<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:76</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:76</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="76"><p><said who="#Σωκράτης"><milestone n="76" unit="page"/><milestone unit="section" resp="Stephanus" n="76a"/><label>ΣΩ.</label> τί δʼ; ἐπίπεδον καλεῖς τι, καὶ ἕτερον αὖ στερεόν, οἷον ταῦτα τὰ ἐν ταῖς γεωμετρίαις;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔγωγε καλῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἤδη τοίνυν ἂν μάθοις μου ἐκ τούτων σχῆμα ὃ λέγω. κατὰ γὰρ παντὸς σχήματος τοῦτο λέγω, εἰς ὃ τὸ στερεὸν περαίνει, τοῦτʼ εἶναι σχῆμα· ὅπερ ἂν συλλαβὼν εἴποιμι στερεοῦ πέρας σχῆμα εἶναι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τὸ δὲ χρῶμα τί λέγεις, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὑβριστής γʼ εἶ, ὦ Μένων· ἀνδρὶ πρεσβύτῃ πράγματα προστάττεις ἀποκρίνεσθαι, αὐτὸς δὲ οὐκ ἐθέλεις <milestone unit="section" resp="Stephanus" n="76b"/> ἀναμνησθεὶς εἰπεῖν ὅτι ποτε λέγει Γοργίας ἀρετὴν εἶναι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀλλʼ ἐπειδάν μοι σὺ τοῦτʼ εἴπῃς, ὦ Σώκρατες, ἐρῶ σοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κἂν κατακεκαλυμμένος τις γνοίη, ὦ Μένων, διαλεγομένου σου, ὅτι καλὸς εἶ καὶ ἐρασταί σοι ἔτι εἰσίν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι οὐδὲν ἀλλʼ ἢ ἐπιτάττεις ἐν τοῖς λόγοις, ὅπερ ποιοῦσιν οἱ τρυφῶντες, ἅτε τυραννεύοντες ἕως ἂν ἐν ὥρᾳ <milestone unit="section" resp="Stephanus" n="76c"/> ὦσιν, καὶ ἅμα ἐμοῦ ἴσως κατέγνωκας ὅτι εἰμὶ ἥττων τῶν καλῶν· χαριοῦμαι οὖν σοι καὶ ἀποκρινοῦμαι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ μὲν οὖν χάρισαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι, ᾗ ἂν σὺ μάλιστα ἀκολουθήσαις;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> βούλομαι· πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν λέγετε ἀπορροάς τινας τῶν ὄντων κατὰ Ἐμπεδοκλέα;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ πόρους εἰς οὓς καὶ διʼ ὧν αἱ ἀπορροαὶ πορεύονται;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τῶν ἀπορροῶν τὰς μὲν ἁρμόττειν ἐνίοις τῶν <milestone unit="section" resp="Stephanus" n="76d"/> πόρων, τὰς δὲ ἐλάττους ἢ μείζους εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ὄψιν καλεῖς τι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐκ τούτων δὴ <q>σύνες ὅ τοι λέγω,</q> ἔφη Πίνδαρος. ἔστιν γὰρ χρόα ἀπορροὴ σχημάτων ὄψει σύμμετρος καὶ αἰσθητός.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἄριστά μοι δοκεῖς, ὦ Σώκρατες, ταύτην τὴν ἀπόκρισιν εἰρηκέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως γάρ σοι κατὰ συνήθειαν εἴρηται· καὶ ἅμα οἶμαι ἐννοεῖς ὅτι ἔχοις ἂν ἐξ αὐτῆς εἰπεῖν καὶ φωνὴν ὃ ἔστι, <milestone unit="section" resp="Stephanus" n="76e"/> καὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τραγικὴ γάρ ἐστιν, ὦ Μένων, ἡ ἀπόκρισις, ὥστε ἀρέσκει σοι μᾶλλον ἢ ἡ περὶ τοῦ σχήματος.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐκ ἔστιν, ὦ παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν πείθω, ἀλλʼ ἐκείνη βελτίων· οἶμαι δὲ οὐδʼ ἂν σοὶ δόξαι, εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν μυστηρίων, ἀλλʼ εἰ περιμείναις τε καὶ μυηθείης.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>