<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:78</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:78</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="78"><p><said who="#Μένων"><label>ΜΕΝ.</label><milestone n="78" unit="page"/><milestone unit="section" resp="Stephanus" n="78a"/> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τοὺς βλαπτομένους οὗτοι οὐκ οἴονται ἀθλίους εἶναι καθʼ ὅσον βλάπτονται;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τοῦτο ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοὺς δὲ ἀθλίους οὐ κακοδαίμονας;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οἶμαι ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν ὅστις βούλεται ἄθλιος καὶ κακοδαίμων εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα βούλεται, ὦ Μένων, τὰ κακὰ οὐδείς, εἴπερ μὴ βούλεται τοιοῦτος εἶναι. τί γὰρ ἄλλο ἐστὶν ἄθλιον εἶναι ἢ ἐπιθυμεῖν τε τῶν κακῶν καὶ κτᾶσθαι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> κινδυνεύεις <milestone unit="section" resp="Stephanus" n="78b"/> ἀληθῆ λέγειν, ὦ Σώκρατες· καὶ οὐδεὶς βούλεσθαι τὰ κακά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν νυνδὴ ἔλεγες ὅτι ἔστιν ἡ ἀρετὴ βούλεσθαί τε τἀγαθὰ καὶ δύνασθαι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> εἶπον γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦ λεχθέντος τὸ μὲν βούλεσθαι πᾶσιν ὑπάρχει, καὶ ταύτῃ γε οὐδὲν ὁ ἕτερος τοῦ ἑτέρου βελτίων;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ δῆλον ὅτι εἴπερ ἐστὶ βελτίων ἄλλος ἄλλου, κατὰ τὸ δύνασθαι ἂν εἴη ἀμείνων.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτʼ ἔστιν ἄρα, ὡς ἔοικε, κατὰ τὸν σὸν λόγον ἀρετή, <milestone unit="section" resp="Stephanus" n="78c"/> δύναμις τοῦ πορίζεσθαι τἀγαθά.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> παντάπασί μοι δοκεῖ, ὦ Σώκρατες, οὕτως ἔχειν ὡς σὺ νῦν ὑπολαμβάνεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴδωμεν δὴ καὶ τοῦτο εἰ ἀληθὲς λέγεις· ἴσως γὰρ ἂν εὖ λέγοις. τἀγαθὰ φῂς οἷόν τʼ εἶναι πορίζεσθαι ἀρετὴν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγαθὰ δὲ καλεῖς οὐχὶ οἷον ὑγίειάν τε καὶ πλοῦτον;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ χρυσίον λέγω καὶ ἀργύριον κτᾶσθαι καὶ τιμὰς ἐν πόλει καὶ ἀρχάς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ ἄλλʼ ἄττα λέγεις τἀγαθὰ ἢ τὰ τοιαῦτα;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔκ, ἀλλὰ <milestone unit="section" resp="Stephanus" n="78d"/> πάντα λέγω τὰ τοιαῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· χρυσίον δὲ δὴ καὶ ἀργύριον πορίζεσθαι ἀρετή ἐστιν, ὥς φησι Μένων ὁ τοῦ μεγάλου βασιλέως πατρικὸς ξένος. πότερον προστιθεῖς τούτῳ τῷ πόρῳ, ὦ Μένων, τὸ δικαίως καὶ ὁσίως, ἢ οὐδέν σοι διαφέρει, ἀλλὰ κἂν ἀδίκως τις αὐτὰ πορίζηται, ὁμοίως σὺ αὐτὰ ἀρετὴν καλεῖς;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ δήπου, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ κακίαν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάντως δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ ἄρα, ὡς ἔοικε, τούτῳ τῷ πόρῳ δικαιοσύνην ἢ σωφροσύνην ἢ <milestone unit="section" resp="Stephanus" n="78e"/> ὁσιότητα προσεῖναι, ἢ ἄλλο τι μόριον ἀρετῆς· εἰ δὲ μή, οὐκ ἔσται ἀρετή, καίπερ ἐκπορίζουσα τἀγαθά.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πῶς γὰρ ἄνευ τούτων ἀρετὴ γένοιτʼ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ μὴ ἐκπορίζειν χρυσίον καὶ ἀργύριον, ὅταν μὴ δίκαιον ᾖ, μήτε αὑτῷ μήτε ἄλλῳ, οὐκ ἀρετὴ καὶ αὕτη ἐστὶν ἡ ἀπορία;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>