<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:82-84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:82-84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="82"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ <milestone n="82" unit="page"/><milestone unit="section" resp="Stephanus" n="82a"/> νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλʼ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλʼ ὑπὸ τοῦ ἔθους· ἀλλʼ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν <milestone unit="section" resp="Stephanus" n="82b"/> ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε. δεῦρο πρόσελθε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε σφόδρα, οἰκογενής γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρόσεχε δὴ τὸν νοῦν ὁπότερʼ ἄν σοι φαίνηται, ἢ ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρʼ ἐμοῦ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀλλὰ προσέξω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν <milestone unit="section" resp="Stephanus" n="82c"/> τετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε δὲ σκόπει· εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label><milestone unit="section" resp="Stephanus" n="82d"/> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ δὶς δυοῖν γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> γίγνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τέτταρες, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν γένοιτʼ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσων οὖν ἔσται ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ὀκτώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται <milestone unit="section" resp="Stephanus" n="82e"/> ἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλʼ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφʼ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶδεν οὖν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="83"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.<milestone unit="para" ed="P"/>σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ <milestone n="83" unit="page"/><milestone unit="section" resp="Stephanus" n="83a"/> διπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλʼ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται <milestone unit="section" resp="Stephanus" n="83b"/> γένωνται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀναγραψώμεθα δὴ ἀπʼ αὐτῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦτον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> οὐ μὰ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ ποσαπλάσιον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τετραπλάσιον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ τῆς διπλασίας <milestone unit="section" resp="Stephanus" n="83c"/> ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀκτώπουν δʼ ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label><add>ναί.</add></said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ <milestone unit="section" resp="Stephanus" n="83d"/> τοσησδί; ἢ οὔ;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔμοιγε δοκεῖ οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς· τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε· οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> δεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="83e"/><label>ΣΩ.</label> πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τρίποδα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἐννέα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ὀκτώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρʼ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> οὐ δῆτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="84"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ <milestone n="84" unit="page"/><milestone unit="section" resp="Stephanus" n="84a"/> εἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἀλλὰ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι; ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω οἶδεν, ἀλλʼ οὖν ᾤετό γʼ αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν· νῦν δὲ ἡγεῖται <milestone unit="section" resp="Stephanus" n="84b"/> ἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐδʼ οἴεται εἰδέναι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τοῦτό μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ νάρκη, μῶν τι ἐβλάψαμεν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ ἐξευρεῖν ὅπῃ ἔχει· νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις <milestone unit="section" resp="Stephanus" n="84c"/> ᾤετʼ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὤνητο ἄρα ναρκήσας;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετʼ ἐμοῦ, οὐδὲν ἀλλʼ ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδάσκοντος· <milestone unit="section" resp="Stephanus" n="84d"/> φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα.<milestone unit="para" ed="P"/>λέγε γάρ μοι σύ· οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον; μανθάνεις;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν προσαναπληρωσαίμεθʼ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν γένοιτʼ ἂν τέτταρα ἴσα χωρία <milestone unit="section" resp="Stephanus" n="84e"/> τάδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τετραπλάσιον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>