<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:521</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:521</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="521"><p><said who="#Καλλίκλης"><milestone n="521" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="521a"/><label>ΚΑΛ.</label> ἔστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπὶ ποτέραν οὖν με παρακαλεῖς τὴν θεραπείαν τῆς πόλεως, διόρισόν μοι· τὴν τοῦ διαμάχεσθαι Ἀθηναίοις ὅπως ὡς βέλτιστοι ἔσονται, ὡς ἰατρόν, ἢ ὡς διακονήσοντα καὶ πρὸς χάριν ὁμιλήσοντα; τἀληθῆ μοι εἰπέ, ὦ Καλλίκλεις· δίκαιος γὰρ εἶ, ὥσπερ ἤρξω παρρησιάζεσθαι πρὸς ἐμέ, διατελεῖν ἃ νοεῖς λέγων. καὶ νῦν εὖ καὶ γενναίως εἰπέ.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> λέγω τοίνυν ὅτι ὡς διακονήσοντα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="521b"/><label>ΣΩ.</label> κολακεύσοντα ἄρα με, ὦ γενναιότατε, παρακαλεῖς.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> εἴ σοι Μυσόν γε ἥδιον καλεῖν, ὦ Σώκρατες· ὡς εἰ μὴ ταῦτά γε ποιήσεις—</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ εἴπῃς ὃ πολλάκις εἴρηκας, ὅτι ἀποκτενεῖ με ὁ βουλόμενος, ἵνα μὴ αὖ καὶ ἐγὼ εἴπω, ὅτι Πονηρός γε ὢν ἀγαθὸν ὄντα· μηδʼ ὅτι ἀφαιρήσεται ἐάν τι ἔχω, ἵνα μὴ αὖ ἐγὼ εἴπω ὅτι ἀλλʼ ἀφελόμενος οὐχ ἕξει ὅτι χρήσεται αὐτοῖς, ἀλλʼ ὥσπερ με ἀδίκως ἀφείλετο, οὕτως καὶ <milestone unit="section" resp="Stephanus" n="521c"/> λαβὼν ἀδίκως χρήσεται, εἰ δὲ ἀδίκως, αἰσχρῶς, εἰ δὲ αἰσχρῶς, κακῶς.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ὥς μοι δοκεῖς, ὦ Σώκρατες, πιστεύειν μηδʼ ἂν ἓν τούτων παθεῖν, ὡς οἰκῶν ἐκποδὼν καὶ οὐκ ἂν εἰσαχθεὶς εἰς δικαστήριον ὑπὸ πάνυ ἴσως μοχθηροῦ ἀνθρώπου καὶ φαύλου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνόητος ἄρα εἰμί, ὦ Καλλίκλεις, ὡς ἀληθῶς, εἰ μὴ οἴομαι ἐν τῇδε τῇ πόλει ὁντινοῦν ἂν ὅτι τύχοι, τοῦτο παθεῖν. τόδε μέντοι εὖ οἶδʼ ὅτι, ἐάνπερ εἰσίω εἰς δικαστήριον περὶ <milestone unit="section" resp="Stephanus" n="521d"/> τούτων τινὸς κινδυνεύων, ὃ σὺ λέγεις, πονηρός τίς μʼ ἔσται ὁ εἰσάγων—οὐδεὶς γὰρ ἂν χρηστὸς μὴ ἀδικοῦντʼ ἄνθρωπον εἰσαγάγοι—καὶ οὐδέν γε ἄτοπον εἰ ἀποθάνοιμι. βούλει σοι εἴπω διʼ ὅτι ταῦτα προσδοκῶ;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶμαι μετʼ ὀλίγων Ἀθηναίων, ἵνα μὴ εἴπω μόνος, ἐπιχειρεῖν τῇ ὡς ἀληθῶς πολιτικῇ τέχνῃ καὶ πράττειν τὰ πολιτικὰ μόνος τῶν νῦν· ἅτε οὖν οὐ πρὸς χάριν λέγων τοὺς λόγους οὓς λέγω ἑκάστοτε, ἀλλὰ πρὸς τὸ βέλτιστον, οὐ πρὸς <milestone unit="section" resp="Stephanus" n="521e"/> τὸ ἥδιστον, καὶ οὐκ ἐθέλων ποιεῖν ἃ σὺ παραινεῖς, τὰ κομψὰ ταῦτα, οὐχ ἕξω ὅτι λέγω ἐν τῷ δικαστηρίῳ. ὁ αὐτὸς δέ μοι ἥκει λόγος ὅνπερ πρὸς Πῶλον ἔλεγον· κρινοῦμαι γὰρ ὡς ἐν παιδίοις ἰατρὸς ἂν κρίνοιτο κατηγοροῦντος ὀψοποιοῦ.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>