<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:77</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:77</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="77"><p><said who="#Μένων"><milestone n="77" unit="page"/><milestone unit="section" resp="Stephanus" n="77a"/><label>ΜΕΝ.</label> ἀλλὰ περιμένοιμʼ ἄν, ὦ Σώκρατες, εἴ μοι πολλὰ τοιαῦτα λέγοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν προθυμίας γε οὐδὲν ἀπολείψω, καὶ σοῦ ἕνεκα καὶ ἐμαυτοῦ, λέγων τοιαῦτα· ἀλλʼ ὅπως μὴ οὐχ οἷός τʼ ἔσομαι πολλὰ τοιαῦτα λέγειν. ἀλλʼ ἴθι δὴ πειρῶ καὶ σὺ ἐμοὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι, κατὰ ὅλου εἰπὼν ἀρετῆς πέρι ὅτι ἐστίν, καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνός, ὅπερ φασὶ τοὺς συντρίβοντάς τι ἑκάστοτε οἱ σκώπτοντες, ἀλλὰ ἐάσας ὅλην καὶ ὑγιῆ εἰπὲ τί ἐστιν ἀρετή. τὰ δέ γε παραδείγματα <milestone unit="section" resp="Stephanus" n="77b"/> παρʼ ἐμοῦ εἴληφας.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ τοίνυν μοι, ὦ Σώκρατες, ἀρετὴ εἶναι, καθάπερ ὁ ποιητὴς λέγει, <q>χαίρειν τε καλοῖσι καὶ δύνασθαι·</q> καὶ ἐγὼ τοῦτο λέγω ἀρετήν, ἐπιθυμοῦντα τῶν καλῶν δυνατὸν εἶναι πορίζεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα λέγεις τὸν τῶν καλῶν ἐπιθυμοῦντα ἀγαθῶν ἐπιθυμητὴν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> μάλιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ὡς ὄντων τινῶν οἳ τῶν κακῶν ἐπιθυμοῦσιν, ἑτέρων δὲ οἳ τῶν <milestone unit="section" resp="Stephanus" n="77c"/> ἀγαθῶν; οὐ πάντες, ὤριστε, δοκοῦσί σοι τῶν ἀγαθῶν ἐπιθυμεῖν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλά τινες τῶν κακῶν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἰόμενοι τὰ κακὰ ἀγαθὰ εἶναι, λέγεις, ἢ καὶ γιγνώσκοντες ὅτι κακά ἐστιν ὅμως ἐπιθυμοῦσιν αὐτῶν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀμφότερα ἔμοιγε δοκοῦσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ γὰρ δοκεῖ τίς σοι, ὦ Μένων, γιγνώσκων τὰ κακὰ ὅτι κακά ἐστιν ὅμως ἐπιθυμεῖν αὐτῶν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> μάλιστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί ἐπιθυμεῖν λέγεις; ἦ γενέσθαι αὐτῷ;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> γενέσθαι· τί γὰρ <milestone unit="section" resp="Stephanus" n="77d"/> ἄλλο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ἡγούμενος τὰ κακὰ ὠφελεῖν ἐκεῖνον ᾧ ἂν γένηται, ἢ γιγνώσκων τὰ κακὰ ὅτι βλάπτει ᾧ ἂν παρῇ;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> εἰσὶ μὲν οἳ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν, εἰσὶν δὲ καὶ οἳ γιγνώσκοντες ὅτι βλάπτει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ δοκοῦσί σοι γιγνώσκειν τὰ κακὰ ὅτι κακά ἐστιν οἱ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ πάνυ μοι δοκεῖ τοῦτό γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν δῆλον ὅτι οὗτοι μὲν οὐ τῶν κακῶν ἐπιθυμοῦσιν, <milestone unit="section" resp="Stephanus" n="77e"/> οἱ ἀγνοοῦντες αὐτά, ἀλλὰ ἐκείνων ἃ ᾤοντο ἀγαθὰ εἶναι, ἔστιν δὲ ταῦτά γε κακά· ὥστε οἱ ἀγνοοῦντες αὐτὰ καὶ οἰόμενοι ἀγαθὰ εἶναι δῆλον ὅτι τῶν ἀγαθῶν ἐπιθυμοῦσιν. ἢ οὔ;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> κινδυνεύουσιν οὗτοί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; οἱ τῶν κακῶν μὲν ἐπιθυμοῦντες, ὡς φῂς σύ, ἡγούμενοι δὲ τὰ κακὰ βλάπτειν ἐκεῖνον ᾧ ἂν γίγνηται, γιγνώσκουσιν δήπου ὅτι βλαβήσονται ὑπʼ αὐτῶν;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>