁποῖόν τι, ὑποθέμενοι αὐτὸ σκοπῶμεν εἴτε διδακτὸν εἴτε οὐ διδακτόν ἐστιν, ὧδε λέγοντες· εἰ ποῖόν τί ἐστιν τῶν περὶ τὴν ψυχὴν ὄντων ἀρετή, διδακτὸν ἂν εἴη ἢ οὐ διδακτόν; πρῶτον μὲν δὴ εἰ ἔστιν ἀλλοῖον ἢ οἷον ἐπιστήμη, ἆρα διδακτὸν ἢ οὔ, ἢ ὃ νυνδὴ ἐλέγομεν, ἀναμνηστόν—διαφερέτω δὲ μηδὲν ἡμῖν <milestone unit="section" resp="Stephanus" n="87c"/> ὁποτέρῳ ἂν τῷ ὀνόματι χρώμεθα—ἀλλʼ ἆρα διδακτόν; ἢ τοῦτό γε παντὶ δῆλον, ὅτι οὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος ἢ ἐπιστήμην;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γʼ ἐστὶν ἐπιστήμη τις ἡ ἀρετή, δῆλον ὅτι διδακτὸν ἂν εἴη.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτου μὲν ἄρα ταχὺ ἀπηλλάγμεθα, ὅτι τοιοῦδε μὲν ὄντος διδακτόν, τοιοῦδε δʼ οὔ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, δεῖ σκέψασθαι πότερόν ἐστιν ἐπιστήμη ἡ ἀρετὴ ἢ ἀλλοῖον ἐπιστήμης.</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="87d"/><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖ τοῦτο μετὰ τοῦτο σκεπτέον εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; ἄλλο τι ἢ ἀγαθὸν αὐτό φαμεν εἶναι τὴν ἀρετήν, καὶ αὕτη ἡ ὑπόθεσις μένει ἡμῖν, ἀγαθὸν αὐτὸ εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μέν τί ἐστιν ἀγαθὸν καὶ ἄλλο χωριζόμενον ἐπιστήμης, τάχʼ ἂν εἴη ἡ ἀρετὴ οὐκ ἐπιστήμη τις· εἰ δὲ μηδέν ἐστιν ἀγαθὸν ὃ οὐκ ἐπιστήμη περιέχει, ἐπιστήμην ἄν τινʼ αὐτὸ ὑποπτεύοντες εἶναι ὀρθῶς ὑποπτεύοιΜΕΝ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν <milestone unit="section" resp="Stephanus" n="87e"/> ἀρετῇ γʼ ἐσμὲν ἀγαθοί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ ἀγαθοί, ὠφέλιμοι· πάντα γὰρ τἀγαθὰ ὠφέλιμα. οὐχί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἡ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀνάγκη ἐκ τῶν ὡμολογημένων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκεψώμεθα δὴ καθʼ ἕκαστον ἀναλαμβάνοντες ποῖά ἐστιν ἃ ἡμᾶς ὠφελεῖ. ὑγίεια, φαμέν, καὶ ἰσχὺς καὶ κάλλος καὶ πλοῦτος δή· ταῦτα λέγομεν καὶ τὰ τοιαῦτα ὠφέλιμα. οὐχί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="88"><p><said who="#Σωκράτης"><milestone n="88" unit="page"/><milestone unit="section" resp="Stephanus" n="88a"/><label>ΣΩ.</label> ταὐτὰ δὲ ταῦτά φαμεν ἐνίοτε καὶ βλάπτειν· ἢ σὺ ἄλλως φῂς ἢ οὕτως;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ, ἀλλʼ οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δή, ὅταν τί ἑκάστου τούτων ἡγῆται, ὠφελεῖ ἡμᾶς, καὶ ὅταν τί, βλάπτει; ἆρʼ οὐχ ὅταν μὲν ὀρθὴ χρῆσις, ὠφελεῖ, ὅταν δὲ μή, βλάπτει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν καὶ τὰ κατὰ τὴν ψυχὴν σκεψώμεθα. σωφροσύνην τι καλεῖς καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ εὐμαθίαν καὶ μνήμην καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ <milestone unit="section" resp="Stephanus" n="88b"/> τοιαῦτα;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δή, τούτων ἅττα σοι δοκεῖ μὴ ἐπιστήμη εἶναι ἀλλʼ ἄλλο ἐπιστήμης, εἰ οὐχὶ τοτὲ μὲν βλάπτει, τοτὲ δὲ ὠφελεῖ; οἷον ἀνδρεία, εἰ μὴ ἔστι φρόνησις ἡ ἀνδρεία ἀλλʼ οἷον θάρρος τι· οὐχ ὅταν μὲν ἄνευ νοῦ θαρρῇ ἄνθρωπος, βλάπτεται, ὅταν δὲ σὺν νῷ, ὠφελεῖται;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ σωφροσύνη ὡσαύτως καὶ εὐμαθία· μετὰ μὲν νοῦ καὶ μανθανόμενα καὶ καταρτυόμενα ὠφέλιμα, ἄνευ δὲ νοῦ βλαβερά;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ <milestone unit="section" resp="Stephanus" n="88c"/> σφόδρα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν συλλήβδην πάντα τὰ τῆς ψυχῆς ἐπιχειρήματα καὶ καρτερήματα ἡγουμένης μὲν φρονήσεως εἰς εὐδαιμονίαν τελευτᾷ, ἀφροσύνης δʼ εἰς τοὐναντίον;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι, ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθʼ αὑτὰ οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρονήσεως <milestone unit="section" resp="Stephanus" n="88d"/> ἢ ἀφροσύνης βλαβερά τε καὶ ὠφέλιμα γίγνεται. κατὰ δὴ τοῦτον τὸν λόγον ὠφέλιμόν γε οὖσαν τὴν ἀρετὴν φρόνησιν δεῖ τινʼ εἶναι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὲν δὴ καὶ τἆλλα ἃ νυνδὴ ἐλέγομεν, πλοῦτόν τε καὶ τὰ τοιαῦτα, τοτὲ μὲν ἀγαθὰ τοτὲ δὲ βλαβερὰ εἶναι, ἆρα οὐχ ὥσπερ τῇ ἄλλῃ ψυχῇ ἡ φρόνησις ἡγουμένη ὠφέλιμα τὰ τῆς ψυχῆς ἐποίει, ἡ δὲ ἀφροσύνη βλαβερά, οὕτως αὖ <milestone unit="section" resp="Stephanus" n="88e"/> καὶ τούτοις ἡ ψυχὴ ὀρθῶς μὲν χρωμένη καὶ ἡγουμένη ὠφέλιμα αὐτὰ ποιεῖ, μὴ ὀρθῶς δὲ βλαβερά;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς δέ γε ἡ ἔμφρων ἡγεῖται, ἡμαρτημένως δʼ ἡ ἄφρων;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>